De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
Καὶ δὴ τούτων οὕτως ἐχόντων αὖθις ἐπὶ τὸ προκείμενον ἰτέον. ἐν δὲ τῷ καθόλου γνωστέον, ὥσπερ ἐπὶ θώρακός τε καὶ πνεύμονος οἶ γλυκεῖς τῶν οἴνων ἄμα τινὶ τῶν λεπτυνόντων φαρμάκων ἐκκαθαίρουσι τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ φλεγματώδεις, οὕτως ἐν οἷς ἧπαρ ἢ σπλὴν μέγας ὑπάρχει, μείζονα τὴν ἀπ’ αὐτῶν βλάβην τῆς ὡφελείας γίνεσθαι· ἀθρόα γὰρ ἐπὶ τῶν σπλάγχνων τούτων ὁλκὴ τῶν εἰς τὴν κοιλίαν καταποθέντων γίνεται, καὶ ταύτῃ σφηνοῦται ταχέως ἐν τοῖς πέρασι τῶν ἀγγείων καὶ μᾶλλον καθ’ ἧπαρ, ἔνθα συνάπτουσιν αἶ ἀπὸ τῶν πυλῶν φλέβες ταῖς ἀπὸ τῆς κοίλης.
οὔτ’ οὖν φλεγμαίνουσιν οὔτε σκιρρουμένοις οὔτ’ ἐμπεφραγμένοις τὰ στενὰ στόματα τῶν ἀγγείων τοῖς σπλάγχνοις οὐδὲν τῶν γλυκέων ἐπιτήδειον, οὐδ’ οὖν οὐδ’ αὐτὸ τὸ μέλι καίτοι τμητικῆς ὑπάρχον δυνάμεως, ἀλλὰ καὶ τούτου τὸ σφοδρὸν τῆς γλυκύτητος [*](1 post συγχωρητέον add. αὐτοῖς· G, del. G 1 3 ποιούμενος G : cf. XV 543, 11s. VI 85, 2 8. 223, 4 s. 10 διακείμενα G1)