De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

ἑνὶ δὲ λόγῳ συμπάσας μὲν τἀς ῥίζας [*](4 existtmt (= καθεστήκασιν) L 10 κάρου G: caroti L: cf. Orib. I 87, 4a. 10 220, 12 (unde corrig. Gal. VI 654, 12. 17 794, 18). 211, 6 Buss.-Dar. 11 γογγύλες G 16 καὶ — δέ G: quamvis L : an καίτοι τοῦτό γε ? 18 Quid oportet (autem add. v) dicere adhuc (adhuc om. v) fort, τί <δ’ ἔτι> δεῖ λέγειν coll. § 54 in. 28 tamen (attamen v) quecumque (= ὅσα ut 15, 20 et 20, 4) L)

25
δυσπέπτους ὑποπτεύειν, γεύεσθαι δὲ μόνων τῶν θερμῶν τε καὶ δριμέων, ὥσπερ σκορόδου τε καὶ κρομμύου καὶ ῥαφανῖδος, καὶ τούτων ὧς φαρμάκου μᾶλλον ἢ ὧς ἐδέσματος.

Ἀλλὰ γάρ καὶ περὶ τῶν ῥιζῶν ἀρκεῖ τοσαῦτα· μετιέναι δ’ ἤδη καιρὸς ἐπὶ τοὺς τῶν δένδρων καρπούς· εἰσὶ δ’ οὐκ ὀλίγοι τούτων ὑγροὶ καὶ ψυχροὶ καὶ μάλισθ’ ὅσους οὐδ’ εἰς ἀπόθεσιν ἀγαγεῖν ἔστιν· ἥκιστα δ’ λυποῖτό τις ὑπὸ τῶν λαπαττόντων τὴν κοιλίαν, ὧσπερ τά μόρα λαπάττει καὶ τούτων ἐφεξῆς τὰ κοκκύμηλα καὶ τὰ κεράσια καὶ τὰ σῦκα· τὰ δὲ βραδυπόρα χείρω πάντων καὶ μᾶλλον εἰ καὶ σκληρὰ τοῖς σώμασιν ὑπάρχει.

ἀλλὰ τούτων μὲν μὴ γεύεσθαι μηδενὸς πλὴν τῶν εἰς ἀπόθεσιν ἐπιτηδείων, οἷάπερ ἐστὶν ἀπίων τε καὶ μήλων καὶ σταφυλῶν οὐκ ὀλίγα γένη, τὰ δὲ μαλακώτερα μᾶλλον ἐσθίειν τῶν σκληροτέρων, οὐ μὴν εἰς κόρον γ’ οὐδενὸς τούτων, οὔτε τῶν μήλων τῶν Περσικῶν οὔτε τῶν Ἀρμενίων ἃ δὴ πρεκόκια καλοῦσι ἔτι δὲ μᾶλλον καὶ τῶν ὀνομαζομένων Σηρικῶν.

καὶ μὴν καὶ τά μύρτα καὶ τὰ διόσπυρα καὶ τἆλλ’ ὅσα τούτοις ἔοικεν οὐκ ἐπιτήδεια· καὶ τοῖς οὔοις δὲ καὶ τοῖς μεσπίλοις εἰς ἄλλα μὲν ὀρθῶς ἄν τις χρῷτο, πρὸς δὲ τὴν λεπτύνουσαν δίαιταν οὐκ ἐπιτήδεια, καὶ μάλιστα τὰ μέσπιλα· τὸ καθόλου δ’ εἰπεῖν ὅσα σφοδρῶς αὐστηρὰ καὶ στρυφνά, μοχθηρὰ τῇ διαίτῃ ταύτῃ, συμφέρει δὲ [*](8—17 Ο 198, 2—5. ο 158, 7—9 24—26,12 O 198, 5—9. o 158, 10—13) [*](2 κρομύου G 9 λυποῖτο Ο ο: λυπῶτό G 10 μῶρα G κοκύμηλα G 11 πάντων ex μᾶλλον G 1 18 precokia pv: precobia d: βεβρώκια G: cf. VI 786, 17 811, 12 466, 6 585, 9 593, 8 594, 6 20 διασποιρα G sic 21 οὔοις ex ὄφοις ut vid. G1)

26
μόνοις τοῖς κατὰ κοιλίαν ῥεύμασιν ἢ ἐκλύτῳ στομάχῳ καὶ γαστρί.