De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

3

Ἐπειδὴ τὰ πλεῖστα τῶν χρονίων ἀρρωστημάτων λεπτυνούσης χρήζει διαίτης, ὧς πολλάκις ἐπὶ μόνη ταύτῃ καταστῆναι καὶ μηδενὸς ἔτι φαρμάκου δεηθῆναι, καλῶς ἂν ἔχοι διορίσασθαι περὶ αὐτῆς ἀκριβέστερον· ἄμεινον γὰρ ἐν οἷς ἐγχωρεῖ διαίτῃ μόνον χρησάμενον ἐπιτυχεῖν τοῦ τέλους, ἐν τούτοις ἀφίστασθαι τῶν φαρμάκων.

ὧς ἔγωγε καὶ νεφρίτιδας οἶδα καὶ ἀρθρίτιδας οὐκ ὀλίγας, ὅσαι γε μὴ πώρων ἀπέφηναν τὰ ἄρθρα μεστά, τὰς μὲν <πατντελῶς> παυσαμένας ἐπὶ <τῇ> τοιαύτῃ διαίτῃ, τὰς δὲ μετριωτέρας ἀποδειχθείσας· οἶδα δὲ καὶ τῶν δυσπνοίᾳ συνεχῶς ἁλισκομένων οὐκ ὀλίγους [*](1—4, 6 187, 5—188, 7) [*](1 γαληνοῦ περὶ λεπτυνούσης διαίτης: — καὶ παχυνούσης: — G: Incipit lib. (gal.᾿ ν) de subtiliante dieta pv: Liber de subtiliante dieta d: cf. praefatio ἴ’ 5 μόνη ταύτῃ Ο: sola ea L: ταύτῃ μόνη G 6 διορίσασθαι G: determinare quid (quid᾿ p) L: fort, διορίσασθαί τι 10 ὅσαι γε μετὰ ἀπέφηναν τὰ ἄρθρα (om. μεστά) Ο: quecumque nondum cum poris (nudos corporis v) ostenderunt (offenderunt 6.) articulos L id est ὅσαι γε μὴ (vel μηκέτι) μετὰ πώρων ἀπέφηναν τά ἄρθρα, fortasse recte 11 παντελῶς] omnino L: καὶ παντελῶς Ο: om. G <τῇ> addidi ex 12 post τὰς δέ add. καὶ O)

4
εἰς τοσοῦτον ὠφεληθέντας ὧς ἤτοι καταστῆναι τελέως ἢ διὰ μακρῶν χρόνων ἐνοχλεῖσθαι μικρά· τήκει δὲ καὶ σπλῆνας μεγάλους ἡ λεπτύνουσα δίαιτα καὶ ἧπαρ σκιρρούμενον, καὶ ἐπιληψίας τὰς μὲν μικρὰς ἔτι καὶ ἀρχομένας ἰᾶται τελέως, ὅσαι ἁ ἤδη χρόνιαί τε καὶ ὕπουλοι, καὶ ταύτας ὀνίνησιν οὐ μικρά.