De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

τῶν δ’ εἰς τὸν χειμῶνα φυλαχθῆναι δυναμένων ἐπιτηδειότατα πάντων ἐστὶν ἰσχάδες τε καὶ κάρυα < * * * * * * * * * * *> καὶ τὰ πιστάκια· πρὸς γοῦν ταύτην οὐ φαῦλαι καὶ τῶν ἀμυγδαλῶν αἶ ὑπόπικροι.

τὰ δὲ Ποντικά καλούμενα κάρυα σκληρότερά τε τούτων ἐστὶ καὶ οὐδὲν ἔχει τῶν ἐν τοῖς σπλάγχνοις περιττωμάτων ῥυπτικόν· αἶ δὲ καστανέαι καὶ αἰ βάλανοι χείρισται μὲν αἶ ὠμαί, μοχθηραὶ δὲ κἂν ἑψηθῶσιν ἢ ὀπτηθῶσιν ἢ φρυγῶσιν.

ἐλαῖαι δὲ μέσον πῶς εἰσιν ἔδεσμα πρός γε τὰ παρόντα, ὥστ’ οὔτ’ ἐπαινεῖν ἔχομεν οὔτε ψέγειν οὐδὲν ἀξιόλογον, ὡσπερ οὐδὲ τἀς κρεμασθείσας σταφυλάς· αἶ δ’ ἐν τοῖς στεμφύλοις ἢ βοτρύοις ἡ ὅπως ἂν ὀνομαζειν ἐθέλῃς ἀποτιθέμεναι ταῖς μὲν τῆς γαστρὸς ἀρρωστίαις οὐκ ἀνεπιτήδειοι, χείρους δ’ εἰς τὰ παρόντα, καὶ τούτων ἔτι μᾶλλον αἶ εἰς οἶνον ἐμβαλλόμεναι.

αἶ δ’ ἀσταφίδες, ὅσαι μήπω σπληνὶ καὶ ἥπατι μεγάλοις οὐκ ἀγαθαί, βελτίους δ’· εῖς τά κατά θώρακα καὶ πνεύμονα πάθη· καὶ μὲν δὴ καὶ τῶν ῥοιῶν αἶ στρυφναὶ μοχθηραὶ μὲν εἰς ταῦτα, βελτίους δ’ εἰς τὰς τῆς γαστρὸς ἀρρωστίας.