De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
Πλείστην δ’ ἂν ἔχοις εἰ βούλοιο καὶ ἄφθονον ἐδεσμάτων χρῆσιν εἰς λόγον λεπτυνούσης διαίτης ἀπὸ τῶν πετραίων ἰχθύων καὶ τῶν ὀρείων ὀρνίθων τῶν μικρῶν· οἶ μὲν γὰρ ἐν τοῖς ἕλεσι καὶ ταῖς λίμναις καὶ τοῖς πεδίοις ὑγρότεροί τ’ εἰσὶ καὶ περιττωματικώ- [*](14—19 8 ὁ 194, 6—195, 1. o 156, 15—23) [*](3 προειρημένον G 8 ἔτνος, οἵπερ G: etnum quod p: et υῆα v: unum ferculum quod d: fort, ἔτνος, ὅπερ (= ταῖς λοβαῖς G 13 πρὸ ex πρὸς G1 ἄλυποι Οο: ἄλυπα G δεύτεροι Οο: secumndi v: δεύτερον G: secundario pd 18 πλὴν εἰ διά μακροῦ χρόνου ὁ 19 πισσῶν ἢ φακῆς G: de pisis vel lente L: πίσσου ἢ φακοῦ Οο δή om. Ο ο L 22 ἀπό τε τῶν O o)
ἔστι δὲ καὶ τά ἄλλα πάντα τὰ ἐν τοῖς ὄρεσι φυόμενα μακρῷ βελτίω τῶν ἐν τοῖς πεδίοις, καί μοι δοκοῦσι καὶ οἶ ἄρειοι στρουθοὶ μὴ μόνον τῇ λεπτότητι τοῦ ἀέρος ἀλλὰ καὶ ταῖς τροφαῖς οὐχ ἤκιστα πλεονεκτεῖν τῶν ἐν ἕλεσί τε καὶ πεδίοις διαιτωμένων.