De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

οὐ μὴν τούτου γ’ ἕνεκα καὶ αὐτὸν χρὴ τῶν ἄλλων ἀπάντων ἀμελεῖν, ἀλλὰ γυμνασίοις τε χρῆσθαι τοῖς προσήκουσι καὶ τὰς τῶν εἰρημένων ἐδεσμάτων ποιότητάς τε καὶ ποσότητας ἀκριβῶς παραφυλάττειν· ἄμεινον γὰρ οἶμαι διὰ πάντων τῶν ὠφελούντων ἰόντα θᾶττον ἐπιτυχεῖν τοῦ τέλους ἢ τοῖς χρηστοῖς τά πονηρὰ μιγνύντα μέχρι τέλους νοσηλεύεσθαι.

Καὶ μὲν δὴ καὶ ὁ τοῦ γάλακτος ὄρρος ἐκ τῶν λεπτυνόντων ἐστὶ πρὸς τῷ ὑπάγειν τὴν γαστέρα· χρῆσθαι τοίνυν αὐτῷ πολλάκις ἔκ τινων διαστημάτων [*](1—6 198, 14 s. 394, 2—4. 158, 16 s.6—14 O 394, 2—395, 1 22. 28 ὁ 198, 13 s, ὁ 158, 16 s.) [*](1 οὕτω G ἂν εἴη G: φανείη Ο 394, 4 3 γοῦν scripsi: οὑν G 4. 5 fort, τούτῳ <γ΄> οὐ 8 ἀπάντων om. Ο AC in Ο : ὑπάρχει G et BV in O τμητικώτατον fort, recte 9 οἴνῳ χρῆσθαι G : χρῆσθαι καὶ οἴνῳ Ο fort, recte 18 γενομένους Ο: γινομένους G)

36
ἁρμόττει· τὸ μέντοι γάλα παχύνει πως ἤδη καὶ τούτου γὰρ τῶν ἐσχάτως παχυνόντων ὥσπερ βολβοὶ καὶ κοχλίαι καὶ τὸ ὄσπρια πανία καὶ ἐγκέφαλοι καὶ τῶν σπλάγχνων ἧπάρ τε καὶ σπλ·ὴν καὶ νεφροὶ ταῦτ’ οὔ