De victu attenuante

Galen

Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898

καὶ οὕτως ἂν εἴη σοι καὶ λόγῳ καὶ πείρᾳ βασανίζοντι τῶν εἰς λεπτύνουσαν δίαιταν ἐπιτηδειότατον τὸ ὀξύμελι· τό τε γοῦν φαρμακῶδες ὅ τισιν ὑπάρχει τῶν λυσιτελούντων τούτῳ οὐ πρόσεστιν οὔτε κακόχυμόν ἐστιν οὔτε κακοστόμαχον οὔτ’ ἄλλην ἀτοπίαν ἔχον οὐδεμίαν.

εἰ δὲ καὶ σκιλλητικὸν εἴη τὸ ὄξος, οὕτω μὲν ἂν οὐ διαιτημάτων μόνον ἀλλὰ καὶ φαρμάκων ἁπάντων ὑπάρχοι τμητικώτερον, καὶ προσήκει τοιούτῳ οἴνῳ χρῆσθαι καὶ ὄξει τοὺς ἄκρως τέμνειν καὶ λεπτύνειν βουλομένους ὅσον ἐν τῷ σώματι παχὺ καὶ γλίσχρον καὶ φλεγματῶδες ὑποτρέφεται περίττωμα, ὧς ἔγωγε μυρίους οἶδα τἆλλα μὴ πάνυ καλῶς διαιτωμένους ὑγιεῖς εἰς τέλος γενομένους ἐπὶ τῷ διὰ τῆς σκίλλης ὄξει τε καὶ οἴνῳ.

οὐ μὴν τούτου γ’ ἕνεκα καὶ αὐτὸν χρὴ τῶν ἄλλων ἀπάντων ἀμελεῖν, ἀλλὰ γυμνασίοις τε χρῆσθαι τοῖς προσήκουσι καὶ τὰς τῶν εἰρημένων ἐδεσμάτων ποιότητάς τε καὶ ποσότητας ἀκριβῶς παραφυλάττειν· ἄμεινον γὰρ οἶμαι διὰ πάντων τῶν ὠφελούντων ἰόντα θᾶττον ἐπιτυχεῖν τοῦ τέλους ἢ τοῖς χρηστοῖς τά πονηρὰ μιγνύντα μέχρι τέλους νοσηλεύεσθαι.

Καὶ μὲν δὴ καὶ ὁ τοῦ γάλακτος ὄρρος ἐκ τῶν λεπτυνόντων ἐστὶ πρὸς τῷ ὑπάγειν τὴν γαστέρα· χρῆσθαι τοίνυν αὐτῷ πολλάκις ἔκ τινων διαστημάτων [*](1—6 198, 14 s. 394, 2—4. 158, 16 s.6—14 O 394, 2—395, 1 22. 28 ὁ 198, 13 s, ὁ 158, 16 s.) [*](1 οὕτω G ἂν εἴη G: φανείη Ο 394, 4 3 γοῦν scripsi: οὑν G 4. 5 fort, τούτῳ <γ΄> οὐ 8 ἀπάντων om. Ο AC in Ο : ὑπάρχει G et BV in O τμητικώτατον fort, recte 9 οἴνῳ χρῆσθαι G : χρῆσθαι καὶ οἴνῳ Ο fort, recte 18 γενομένους Ο: γινομένους G)

36
ἁρμόττει· τὸ μέντοι γάλα παχύνει πως ἤδη καὶ τούτου γὰρ τῶν ἐσχάτως παχυνόντων ὥσπερ βολβοὶ καὶ κοχλίαι καὶ τὸ ὄσπρια πανία καὶ ἐγκέφαλοι καὶ τῶν σπλάγχνων ἧπάρ τε καὶ σπλ·ὴν καὶ νεφροὶ ταῦτ’ οὔ

δὴ φυλάττεσθαι παραινῶ καὶ πρὸ τούτων τοὺς μύκητας καὶ τωι ᾠῶν τά ἑφθά· τά γὰρ ῥοφητὰ καλούμενα μετρίως καχύνει, καθάπερ καὶ τὸ διὰ χόνδρου ῥόφημα προσλαβὸν οὐκ ἀνήθου μόνον ἤ πράσου ἀλλὰ καὶ τινος τῶν ἀξιολόγως τεμνόντων οἷον ὑσσώπου καὶ γλήχωνος καὶ θύμβρας καὶ πεπέρεως καὶ θύμου· ἀλλὰ πεπέρεως μὲν λεπτὸν ἐπιπάττειν ὠτῶ, τὰ δ’ ἄλλα συνεψεῖν.

καὶ μὶν δὴ καὶ εἴ κοτε δεήσειε γάλακτι χρῆσθαι, καὶ τοῦτο διά τινος τῶν τοιούτων ἑψείσθω· μέλιτι δὲ μιγνύμενον γάλα τοῖς μὲν κατά θώρακα πάθεσιν ὀά ἀνεπιτήδειον, εἰς δὲ τά καθ’ ἧπάρ τε κα·ὶ σπλῆνα βλαβερώτατον ὅσα γε λεπτυνούσης χρῄζει διαίτης· ἀεὶ γὰρ τούτου χρὴ μεμνῆσθαι τοῦ κατ’ ἀρχὰς εὐθὺς εἰρημένου καὶ μὴ νομίζειν ἁπλῶς γεγράφθαι τὰ μόρια χωρὶς τοῦ πάσχειν κ’ ὧς εἴρηται.

παχυχυμότατον <μὲν οὖν> γάλα τὸ τυρωδέστατον, οἷονπερ ἑαὶ τὸ βόειον καὶ τὸ τῆς ὑός, λεπτότατον δὲ [καὶ] <τὸ> ὀρρωδέστατον, οἷονπερ ἐστὶ τὸ ὄνειον, ἐν τῷ μέσῳ δ’ ἀμφοῖν τὸ τῆς αἰγός· ἀλλά τὸ μὲν ἑφθὸν παχυχυμότατόν ἐστιν· ἀναλίσκει γάρ ἡ ἕψησις ἐξ αὐτοῦ τὸ λεπτότερόν τε καὶ ὀρρωδέστερον· εἰ δὲ καὶ μέλιτος ἢ ἀλῶν ἢ ἀμφοτέρων προσλάβοι, [*](1ἀρμόσσει 3 προειρημένοις G 11 ὁσώπου καὶ γλίχ G 14 γάλατι G 21 παχυχυμώτατον G utrobique <μὲν οὖν> addidi 28 <τὸ> scripsi: καὶ)

37
πολὺ δὴ μᾶλλον ἔτι λεπτότερον ἔσται.

ἐξ οὑν τῶν εἰρη- μένων εὔδηλον ὧς ὄνειον μὲν ὦμόν γάλα προσλαβὸν ἁλῶν ἢ μέλιτος ἥκιστα ἂν εἴη παχύχυμον, ὥστε οὐδὲ βλάψει τι τοὺς λεπτυνούσῃ διαίτῃ χρῆσθαι δεομένους· τὰ δ’ ἄλλα πάντα φυλάττεσθαι προσήκει.

[*](2 προσλαβὸν ex προσλαβὼν G1)