De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

ταῦτ’ ἄρα καὶ τῶν ἰχθύων οἶ ταριχευθέντες ἱκανώτατα λεπτύνουσι καὶ τέμνουσι τούς παχεῖς χυμοὺς καὶ γλίσχρους· ἐκλέγεσθαι δὲ καὶ τούτων ὅσοι φύσει μαλακόσαρκοι, τοὺς δὲ κητώδεις φυλάττεσθαι καὶ πολὺ δὴ τούτων ἔτι μαλλὸν αὐτά δὴ τὰ κήτη· γεύεσθαι δ’ εἰ βούλοιτό τις καὶ τούτων ἀπορίᾳ τῶν βελτιόνων ἢ καὶ ἄλλως ὀρεχθείς, ἤτοι δι’ ὑποτρίμματος δριμέος ὢ οἷον καὶ τὸ τοθ’ νάπυός ἐστι>ν ἢ καὶ> δι’ ἐλαίου καὶ ὄξους μόνον ἁρμόττει.

καθόλου δὲ περὶ πάντων ἐδεσμάτων τοῦτ’ ἐπίστασθαι χρὴ κοινόν, ὧς εἶτ’ ἀποτεθείη διά τινος τῶν εἰρημένων εἴτε σκευασθείη, μέγιστον αὐτοῖς τοῦθ’ ὑπάρχει πρὸς τὸ λεπτύνειν· ὥστε καὶ αὐτὸν ἕκαστον ὅτῳ πρόκειται τοιαύτης διαίτης σκοπὸς ἐπιτεχνᾶσθαι <δεῖ> δι’ ὄξους καὶ [*](13—16 O 197, 10—198, 1. o 158, 3—6) [*](3 fort. ἔχοι, cf. index s. v. κἂν εἰ 10 ὑπηλάχθαι G 16 κητώδεις O o: cetodeos L : σκληρώδεις G 20 <ἢ καὶ> addidi: vel v: et pd: om. G 26 ἐπιτεχνάσθω G : mgeniare (-ri v, vigilare d) oportet L)

28
ἐσκευασμένα προσφέρεσθαι τῶν ἐδεσμάτων τὰ πλεῖστα καὶ προταριχεύειν αὐτῶν ὅσα δυνατόν· ταριχευθέντων δή τοι καὶ τῶν χοιρείων <κρεῶν> γεύοιτ’ ἄν τις ἄλλως δὲ φυλάττεσθαι χρὴ καὶ ταῦτα παχὺν καὶ γλίσχρον γεννῶντα χυμόν.

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐταρκῶς δέῃρηται, λείποιτ’ ἄν ἔτι καὶ περὶ μέλιτος καὶ οἴνου καὶ γάλακτος διελθεῖν, καὶ πρῶτόν γε περὶ μέλιτος, ἐπειδὴ μόνον ὧς ἔπος εἰπεῖν τῶν γλυκέων [καὶ] οὐκ ἐδεσμάτων μόνον ἀλλά καὶ πομάτων ἀκριβῶς λεπτοῦ τὴν σύστασιν χυμοῦ γεννητικὸν ὑπάρχει.

τῶν γὰρ οἴνων οἳ ἂν ὧσι γλυκεῖς ἱκανῶς ἅπαντες παχέος αἵματός εἰσι γεννητικοί· καὶ γὰρ μέλανές εἰσιν οὗτοι καὶ παχεῖς τὴν σύστασιν· ἔτι δὲ μᾶλλον τῶν οἴνων τὸ σίραιον ὀνομαζόμενον· ἔστι δὲ τοῦτο γλεῦκος ἐπὶ πλεῖστον ἑψημένον.

οἶδα δέ τινας οὕτως ὀνομάζοντας καὶ τὸ τῶν ἰσχάδων ἀφέψημα· ἔστι δὲ καὶ τοῦτο παραπλήσιον μοχθηρῷ μέλιτι καὶ αὐτό τινα δύναμιν ἔχει τμητικήν, ἀλλ’ ἀπολείπεται μέλιτος οὐκ ὀλίγον, καὶ πολύ δὴ μᾶλλον αἶ ἰσχάδες αὐταί, τὰ δὲ σῦκα πολὺ καὶ τούτων ἔτι μᾶλλον, ὥστ’ ἐκπεπτωκέναι τῆς λεπτυνούσης ἰδέας.

ὅσα μὲν οὖν πέπονα σῦκα, τῆς μέσης ὕλης τῶν ἐδεσμάτων ἐστίν, ἢν οὔτε λεπτύνειν οὔτε παχύνειν ἱκανῶς [*](2. 3 ὁ 198, 1 s. ὁ 158, 6 s. 8—10 ὁ 198, 9—11. o 158, 13—15 9—16 200, 11—201, 2. 159, 11—13) [*](3 κρεῶν Οο: camibus L: om. G 8 μόνον] non v 9 [καὶ] om. Οο : καὶ οὐκ et μόνον (10) et πομάτων om. L, praeterea ἄλλα καὶ om. pd 11. 12 οἳ ἂν ὧσι γλυκεῖς scripsi: que dulcia L : οἱ γλυκεῖς Οο: κἂν εἰσὶ γλυκεῖς G 17 καὶ e corr. G 1 18 καὶ αὐτὸ τινὰ G : et quandam et ipsa L: fort, καἰ τινα καὶ αὐτὸ 22 certitudinaliter mature (= ἀκριβῶς πέπονα?) L 23 εἰσὶν G neque — neque L: οὐδὲ — οὐδὲ G)

29
τοὺς χυμοὺς εἰπεῖν ἐγχωρεῖ· τὰ δ’ ἄλλα πάντα τῆς μέσης ἐστὶ κατωτέρω· παχύχυμά τε γάρ ἐστι καὶ ψυχρὰ καὶ δύσπεπτα καὶ φυσώδη τὰ μηδέπω καλῶς πέπειρα, καθάπερ ὁ γλεύκινος οἶνος· ἔν δ’ αὐτοῖς ἀγαθὸν ὑπάρχει τὸ ταχέως διεξιέναι καὶ ταύτῃ σμικρά βλάπτειν.