De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

σκευάζεται δὲ κἀκ τῶν καλουμένων λοβῶν ἔτνος, οἵπερ δὴ καὶ κηπεύονται, παραπλησίως τῷ κυαμίνῳ· καὶ χρὴ καὶ τοῦτο γινώσκειν παχύχυμόν τε καὶ φλεγματικὸν ὑπάρχον, ἧττον μέντοι κυάμων εἰσὶ φυσώδεις οἶ λοβοὶ καὶ τὸ ῥυπτικὸν ὅπερ τούτοις ὑπάρχει τοῖς λοβοῖς οὐ πρόσεστι.

τί δ᾿ ἂν ἔτι περὶ τῶν ἄλλων σπερμάτων λέγοιμι τῶν μοχθηρῶν, ἃ καὶ τῆς ἡμετέρας παραινέσεως ἄπαντες ἤδη φεύγουσιν; ἀρκεῖ γὰρ κατὰ πάντων εἰπεῖν ὡς κριθαὶ μὲν εἰς λεπτύνουσαν δίαιταν ἄλυποι παρὰ πάντα τὰ σιτηρὰ ἐδέσματα, δεύτεροι δ’ οἶ ἐκ τῶν πυρῶν ἄρτοι κριβανῖται· τῶν δ’ ἄλλων ἀπέχεσθαι πειρᾶσθαι, πλὴν εἰ μὴ διὰ μακροῦ πισσῶν ἢ φακῆς γεύεσθαι δή τις ἐθέλοι ἢ χόνδρου.