De victu attenuante
Galen
Galenus, De Victu Attenuante, Kalbfleisch, Teubner, 1898
ἐν τούτω τῷ γένει καὶ πρὸς τούς κάμνοντάς εἰσι χάριτες τοῖς ἰατροῖς· τὸ μὲν γάρ βλαβερὸν αἰτοῦσιν αὐτοῖς οὐκ ἂν τις συγχωρήσειεν, ὥσπερ οὐδ’ εἰ φύγοιεν τὸ συμφέρον, τὰ δ’ οὐδέτερα καὶ φεύγουσι καὶ διώκουσι τοῖς [*](2 χοιρέων G 3 ἐδωδῆς] hic desinunt versiones latinae 11 f G 12 οὐδ’ ἂν scripsi: οὐδὲ G 16 αὐτὴν potius quam αὐτὰ G: sensus hie fere τῶν μὲν πρώτων τε καὶ δι’ αὐτά, <τῶν δ’ ὧς βλαπτόντων τὰ> αἱρετά 17 <μέσον> addidi coll. 19 an ὑγιεινὸν <ὂν>? cf. § 53 20 <μὴ> scripsi: φύγομεν G: fort. φεύγωμεν 24 φύγειεν G )
ἔστι δ’ οὐχ ἀπλῶς μία φύσις ἐδεσμάτων ἢ πομάτων ἢ ὅλως διαιτημάτων ὑγιεινὴ καὶ νοσώδης καὶ οὐδετέρα, ἀλλ’ ἐν τῷ πρός τι πάντα τὰ τοιαῦτα λέγεται· ὧν οὑν ἐμνημόνευσα κατ’ ἀρχὰς τοῦδε τοῦ λόγου νοσημάτων, ὑγιεινὴ μὲν ἡ λεπτύνουσα δίαιτα, νοσώδης δ’ ἡ παχύνουσα, μέση δ’ ἀμφοῖν ᾗ μηδέτερον ὑπάρχει σαφῶς, ἀλλ’ ὧς ἂν διακείμενα παραλάβῃ τὰ ἐν τῷ σώματι, τοιαῦτα φυλάττει.