De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

κέκληται μὲν οὖν ὑπὸ τῶν ἰατρῶν ἡ τοιαύτη δίαιτα λεπτύνουσα, καθότι καὶ παχύνουσαν ἑτέραν ὠνόμασαν ἐναντίαν τῆςδε, κατὰ τὸν γεννώμενον ἐφ’ ἑκατέρας ἐν τοῖς σώμασιν ἡμῶν χυμόν· ἔγνωσται δὲ μακρῷ χρόνῳ πείρᾳ θ’ ἅμα καὶ λόγῳ κριθεῖσα· καὶ γὰρ ὀσμὴ καὶ γεῦσις ἱκανά γνωρίσματα προσβάλλουσι τῷ λογισμῷ πρὸ τῆς πείρας τῶν τοιούτων ἐδεσμάτων ἁπάντων.

ὅσα γὰρ ἐρεθίζει καὶ δάκνει τὰς αἰσθήσεις, εὔδηλον ὧς δριμέα τ’ ἐστὶ ταῦτα καὶ πάχος χυμῶν τέμνειν ἱκανά, καὶ μὲν δὴ καὶ πλείω τοῦ δέοντος ληφθέντα δῆξιν ἐργάζεται τῇ γαστρὶ καὶ ἄσην οὐ σμικράν, ἐμούμενά τε καὶ διαχωρούμενα δριμείας ὀσμὰς ἀποπέμπει· τὰ πλεῖστα δ’ αὐτῶν καὶ οὖρα καὶ ἱδρῶτας ἐκβάλλει δυσώδεις τε καὶ δριμεῖς· καὶ μέν γε καὶ φύμασιν ἐπιτιθέμενα καὶ δοθιῆσιν ἕνια μὲν αὐτῶν ῥήγνυσι καὶ διαβιβρώσκει ῥᾳδίως, ἔνια δὲ κατατίτρησι τὸ δέρμα, πολλὰ δ’· οἷον λέπος ἀφίστησιν αὐτοῦ καί τινα ἕλκη καὶ μάλιστα τὰς καλουμένας ἐσχάρας ἐργάζεται.

ταῦτα πάντα γνωρίσματ’ ἐστὶ μέγιστα τοῦ καὶ τοὺς ἐν τῷ σώματι χυμούς ὑπ’ αὐτῶν λεπτύνεσθαι δριμεῖαν τιν’ ἐχόντων καὶ τμητικὴν δύνασμικρά [*](6 8 τῆσδε] genetivus post ἐναντίος apud rarissimus, nisi quod dicere solet τοὐναντίον τινός ἐφ’ ἑκατέρας om. L 14 τέ εἰσὶ G ταῦτα G: universa (= πάντα) pd: om. V 24 hec omnia sufficientes cognitiones et maxime sunt (super v) L γνωρίσματα εἰσὶ G)

5
μιν, ἀλλὰ καὶ ἡ πεῖρα μαρτυρεῖ τῷ λόγῳ· φαίνεται γὰρ ἱκανῶς ὑπὸ τῶν τοιούτων ἐδεσμάτων ὀνινάμενα πάνθ’ ὅσα παχέων καὶ γλίσχρων καὶ ψυχρῶν χυμῶν ἀναπέπλησται σώματα.

χρὴ δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων ἁπάντων ἐπιστάτην εἷναι τὸν ἰατρόν, τόν τε καιρὸν ἐξευρίσκοντα καὶ τὸ μέτρον τῆς χρήσεως, οὕτω κἀν τοῖσδε· κίνδυνος γὰρ εἰς κακοχυμίαν ἐμπεσεῖν τὸν οὐκ ὀρθῶς αὐτοῖς χρώμενον· ἀλλ’ οὐ τοῦτο νῦν πρόκειται διδάσκειν, ἀλλ’ ὑπὲρ αὐτῶν μόνον τῶν ἐδεσμάτων διελθεῖν.