De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
δὴ φυλάττεσθαι παραινῶ καὶ πρὸ τούτων τοὺς μύκητας καὶ τωι ᾠῶν τά ἑφθά· τά γὰρ ῥοφητὰ καλούμενα μετρίως καχύνει, καθάπερ καὶ τὸ διὰ χόνδρου ῥόφημα προσλαβὸν οὐκ ἀνήθου μόνον ἤ πράσου ἀλλὰ καὶ τινος τῶν ἀξιολόγως τεμνόντων οἷον ὑσσώπου καὶ γλήχωνος καὶ θύμβρας καὶ πεπέρεως καὶ θύμου· ἀλλὰ πεπέρεως μὲν λεπτὸν ἐπιπάττειν ὠτῶ, τὰ δ’ ἄλλα συνεψεῖν.
καὶ μὶν δὴ καὶ εἴ κοτε δεήσειε γάλακτι χρῆσθαι, καὶ τοῦτο διά τινος τῶν τοιούτων ἑψείσθω· μέλιτι δὲ μιγνύμενον γάλα τοῖς μὲν κατά θώρακα πάθεσιν ὀά ἀνεπιτήδειον, εἰς δὲ τά καθ’ ἧπάρ τε κα·ὶ σπλῆνα βλαβερώτατον ὅσα γε λεπτυνούσης χρῄζει διαίτης· ἀεὶ γὰρ τούτου χρὴ μεμνῆσθαι τοῦ κατ’ ἀρχὰς εὐθὺς εἰρημένου καὶ μὴ νομίζειν ἁπλῶς γεγράφθαι τὰ μόρια χωρὶς τοῦ πάσχειν κ’ ὧς εἴρηται.