De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
καὶ μὲν δὴ καὶ σταφυλαὶ γλυκεῖαι τῆς αὐτῆς εἰσι φύσεως, καὶ μᾶλλον ἔτι τούτων αὐτῶν φοινίκων βάλανοι· αἶ μὲν γάρ κατὰ τὴν Ἀλεξάνδρειαν καὶ Κύπρον καὶ Φοινίκην καὶ Λυκίαν καὶ Κιλικίαν οὐδὲ τὴν ἀπόθεσιν ὑπομένουσιν, ἀλλ’ ὡς ὀπῶραι μᾶλλον ἐσθίονται διὰ περιττὴν ὑγρότητα σηπόμεναι ῥᾳδίως· τῶν δ’ ἄλλων τῶν εἰς ἀπόθεσιν ἐσκευασμένων ἐλάττων μὲν ἡ βλάβη, παχὺς δ’ οὐδὲν ἧττον καὶ τούτων ὁ χυμός, ὥστε φυλάττεσθαι χρὴ τὴν ἐδωδὴν αὐτῶν ἐν τοῖς εἰρημένοις πάθεσιν.
Ἥκιστα δ’ ἂν ὑπίδοιτό τις οἴνους παχεῖς ὅσοι καθαροὶ καὶ διαυγεῖς εἰσι καὶ τὴν χροιὰν ὦχροί καὶ ξανθοί· λευκὸν δ’ οὐδ’ ἂν εὕροις οἶνον ἅμα καὶ γλυκύν, ὥσπερ οὐδὲ τῶν ξανθῶν αὐτῶν σφόδρα γλυκύν. εἰσὶ δὲ σύμπαντες οἶ τοιοῦτοι οἶνοι μέσου τὴν σύστασιν χυμοῦ γεννητικοί.
οἶ μὲν γὰρ παχεῖς θ’ ἅμα καὶ μέλανες καὶ γλυκεῖς παχέος αἵματος πληροῦσι τὰς [*](21—30,11 O 198, 11—13; 202,3—6. 158,15 s.; 159, 25—160, 2) [*](1. 2 τῆς μέσης ἐστὶ κατωτέρω] inferiores a media stmt (a. m. s. i, v) L: τῆς παχυνούσης ἐστι κατωτέρω G 2 γὰρ εἰσὶ G 10 ὧς ὀπῶραι μᾶλλον G: ut opora solummodo (= μόνον, recte fortasse) pd : ut sunt v 11 σηπόμενα G : propter (per d) superfluam enim humiditatem faciliter putrefiunt pd, unde comcias διά <γάρ> ’π’. ὑ. σήπονται ῥᾳδίως: sed putrefientes omisso exhibet v 16 Parum autem gustabit quis de vinis dulcibus pd: minime autem inveniet quis fortassis vina esse dulcia v: unde γλυκεῖς recipiendum esse videtur pro παχεῖς, sed ὑπίδοιτο verum esse existimo. cf. 24, 13 et 25, 1)
εἰσὶ δὲ †οὐ πολλοὶ καθ’ ἕκαστον ἔθνος, ἀλλ’ ἐπῖφανεῖς ἐξ αὐτῶν δ’ τ’ Ἀρούσιος καὶ ὁ Λέσβιος καὶ ὁ Θαλερῖνος καὶ ὁ Τμωλίτης καὶ ὁ Θηραῖος, οἷς τεκμαιρόμενος καὶ τοὺς ὁμοίους ἐκλέγεσθαι· χρηστὸν γὰρ οἱ τοιοῦτοι πάντες αἷμα καὶ σύμμετρον τῷ πάχει γεννῶσι χυμόν.
ὄντες δ’ αὐτῶν οἶ πλεῖστοι εὐώδεις καὶ θερμότεροι τῶν ἄλλων οἴνων εὐλόγως ἅπτονται τῆς κεφαλῆς, καὶ ταύτῃ φυλακτέον τοῖς τε κεφαλαίᾳ κάμνουσι καὶ ἡμικρανίᾳ καὶ τοῖς ἄλλως κεφαλαλγοῦσιν ἐπιλήπτοις τε καὶ μανιώδεσι καὶ συλλήβδην εἰπεῖν οἷς πέπονθεν ἡ κεφαλή.
τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα χωρὶς πυρετοῦ πάθη πάντα τὰ χρόνια μεγάλως ὑπὸ τῶνδε τῶν οἴνων ὀνίναται μάλισθ’ ὅσα διὰ πτυσμάτων ἐκκαθαίρεται [δέονται]· δεῖται γάρ οὐ τέμνεσθαι μόνον καὶ θερμαίνεσθαι τὰ μέλλοντα καλῶς ἀποπτυσθῆναι, ἀλλὰ καὶ μετρί·ως· ὑγραίνεσθαι· ὧς τά γε περαιτέρω τοῦ καιροῦ ξηρά καὶ γλίσχρα πτύσματα καὶ βῆχας ἐγείρει σφοδρὰς τῷ βιαίῳ τῆς διεξόδου καὶ κίνδυνον ἐπάγει ῥήξεως ἀγγείου.