De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

ἔστι δὲ τὸ σπέρμα πτισθῆναι μὲν δεόμενον ὥσπερ ἡ κριθὴ καὶ ἡ ὄλυρα καὶ ὁ βρόμος, ἐπειδὰν δὲ γυμνωθῇ, πολὺ καὶ πυροῦ καὶ κριθῆς καὶ ὀλύρας ἰσχνότερόν τε καὶ μικρότερον γίνεται· ἔστι δὲ καὶ ξανθὸν ὁμοίως τοῖς πυροῖς, οὐχ ὥσπερ ἡ κριθὴ λευκόν.

γίνεται δ’ ἔν τισιν ἔθνεσι κριθὴ γυμνή, καθάπερ ἐν Καππαδοκίᾳ, καὶ καλεῖται οὕτως πρὸς αὐτῶν ἐκείνων ὧς ἐμοὶ νῦν εἴρηται καὶ ἔστι τά τ’ ἄλλα καλλίστη καὶ ἐξ ὕδατος ὥσπερ χόνδρος ἑψηθεῖσα σύν τινι τῶν γλυκέων οἴνων ὢ ἐπιτηδειοτάτη ληφθῆναι.