De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

Κύαμοι δὲ ῥυπτικὸν μὲν ἔχουσί τι καὶ αὐτοὶ κριθῶν δὲ] οὐδὲν ἧττον, ἀλλ’ οὔτε πέττονται ῥᾳδίως καὶ φυσώδεις ἱκανῶς εἰσιν, ὥστε πολύ βέλτιον τοὺς πισσοὺς ἐσθίειν· ἀμείνους γὰρ εἰς ἅπαντα κυάμων. [*](6 Μνησίθεος] Gal. VI 512, 9 88., cf. Athen. Ill 115 f. (265, 14 88. Kaibel)) [*](2 ἕτερον <γένος>? 11 τῶνδε] τοῦδε G: his vp: om. ἐπειδὴ G 23 δὲ delevi: om. L 25 γὰρ εἰς G: enim sunt secundum γάρ <εἰσιν> εἰς?) L)

17
ὦχροι δὲ καὶ δόλιχοι καὶ φάσηλοι πολὺ καὶ τῶν κυάμων μοχθηρότεροι.

οὐ μὴν οἴ γε φακοὶ φαῦλοι τὰ πάντα καίτοι παχὺν ὑποτρέφοντες Χυμόν, ἀλλ’ ὥστε χρῆσθαί τινα μὴ παρόντος τῶν ἐπιτηδείων ἐδεσμάτων τινός· ὅμοιοι δὲ καὶ οἶ θέρμοι ταῖς φακοῖς, πλὴν ἧττον ξηραίνουσιν.