De naturalibus facultatibus
Galen
Galen. On the Natural Faculties. Brock, A. J., editor. London: William Heinemann Ltd.; Cambridge, MA.: Harvard University Press, 1916.
μὴ τοίνυν ὡς ἀποδείξεις ὑφʼ ἡμῶν εἰρῆσθαι νομίζειν τὰ τοιαῦτα μᾶλλον ἢ περὶ τῆς τῶν ἄλλως γιγνωσκόντων ἀναισθησίας ἐνδείξεις, οἳ μηδὲ τὰ πρὸς ἁπάντων ὁμολογούμενα καὶ καθʼ ἑκάστην ἡμέραν φαινόμενα γιγνώσκουσιν· τὰς δʼ ἀποδείξεις αὐτῶν τὰς κατʼ ἐπιστήμην ἐξ ἐκείνων χρὴ λαμβάνειν τῶν ἀρχῶν, ὧν ἤδη καὶ πρόσθεν εἴπομεν, ὡς τὸ δρᾶν καὶ πάσχειν εἰς ἄλληλα τοῖς σώμασιν ὑπάρχει κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν. καὶ
Ἐρασίστρατος δέ μοι δοκεῖ καὶ αὐτὸ τοῦτʼ ἀγνοεῖν, ὡς, ἥτις ἂν ἐν τῷ σώματι διάθεσις βλάπτῃ τὴν ἐνέργειαν μὴ κατά τι συμβεβηκὸς ἀλλὰ πρώτως τε καὶ καθʼ ἑαυτήν, αὕτη τὸ νόσημά ἐστιν αὐτό. πῶς οὖν ἔτι διαγνωστικός τε καὶ ἰατικὸς ἔσται τῶν νοσημάτων ἀγνοῶν ὅλως αὐτὰ τίνα τʼ ἐστὶ καὶ πόσα καὶ ποῖα; κατὰ μὲν δὴ τὴν γαστέρα τό γε τοσοῦτον Ἐρασίστρατος ἠξίωσε
ἀλλʼ οὔθʼ Ἱπποκράτης οὔτʼ ἄλλος τις ὧν ὀλίγῳ πρόσθεν ἐμνημόνευσα φιλοσόφων ἢ ἰατρῶν ἄξιον ᾤετʼ εἶναι παραλιπεῖν· ἀλλὰ τὴν κατὰ φύσιν ἐν ἑκάστῳ ζῴῳ θερμασίαν εὔκρατόν τε καὶ μετρίως ὑγρὰν οὖσαν αἵματος εἶναί φασι γεννητικὴν καὶ διʼ αὐτό γε τοῦτο καὶ τὸ αἷμα θερμὸν καὶ ὑγρὸν εἶναί φασι τῇ δυνάμει χυμόν, ὥσπερ τὴν ξανθὴν χολὴν θερμὴν καὶ ξηρὰν εἶναι, εἰ καὶ ὅτι μάλισθʼ ὑγρὰ φαίνεται. διαφέρειν γὰρ αὐτοῖς δοκεῖ τὸ κατ φαντασίαν ὑγρὸν τοῦ κατὰ δύναμιν. ἢ τίς οὐκ οἶδεν, ὡς ἅλμη μὲν καὶ θάλαττα ταριχεύει τὰ κρέα καὶ ἄσηπτα διαφυλάττει, τὸ δʼ ἄλλο πᾶν ὕδωρ τὸ πότιμον ἑτοίμως διαφθείρει τε καὶ σήπει; τίς δʼ οὐκ οἶδεν, ὡς ξανθῆς χολῆς ἐν τῇ γαστρὶ περιεχομένης πολλῆς ἀπαύστῳ δίψει συνεχόμεθα καὶ ὡς ἐμέσαντες αὐτὴν εὐθὺς ἄδιψοι γιγνόμεθα μᾶλλον ἢ εἰ πάμπολυ ποτὸν προσηράμεθα; θερμὸς οὖν εὐλόγως ὁ χυμὸς οὗτος εἴρηται καὶ ξηρὸς κατὰ δύναμιν, ὥσπερ γε καὶ τὸ φλέγμα ψυχρὸν καὶ ὑγρόν. ἐναργεῖς γὰρ καὶ περὶ τούτου πίστεις Ἱπποκράτει τε καὶ τοῖς ἄλλοις εἴρηνται παλαιοῖς.
Πρόδικος δʼ ἐν τῷ περὶ φύσεως ἀνθρώπου γράμματι τὸ συγκεκαυμένον καὶ οἷον ὑπερωπτημένον ἐν τοῖς χυμοῖς ὀνομάζων φλέγμα παρὰ τὸ πεφλέχθαι τῇ λέξει μὲν ἑτέρως χρῆται, φυλάττει
ἆρʼ οὖν θερμὸς μέν τίς ἐστι καὶ ὑγρὸς χυμὸς καὶ θερμὸς καὶ ξηρὸς ἕτερος καὶ ὑγρὸς καὶ ψυχρὸς ἄλλος, οὐδεὶς δʼ ἐστὶ ψυχρὸς καὶ ξηρὸς τὴν δύναμιν, ἀλλʼ ἡ τετάρτη συζυγία τῶν κράσεων ἐν ἅπασι τοῖς ἄλλοις ὑπάρχουσα μόνοις τοῖς χυμοῖς οὐχ ὑπάρχει; καὶ μὴν ἥ γε μέλαινα χολὴ τοιοῦτός ἐστι χυμός, ὃν οἱ σωφρονοῦντες ἰατροὶ καὶ φιλόσοφοι πλεονεκτεῖν ἔφασαν τῶν μὲν ὡρῶν τοῦ ἔτους ἐν φθινοπώρῳ μάλιστα, τῶν δʼ ἡλικιῶν ἐν ταῖς μετὰ τὴν ἀκμήν. οὕτω δὲ καὶ διαιτήματα καὶ χωρία καὶ καταστάσεις καὶ νόσους τινὰς ψυχρὰς καὶ ξηρὰς εἶναί φασιν· οὐ γὰρ δὴ χωλὴν ἐν ταύτῃ μόνῃ τῇ συζυγίᾳ τὴν φύσιν εἶναι νομίζουσιν ἀλλʼ ὥσπερ τὰς ἄλλας τρεῖς οὕτω καὶ τήνδε διὰ πάντων ἐκτετάσθαι.
ηὐξάμην οὖν κἀνταῦθʼ ἐρωτῆσαι δύνασθαι τὸν Ἐρασίστρατον, εἰ μηδὲν ὄργανον ἡ τεχνικὴ φύσις ἐδημιούργησε καθαρτικὸν τοῦ τοιούτου χυμοῦ, ἀλλὰ τῶν μὲν οὔρων ἄρα τῆς διακρίσεώς ἐστιν ὄργανα δύο καὶ τῆς ξανθῆς χολῆς ἕτερον οὐ
ταῦτʼ οὖν ἅπαντα πρός τε τὰς διαγνώσεις τῶν νοσημάτων καὶ τὰς ἰάσεις μεγίστην παρεχόμενα χρείαν ὑπερεπήδησε τελέως ὁ Ἐρασίστρατος καὶ καταφρονεῖν προσεποιήσατο τηλικούτων ἀνδρῶν ὁ μηδὲ τῶν τυχόντων καταφρονῶν ἀλλʼ ἀεὶ φιλοτίμως ἀντιλέγων ταῖς ἤλιθιωτάταις δόξαις. ᾧ καὶ δῆλον, ὡς οὐδὲν ἔχων οὔτʼ ἀντειπεῖν τοῖς πρεσβυτέροις ὑπὲρ ὧν ἀπεφήναντο περὶ σπληνὸς ἐνεργείας τε καὶ χρείας οὔτʼ αὐτὸς ἐξευρίσκων τι καινὸν εἰς τὸ μηδὲν ὅλως εἰπεῖν ἀφίκετο. ἀλλʼ ἡμεῖς γε πρῶτον μὲν ἐκ τῶν αἰτίων, οἷς ἅπαντα διοικεῖται τὰ κατὰ τὰς
τί δʼ ἂν εἴη λεῖπον ἄλλο γʼ ἢ ἐξηγήσασθαι σαφῶς, οἷόν τι βούλονταί τε καὶ ἀποδεικνύουσι περὶ τὴν τῶν χυμῶν γένεσιν οἱ παλαιοὶ συμβαίνειν. ἐναργέστερον δʼ ἂν γνωσθείη διὰ παραδείγματος. οἶνον δή μοι νόει γλεύκινον οὐ πρὸ πολλοῦ τῶν σταφυλῶν ἐκτεθλιμμένον ζέοντά τε καὶ ἀλλοιούμενον ὑπὸ τῆς ἐν αὐτῷ θερμασίας· ἔπειτα κατὰ τὴν αὐτοῦ μεταβολὴν δύο γεννώμενα περιττώματα τὸ μὲν κουφότερόν τε καὶ ἀερωδέστερον, τὸ δὲ βαρύτερόν τε καὶ γεωδέστερον, ὧν τὸ μὲν ἄνθος, οἶμαι, τὸ δὲ τρύγα καλοῦσι. τούτων τῷ μὲν ἑτέρῳ τὴν ξανθὴν χολήν, τῷ δʼ ἑτέρῳ τὴν μέλαιναν εἰκάζων οὐκ ἂν ἁμάρτοις, οὐ τὴν αὐτὴν ἐχόντων ἰδέαν τῶν χυμῶν τούτων ἐν τῷ κατὰ φύσιν διοικεῖσθαι τὸ ζῷον, οἵαν καὶ παρὰ φύσιν ἔχοντος ἐπιφαίνονται πολλάκις. ἡ μὲν γὰρ ξανθὴ λεκιθώδης γίγνεται· καὶ γὰρ ὀνομάζουσιν οὕτως αὐτήν, ὅτι ταῖς τῶν ὠῶν λεκίθοις ὁμοιοῦται κατά τε χρόαν καὶ πάχος. ἡ δʼ αὖ μέλαινα κακοηθέστερα μὲν πολὺ καὶ
κατὰ τὴν τοῦ αἵματος γένεσιν ὅσον ἂν ἱκανῶς παχὺ καὶ γεῶδες ἐκ τῆς τῶν σιτίων φύσεως ἐμφερόμενον τῇ τροφῇ μὴ δέξηται καλῶς τὴν ἐκ τῆς ἐμφύτου θερμασίας ἀλλοίωσιν, ὁ σπλὴν εἰς ἑαυτὸν ἕλκει τοῦτο. τὸ δʼ ὀπτηθέν, ὡς ἄν τις εἴποι, καὶ συγκαυθὲν τῆς τροφῆς, εἴη δʼ ἂν τοῦτο τὸ θερμότατον ἐν αὐτῇ καὶ γλυκύτατον, οἷον τό τε μέλι καὶ ἡ πιμελή, ξανθὴ γενόμενον χολὴ διὰ τῶν χοληδόχων ὀνομαζομένων ἀγγείων ἐκκαθαίρεται. λεπτὸν δʼ ἐστὶ τοῦτο καὶ ὑγρὸν καὶ Ῥυτὸν οὐχ ὥσπερ ὅταν ὀπτηθὲν ἐσχάτως ξανθὸν καὶ πυρῶδες καὶ παχὺ γένηται ταῖς τῶν
εἰς τὴν τῆς οὕτω συγκαυθείσης μελαίνης χολῆς ἰδέαν καὶ ἡ λεκιθώδης ἐκείνη μεθίσταται πολλάκις, ὅταν καὶ αὐτή ποθʼ οἷον ὀπτηθεῖσα τύχῃ πυρώδει θερμασίᾳ. τὰ δʼ ἄλλα τῶν χολῶν εἴδη σύμπαντα τὰ μὲν ἐκ τῆς τῶν εἰρημένων κράσεως γίγνεται, τὰ δʼ οἷον ὁδοί τινές εἰσι τῆς τούτων γενέσεώς τε καὶ εἰς ἄλληλα μεταβολῆς. διαφέρουσι δὲ τῷ τὰς μὲν ἀκράτους εἶναι καὶ μόνας, τὰ δʼ οἷον ὀρροῖς τισιν ἐξυγρασμένας. ἀλλʼ οἱ μὲν ὀρροὶ τῶν χυμῶν ἅπαντες περιττώματα καὶ καθαρὸν αὐτῶν εἶναι δεῖται τοῦ ζῴου τὸ σῶμα. τῶν δʼ εἰρημένων χυμῶν ἐστί τις χρεία τῇ φύσει καὶ τοῦ παχέος καὶ τοῦ λεπτοῦ καὶ καθαίρεται πρός τε τοῦ σπληνὸς καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως τὸ αἷμα καὶ ἀποτίθεται τοσοῦτόν τε καὶ τοιοῦτον ἑκατέρου μέρος, ὅσον καὶ οἷον, εἴπεο εἰς
φλέγματος δʼ οὐδὲν ἐποίησεν ἡ φύσις ὄργανον καθαρτικόν, ὅτι ψυχρὸν καὶ ὑγρόν ἐστι καὶ οἷον ἡμίπεπτός τις τροφή. δεῖται τοίνυν οὐ κενοῦσθαι τὸ τοιοῦτον ἀλλʼ ἐν τῷ σώματι μένον ἀλλοιοῦσθαι. τὸ δʼ ἐξ ἐγκεφάλου καταρρέον περίττωμα τάχα μὲν ἂν οὐδὲ φλέγμα τις ὀρθῶς ἀλλὰ βλένναν τε καὶ κόρυζαν, ὥσπερ οὖν καὶ ὀνομάζεται, καλοίη. εἰ δὲ μή, ἀλλʼ ὅτι γε τῆς τούτου κενώσεως ὀρθῶς ἡ φύσις προὐνοήσατο, καὶ τοῦτʼ ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται. καὶ γὰρ οὖν καὶ τὸ κατά τε τὴν γαστέρα καὶ τὰ ἔντερα συνιστάμενον φλέγμα ὅπως ἂν ἐκκενωθῇ καὶ αὐτὸ τάχιστά τε καὶ κάλλιστα, τὸ παρεσκευασμένον τῇ φύσει μηχάνημα διʼ ἐκείνων εἰρήσεται καὶ αὐτὸ τῶν
ταῦτʼ ἀρκεῖν μοι δοκεῖ περὶ γενέσεώς τε καὶ διαφθορᾶς χυμῶν ὑπομνήματʼ εἶναι τῶν Ἱπποκράτει τε καὶ Πλάτωνι καὶ Ἀριστοτέλει καὶ Πραξαγόρόρᾳ καὶ Διοκλεῖ καὶ πολλοῖς ἄλλοις τῶν παλαιῶν εἰρημένων· οὐ γὰρ ἐδικαίωσα πάντα μεταφέρειν εἰς τόνδε τὸν λόγον τὰ τελέως ἐκείνοις γεγραμμένα. τοσοῦτον δὲ μόνον ὑπὲρ ἑκάστου εἶπον, ὅσον ἐξορμήσει τε τοὺς ἐντυγχάνοντας, εἰ μὴ παντάπασιν εἶεν σκαιοί, τοῖς τῶν παλαιῶν ὁμιλῆσαι γράμμασι καὶ τὴν εἰς τὸ Ῥᾷον αὐτοῖς συνεῖναι βοήθειαν παρέξει. γέγραπται δέ που καὶ διʼ ἑτέρου λόγου περὶ τῶν κατὰ Πραξαγόραν τὸν Νικάρχου χυμῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα
ἐπαινεῖν μὲν οὖν χρὴ τούς τʼ ἐξηγησαμένους τὰ καλῶς εἰρημένα καὶ τοὺς εἴ τι παραλέλειπται προστιθέντας· οὐ γὰρ οἷόν τε τὸν αὐτὸν ἄρξασθαί τε καὶ τελειῶσαι· μέμφεσθαι δὲ τοὺς οὕτως ἀταλαιπώρους, ὡς μηδὲν ὑπομένειν μαθεῖν τῶν ὀρθῶς εἰρημένων, καὶ τοὺς εἰς τοσοῦτον φιλοτίμους, ὥστʼ ἐπιθυμίᾳ νεωτέρων δογμάτων ἀεὶ πανουργεῖν τι καὶ σοφίζεσθαι, τὰ μὲν ἑκόντας παραλιπόντας, ὥσπερ Ἐρασίστρατος ἐπὶ τῶν χυμῶν ἐποίησε, τὰ δὲ πανούργως ἀντιλέγοντας, ὥσπερ αὐτός θʼ οὗτος καὶ ἄλλοι πολλοὶ τῶν νεωτέρων.
ἀλλʼ οὗτος μὲν ὁ λόγος ἐνταυθοῖ τελευτάτω, τὸ δʼ ὑπόλοιπον ἅπαν ἐν τῷ τρίτῳ προσθήσω.
Ὅτι μὲν οὖν ἡ θρέψις ἀλλοιουμένου τε καὶ ὁμοιουμένου γίγνεται τοῦ τρέφοντος τῷ τρεφομένῳ καὶ ὡς ἐν ἑκάστῳ τῶν τοῦ ζῴου μορίων ἐστί τις δύναμις, ἣν ἀπὸ τῆς ἐνεργείας ἀλλοιωτικὴν μὲν κατὰ γένος, ὁμοιωτικὴν δὲ καὶ θρεπτικὴν κατʼ εἶδος ὀνομάζομεν, ἐν τῷ πρόσθεν δεδήλωται λόγῳ. τὴν δʼ εὐπορίαν τῆς ὕλης, ἣν τροφὴν ἑαυτῷ ποιεῖται τὸ τρεφόμενον, ἐξ ἑτέρας τινὸς ἔχειν ἐδείκνυτο δυνάμεως ἐπισπᾶσθαι πεφυκυίας τὸν οἰκεῖον χυμόν, εἶναι δʼ οἰκεῖον ἑκάστῳ τῶν μορίων χυμόν, ὃς ἂν ἐπιτήδειος εἰς τὴν ἐξομοίωσιν ᾖ, καὶ τὴν ἕλκουσαν αὐτὸν δύναμιν ἀπὸ τῆς ἐνεργείας ἑλκτικήν τέ τινα καὶ ἐπισπαστικὴν ὀνομάζεσθαι. δέδεικται δὲ καί, ὡς πρὸ μὲν τῆς ὁμοιώσεως ἡ πρόσφυσίς ἐστιν, ἐκείνης δʼ ἔμπροσθεν ἡ πρόσθεσις γίγνεται, τέλος, ὡς ἂν εἴποι τις, οὖσα τῆς κατὰ τὴν ἐπισπαστικὴν δύναμιν ἐνεργείας. αὐτὸ μὲν γὰρ τὸ παράγεσθαι τὴν τροφὴν ἐκ τῶν φλεβῶν εἰς ἕκαστον τῶν μορίων τῆς ἑλκτικῆς ἐνεργούσης γίγνεται δυνάμεως,
ὁ μὲν δὴ λόγος ἤδη σαφῶς ἐνεδείξατο τὴν ἀνάγκην τῆς γενέσεως τῆς τοιαύτης δυνάμεως καὶ ὅστις ἀκολουθίας σύνεσιν ἔχει, πέπεισται βεβαίως ἐξ ὧν εἴπομεν, ὡς ὑποκειμένου τε καὶ προαποδεδειγμένου τοῦ τεχνικὴν εἶναι τὴν φύσιν καὶ τοῦ ζῴου κηδεμονικὴν ἀναγκαῖον ὑπάρχειν αὐτῇ καὶ τὴν τοιαύτην δύναμιν.
ἀλλʼ ἡμεῖς οὐ τούτῳ μόνῳ τῷ γένει τῆς ἀποδείξεως εἰθισμένοι χρῆσθαι, προστιθέντες δʼ αὐτῷ καὶ τὰς ἐκ τῶν ἐναργῶς φαινομένων ἀναγκαζούσας τε καὶ βιαζομένας πίστεις ἐπὶ τὰς τοιαύτας καὶ νῦν ἀφιξόμεθα καὶ δείξομεν ἐπὶ μέν τινων μορίων τοῦ σώματος οὕτως ἐναργῆ τὴν καθεκτικὴν δύναμιν, ὡς αὐταῖς ταῖς αἰσθήσεσι διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς, ἐπὶ δέ τινων ἧττον μὲν ἐναργῶς ταῖς αἰσθήσεσι, λόγῳ δὲ κἀνταῦθα φωραθῆναι δυναμένην.
Ἀρξώμεθʼ οὖν τῆς διδασκαλίας ἀπʼ αὐτοῦ τοῦ τέως πρῶτον μεθόδῳ τινὶ προχειρίσασθαι μόριʼ ἄττα τοῦ σώματος, ἐφʼ ὧν ἀκριβῶς ἔστι βασανίσαι τε καὶ ζητῆσαι τὴν καθεκτικὴν δύναμιν ὁποία ποτʼ ἐστίν.
ἆρʼ οὖν ἄμεινον ἄν τις ἑτέρωθεν ἢ ἀπὸ τῶν μεγίστων τε καὶ κοιλοτάτων ὀργάνων ὑπάρξαιτο τῆς ζητήσεως; ἐμοὶ μὲν οὖν οὐκ ἂν δοκεῖ βέλτιον. ἐναργεῖς γοῦν εἰκὸς ἐπὶ τούτων φανῆναι τὰς ἐνεργείας διὰ τὸ μέγεθος· ὡς τά γε σμικρὰ τάχʼ ἄν, εἰ καὶ σφοδρὰν ἔχει τὴν τοιαύτην δύναμιν, ἀλλʼ οὐκ αἰσθήσει γʼ ἑτοίμην διαγιγνώσκεσθαι τὴν ἐνέργειαν αὐτῆς.
ἀλλʼ ἔστιν ἐν τοῖς μάλιστα κοιλότατα καὶ μέγιστα τῶν τοῦ ζῴου μορίων ἥ τε γαστὴρ καὶ αἱ μῆτραί τε καὶ ὑστέραι καλούμεναι. τί οὖν κωλύει ταῦτα πρῶτα προχειρισαμένους ἐπισκέψασθαι τὰς ἐνεργείας αὐτῶν, ὅσαι μὲν καὶ πρὸ τῆς ἀνατομῆς
περὶ μὲν οὖν ἀμφοτέρων τῶν ὀργάνων ἅμα λέγειν ἀδύνατον, ἐν μέρει δʼ ὑπὲρ ἑκατέρου ποιησόμεθα τὸν λόγον ἀπὸ τοῦ σαφέστερον ἐνδείξασθαι δυναμένου τὴν καθεκτικὴν δύναμιν ἀρξάμενοι. κατέχει μὲν γὰρ καὶ ἡ γαστὴρ τὰ σιτία, μέχρι περ ἂν ἐκπέψῃ, κατέχουσι δὲ καὶ αἱ μῆτραι τὸ ἔμβρυον, ἔστʼ ἂν τελειώσωσιν· ἀλλὰ πολλαπλάσιός ἐστιν ὁ τῆς τῶν ἐμβρύων τελειώσεως χρόνος τῆς τῶν σιτίων πέψεως.
εἰκὸς οὖν καὶ τὴν δύναμιν ἐναργέστερον ἐν ταῖς μήτραις φωράσειν ἡμᾶς τὴν καθεκτικήν, ὅσῳ καὶ πολυχρονιωτέραν τῆς γαστρὸς τὴν ἐνέργειαν κέκτηται. μησὶ γὰρ ἐννέα που ταῖς πλείσταις τῶν γυναικῶν ἐν αὐταῖς τελειοῦται τὰ κυήματα, μεμυκυίαις μὲν ἅπαντι τῷ αὐχένι, περιεχούσαις δὲ πανταχόθεν αὐτὰ σὺν τῷ χορίῳ. καὶ πέρας γε τῆς τοῦ στόματος μύσεως καὶ τῆς τοῦ κυουμένου κατὰ τὰς μήτρας μονῆς ἡ χρεία τῆς ἐνεργείας ἐστίν· οὐ γὰρ ὡς ἔτυχεν οὐδʼ ἀλόγως ἱκανὰς περιστέλλεσθαι καὶ κατέχειν τὸ
καὶ χρὴ πάλιν κἀνταῦθα καταμαθεῖν τῆς φύσεως τὴν τέχνην, ὡς οὐ μόνον ἐνεργειῶν χρησίμων δυνάμεις ἐνέθηκεν ἑκάστῳ τῶν ὀργάνων, ἀλλὰ καὶ τοῦ τῶν ἡσυχιῶν τε καὶ κινήσεων καιροῦ προὐνοήσατο. καλῶς μὲν γὰρ ἁπάντων γιγνομένων τῶν κατὰ τὴν κύησιν ἡ ἀποκριτικὴ δύναμις ἡσυχάζει τελέως ὥσπερ οὐκ οὖσα, κακοπραγίας δέ τινος γενομένης ἢ περὶ τὸ χορίον ἢ περί τινα τῶν ἄλλων ὑμένων ἢ περὶ τὸ κυούμενον αὐτὸ καὶ τῆς τελειώσεως αὐτοῦ παντάπασιν ἀπογνωσθείσης οὐκέτʼ ἀναμένουσι τὸν ἐννεάμηνον αἱ μῆτραι χρόνον, ἀλλʼ ἡ μὲν καθεκτικὴ δύναμις αὐτίκα δὴ πέπαυται καὶ παραχωρεῖ κινεῖσθαι τῇ πρότερον ἀργούσῃ, πράττει δʼ ἤδη τι καὶ πραγματεύεται χρηστὸν ἡ ἀποκριτική τε καὶ προωστική· καὶ γὰρ οὖν καὶ ταύτην οὕτως ἐκάλεσαν ἀπὸ τῶν ἐνεργειῶν αὐτῇ τὰ ὀνόματα θέμενοι καθάπερ καὶ ταῖς ἄλλαις.
καί πως ὁ λόγος ἔοικεν ὑπὲρ ἀμφοτέρων ἀποδείξειν ἅμα· καὶ γάρ τοι καὶ διαδεχομένας αὐτὰς ἀλλήλας καὶ παραχωροῦσαν ἀεὶ τὴν ἑτέραν τῇ λοιπῇ, καθότι ἂν ἡ χρεία κελεύῃ, καὶ
ταῦτα δʼ οὐχ ἡμεῖς νῦν ἀναπλάττομεν ἡμῖν αὐτοῖς, ἀλλʼ ἐκ μακρᾶς πείρας δοκιμασθέντα πᾶσι γέγραπται σχεδόν τι τοῖς περὶ τούτων πραγματευσαμένοις. Ἡρόφιλος μέν γε καὶ ὡς οὐδὲ πυρῆνα μήλης ἂν δέχοιτο τῶν μητρῶν τὸ στόμα, πρὶν ἀποκυεῖν τὴν γυναῖκα, καὶ ὡς οὐδὲ τοὐλάχιστον ἔτι διέστηκεν, ἢν ὑπάρξηται κύειν, καὶ ὡς ἐπὶ πλέον ἀναστομοῦνται κατὰ τὰς τῶν ἐπιμηνίων φοράς, οὐκ ὤκνησε γράφειν· συνομολογοῦσι δʼ αὐτῷ καὶ οἱ ἄλλοι πάντες οἱ περὶ τούτων πραγματευσάμενοι καὶ πρῶτός γʼ ἁπάντων ἰατρῶν τε καὶ φιλοσόφων Ἱπποκράτης ἀπεφήνατο μύειν τὸ στόμα τῶν ὑστερῶν ἔν τε ταῖς κυήσεσι καὶ ταῖς φλεγμοναῖς, ἀλλʼ ἐν μὲν ταῖς κυήσεσιν οὐκ ἐξιστάμενον τῆς φύσεως, ἐν δὲ ταῖς φλεγμοναῖς σκληρὸν γιγνόμενον.
ἐπὶ δέ γε τῆς ἐναντίας τῆς ἐκκριτικῆς ἀνοίγνυται μὲν τὸ στόμα, προέρχεται δʼ ὁ πυθμὴν ἅπας ὅσον οἷόν τʼ ἐγγυτάτω τοῦ στόματος ἀπωθούμενος ἔξω τὸ ἔμβρυον, ἅμα δʼ αὐτῷ καὶ τὰ συνεχῆ μέρη τὰ οἷον πλευρὰ τοῦ παντὸς ὀργάνου συνεπιλαμβανόμενα τοῦ ἔργου θλίβει τε καὶ προωθεῖ πᾶν ἔξω τὸ ἔμβρυον. καὶ πολλαῖς τῶν γυναικῶν ὠδῖνες βίαιοι τὰς μήτρας ὅλας ἐκπεσεῖν ἠνάγκασαν ἀμέτρως χρησαμέναις τῇ τοιαύτῃ δυνάμει, παραπλησίου τινὸς γιγνομένου τῷ πολλάκις ἐν πάλαις τισὶ καὶ φιλονεικίαις συμβαίνοντι, ὅταν ἀνατρέψαι τε καὶ καταβαλεῖν ἑτέρους σπεύδοντες αὐτοὶ συγκαταπέσωμεν. οὕτω γὰρ καὶ αἱ μῆτραι τὸ ἔμβρυον ὠθοῦσαι συνεξέπεσον ἐνίοτε καὶ μάλισθʼ, ὅταν οἱ πρὸς τὴν Ῥάχιν αὐτῶν σύνδεσμοι χαλαροὶ φύσει τυγχάνωσιν ὄντες.
ἔστι δὲ καὶ τοῦτο θαυμαστόν τι τῆς φύσεως σόφισμα, τὸ ζῶντος μὲν τοῦ κυήματος ἀκριβῶς πάνυ μεμυκέναι τὸ στόμα τῶν μητρῶν, ἀποθανόντος δὲ παραχρῆμα διανοίγεσθαι τοσοῦτον, ὅσον εἰς τὴν ἔξοδον αὐτοῦ διαφέρει. καὶ μέντοι καὶ αἱ μαῖαι τὰς τικτούσας οὐκ εὐθὺς ἀνιστᾶσιν οὐδʼ ἐπὶ τὸν δίφρον καθίζουσιν, ἀλλʼ ἅπτονται πρότερον ἀνοιγομένου τοῦ στόματος κατὰ βραχὺ καὶ πρῶτον μέν, ὥστε τὸν μικρὸν δάκτυλον καθιέναι, διεστηκέναι φασίν, ἔπειτʼ ἤδη καὶ μεῖζον καὶ κατὰ βραχὺ δὴ πυνθανομένοις ἡμῖν ἀποκρίνονται τὸ μέγεθος τῆς διαστάσεως ἐπαυξανόμενον. ὅταν δʼ ἱκανὸν ᾖ πρὸς τὴν τοῦ κυουμένου δίοδον, ἀνιστᾶσιν αὐτὰς καὶ καθίζουσι
οὕτω μὲν ἐπὶ τῶν μητρῶν ἐναργῶς αἱ δύο φαίνονται δυνάμεις, ἐπὶ δὲ τῆς γαστρὸς ὧδε. πρῶτον μὲν τοῖς κλύδωσιν, οἳ δὴ καὶ πεπίστευνται τοῖς ἰατροῖς ἀρρώστου κοιλίας εἶναι συμπτώματα καὶ κατὰ λόγον πεπίστευνται· ἐνίοτε μὲν γὰρ ἐλάχιστα προσενηνεγμένων οὐ γίγνονται περιστελλομένης ἀκριβῶς αὐτοῖς τῆς γαστρὸς καὶ σφιγγούσης πανταχόθεν, ἐνίοτε δὲ μεστὴ μὲν ἡ γαστήρ ἐστιν, οἱ κλύδωνες δʼ ὡς ἐπὶ κενῆς ἐξακούονται. κατὰ φύσιν μὲν γὰρ ἔχουσα καὶ χρωμένη καλῶς τῇ περισταλτικῇ δυνάμει, κἂν ὀλίγον ᾖ τὸ περιεχόμενον, ἅπαν αὐτὸ περιλαμβάνουσα χώραν οὐδεμίαν ἀπολείπει κενήν, ἀρρωστοῦσα δέ, καθότι ἂν ἀδυνατήσῃ περιλαβεῖν ἀκριβῶς, ἐνταῦθʼ εὐρυχωρίαν τινʼ ἐργαζομένη συγχωρεῖ τοῖς περιεχομένοις ὑγροῖς κατὰ τὰς τῶν σχημάτων μεταλλαγὰς ἄλλοτʼ ἀλλαχόσε μεταρρεουσι κλύδωνας ἀποτελεῖν.
εὐλόγως οὖν, ὅτι μηδὲ πέψουσιν ἱκανῶς, οἱ ἐν τῶδε τῷ συμπτώματι γενόμενοι προσδοκῶσιν· οὐ γὰρ ἐνδέχεται πέψαι καλῶς ἄρρωστον γαστέρα. τοῖς τοιούτοις δὲ καὶ μέχρι πλείονος ἐν αὐτῇ
οὐ μόνον δʼ ἐκ τοῦ περιτετάσθαι τὴν γαστέρα καὶ βαρύνεσθαι καὶ μεταρρεῖν ἄλλοτʼ εἰς ἄλλα μέρη μετὰ κλύδωνος τὸ παραμένειν ἐπὶ πλέον ἐν αὐτῇ πάντως τοῖς οὕτως ἔχουσι τεκμήραιτʼ ἄν τις ἀλλὰ κἀκ τῶν ἐμέτων· ἔνιοι γὰρ οὐ μετὰ τρεῖς ὥρας ἢ τέτταρας ἀλλὰ νυκτῶν ἤδη μέσων παμπόλλου μεταξὺ χρόνου διελθόντος ἐπὶ ταῖς προσφοραῖς ἀνήμεσαν ἀκριβῶς ἅπαντα τὰ ἐδηδεσμένα.
καὶ μὲν δὴ καὶ ζῷον ὁτιοῦν ἐμπλήσας ὑγρᾶς τροφῆς, ὥσπερ ἡμεῖς πολλάκις ἐπὶ συῶν ἐπειράθημεν ἐξ ἀλεύρων μέθʼ ὕδατος οἷον κυκεῶνά τινα δόντες αὐτοῖς, ἔπειτα μετὰ τρεῖς που καὶ τέτταρας ὥρας ἀνατεμόντες, εἰ οὕτω καὶ σὺ πράξειας, εὑρήσεις ἔτι κατὰ τὴν γαστέρα τὰ ἐδηδεσμένα· πέρας γὰρ αὐτοῖς ἐστι τῆς ἐνταῦθα μονῆς οὐχ ἡ χύλωσις, ἣν καὶ ἐκτὸς ἔτι ὄντων μηχανήσασθαι δυνατόν ἐστιν, ἀλλʼ ἡ πέψις, ἕτερόν τι τῆς χυλώσεως οὖσα, καθάπερ αἱμάτωσίς τε καὶ θρέψις. ὡς γὰρ κἀκεῖνα δέδεικται ποιοτήτων μεταβολῇ γιγνόμενα, τὸν αὐτὸν τρόπον καὶ ἡ ἐν τῇ γαστρὶ πέψις τῶν σιτίων εἰς τὴν οἰκείαν ἐστὶ τῷ τρεφομένῳ ποιότητα μεταβολὴ καὶ ὅταν γε πεφθῇ τελέως, ἀνοίγνυται μὲν τηνικαῦτα τὸ κάτω στόμα, διεκπίπτει δʼ αὐτοῦ τὰ σιτία Ῥᾳδίως, εἰ καὶ πλῆθός τι μεθʼ ἑαυτῶν ἔχοντα τύχοι λίθων ἢ ὀστῶν ἢ γιγάρτων ἤ τινος ἄλλου χυλωθῆναι μὴ δυναμένου. καί σοι τοῦτʼ ἔνεστιν ἐπὶ ζῴου
Ἐρασίστρατος δʼ οὐκ οἶδʼ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει καὶ τῆς λειώσεως τῶν σιτίων καὶ τῆς τῶν περιττωμάτων ὑποχωρήσεως καὶ τῆς τῶν κεχυλωμένων ἀναδόσεως.
ἐγὼ μὲν γὰρ μυριάκις ἐπὶ ζῶντος ἔτι τοῦ ζῴου διελὼν τὸ περιτόναιον εὗρον ἀεὶ τὰ μὲν ἔντερα πάντα περιστελλόμενα τοῖς ἐνυπάρχουσι, τὴν κοιλίαν δʼ οὐχ ἁπλῶς, ἀλλʼ ἐπὶ μὲν ταῖς ἐδωδαῖς ἄνωθέν τε καὶ κάτωθεν αὐτὰ καὶ πανταχόθεν ἀκριβῶς
ἐπὶ μέντοι ταῖς πέψεσι συμπεπληρωμέναις ἀνέῳκτο μὲν ὁ πυλωρός, ἡ γαστὴρ δὲ περισταλτικῶς ἐκινεῖτο παραπλησίως τοῖς ἐντέροις.
ἅπαντʼ οὖν ἀλλήλοις ὁμολογεῖ ταῦτα καὶ τῇ γαστρὶ καὶ ταῖς ὑστέραις καὶ ταῖς κύστεσιν εἶναί τινας ἐμφύτους δυνάμεις καθεκτικὰς μὲν τῶν οἰκείων ποιοτήτων, ἀποκριτικὰς δὲ τῶν ἀλλοτρίων. ὅτι μὲν γὰρ ἕλκει τὴν χολὴν εἰς ἑαυτὴν ἡ ἐπὶ τῷ ἥπατι κύστις, ἔμπροσθεν δέδεικται, ὅτι δὲ καὶ ἀποκρίνει καθʼ ἑκάστην ἡμέραν εἰς τὴν γαστέρα, καὶ τοῦτʼ ἐναργῶς φαίνεται. καὶ μὴν εἰ διεδέχετο τὴν ἑλκτικὴν δύναμιν ἡ ἐκκριτικὴ καὶ μὴ μέση τις ἀμφοῖν ἦν ἡ καθεκτική, διὰ παντὸς ἐχρῆν ἀνατεμνομένων τῶν ζῴων ἴσον πλῆθος χολῆς εὑρίσκεσθαι κατὰ τὴν κύστιν· οὐ μὴν εὑρίσκεταί γε. ποτὲ μὲν γὰρ πληρεστάτη, ποτὲ δὲ κενοτάτη, ποτὲ δὲ τὰς ἐν τῷ μεταξὺ διαφορὰς ἔχουσα θεωρεῖται, καθάπερ καὶ ἡ ἑτέρα κύστις ἡ τὸ οὖρον ὑποδεχομένη. ταύτης μέν γε καὶ πρὸ τῆς ἀνατομῆς αἰσθανόμεθα, πρὶν ἀνιαθῆναι τῷ πλήθει βαρυνθεῖσαν ἢ τῇ δριμύτητι δηχθεῖσαν,
οὕτω δὲ καὶ ἡ γαστὴρ ὑπὸ δριμύτητος πολλάκις δηχθεῖσα πρωιαίτερον τοῦ δέοντος ἄπεπτον ἔτι τὴν τροφὴν ἀποτρίβεται. αὖθις δʼ ἄν ποτε τῷ πλήθει βαρυνθεῖσα ἢ καὶ κατʼ ἄμφω συνελθόντα κακῶς διατεθεῖσα διαρροίαις ἑάλω. καὶ μέν γε καὶ οἱ ἔμετοι, τῷ πλήθει βαρυνθείσης αὐτῆς ἢ τὴν ποιότητα τῶν ἐν αὐτῇ σιτίων τε καὶ περιττωμάτων μὴ φερούσης, ἀνάλογόν τι ταῖς διαρροίαις πάθημα τῆς ἄνω γαστρός ἐστιν. ὅταν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσιν αὐτῆς ἡ τοιαύτη γένηται διάθεσις, ἐρρωμένων τῶν κατὰ τὸν στόμαχον, εἰς διαρροίας ἐτελεύτησεν, ὅταν δʼ ἐν τοῖς κατὰ τὸ στόμα, τῶν ἄλλων εὐρωστούντων, εἰς ἐμέτους.
ἔνεστι δὲ καὶ τοῦτο πολλάκις ἐναργῶς ἰδεῖν ἐπὶ τῶν ἀποσίτων· ἀναγκαζόμενοι γὰρ ἐσθίειν οὔτε καταπίνειν εὐσθενοῦσιν οὔτʼ, εἰ καὶ βιάσαιντο, κατέχουσιν, ἀλλʼ εὐθὺς ἀνεμοῦσι. καὶ οἱ ἄλλως δὲ τῶν ἐδεσμάτων πρὸς ὁτιοῦν δυσχεραίνοντες βιασθέντες ἐνίοτε προσάρασθαι ταχέως ἐξεμοῦσιν, ἢ εἰ κατάσχοιεν βιασάμενοι, ναυτιώδεις τʼ εἰσὶ καὶ τῆς γαστρὸς ὑπτίας αἰσθάνονται καὶ σπευδούσης ἀποθέσθαι τὸ λυποῦν.
οὕτως ἐξ ἁπάντων τῶν φαινομένων, ὅπερ ἐξ ἀρχῆς ἐρρέθη, μαρτυρεῖται τὸ δεῖν ὑπάρχειν τοῖς τοῦ ζῴου μορίοις σχεδὸν ἅπασιν ἔφεσιν μέν τινα
κἀκ τούτων πάλιν ἥ θʼ ἑλκτικὴ δύναμις ἀποδείκνυται καθʼ ἅπαν ὑπάρχουσα καὶ ἡ προωστική.
ἀλλʼ εἴπερ ἔφεσίς τέ τίς ἐστι καὶ ἕλξις, εἴη ἄν τις καὶ ἀπόλαυσις· οὐδὲν γὰρ τῶν ὄντων ἕλκει τι διʼ αὐτὸ τὸ ἕλκειν, ἀλλʼ ἵνʼ ἀπολαύσῃ τοῦ διὰ τῆς ὁλκῆς εὐπορηθέντος. καὶ μὴν ἀπολαύειν οὐ δύναται μὴ κατασχόν. κἀν τούτῳ πάλιν ἡ καθεκτικὴ δύναμις ἀποδείκνυται τὴν γένεσιν ἀναγκαίαν ἔχουσα· σαφῶς γὰρ ἐφίεται μὲν τῶν οἰκείων ποιοτήτων ἡ γαστήρ, ἀποστρέφεται δὲ τὰς ἀλλοτρίας.
ἀλλʼ εἴπερ ἐφίεταί τε καὶ ἕλκει καὶ ἀπολαύει κατέχουσα καὶ περιστελλομένη, εἴη ἄν τι καὶ πέρας αὐτῇ τῆς ἀπολαύσεως κἀπὶ τῷδʼ ὁ καιρὸς ἤδη τῆς ἐκκριτικῆς δυνάμεως ἐνεργούσης.
ἀλλʼ εἰ καὶ κατέχει καὶ ἀπολαύει, καταχρῆται πρὸς ὃ πέφυκε. πέφυκε δὲ τοῦ προσήκοντος ἑαυτῇ κατὰ ποιότητα καὶ οἰκείου
οὔκουν ἐνδέχεται τροφὴν μὲν εἶναί τι τῷ ζῴῳ προσήκουσαν, οὐ μὴν καὶ κρατεῖσθαί γʼ ὁμοίως πρὸς τῶν ἐν τῷ ζῴῳ ποιοτήτων· τὸ κρατεῖσθαι δʼ ἦν ἀλλοιοῦσθαι. ἀλλʼ ἐπεὶ τὰ μὲν ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι μόρια, τὰ δʼ ἀσθενέστερα, κρατήσει μὲν πάντα τῆς οἰκείας τῷ ζῴῳ τροφῆς, οὐχ ὁμοίως δὲ πάντα· κρατήσει δʼ ἄρα καὶ ἡ γαστὴρ καὶ ἀλλοιώσει μὲν τὴν τροφήν, οὐ μὴν ὁμοίως ἥπατι καὶ φλεψὶ καὶ ἀρτηρίαις καὶ καρδίᾳ.
πόσον οὖν ἐστιν, ὃ ἀλλοιοῖ, καὶ δὴ θεασώμεθα· πλέον μὲν ἢ κατὰ τὸ στόμα, μεῖον δʼ ἢ κατὰ τὸ
ἀλλʼ ὅσον τὰ μεμασημένα τούτων ἐπὶ πλέον ἠλλοίωται, τοσοῦτον ἐκείνων τὰ καταποθέντα.
πῶς δʼ ἂν ἠδύνατο Ῥᾳδίως αἱματοῦσθαι μὴ προπαρασκευασθέντα τῇ τοιαύτῃ μεταβολῇ; δέδεικται γὰρ οὖν καὶ πρόσθεν, ὡς οὐδὲν εἰς τὴν ἐναντίαν ἀθρόως μεθίσταται ποιότητα. πῶς οὖν ὁ ἄρτος αἷμα γίγνεται, πῶς δὲ τὸ τεῦτλον ἢ ὁ κύαμος ἤ τι τῶν ἄλλων, εἰ μὴ πρότερόν τινʼ ἑτέραν ἀλλοίωσιν ἐδέξατο; πῶς δʼ ἡ κόπρος ἐν τοῖς λεπτοῖς ἐντέροις ἀθρόως γεννηθήσεται; τί γὰρ ἐν τούτοις σφοδρότερον εἰς ἀλλοίωσίν ἐστι τῶν κατὰ τὴν γαστέρα; ποτερα τῶν χιτώνων τὸ πλῆθος ἢ τῶν γειτνιώντων σπλάγχνων ἡ περίθεσις ἢ τῆς μονῆς ὁ χρόνος ἢ σύμφυτός τις ἐν τοῖς ὀργάνοις θερμασία; καὶ μὴν κατʼ οὐδὲν τούτων πλεονεκτεῖ τὰ ἔντερα τῆς γαστρός. τί ποτʼ οὖν ἐν μὲν τῇ γαστρὶ νυκτὸς ὅλης πολλάκις μείναντα τὸν ἄρτον ἔτι φυλάττεσθαι βούλονται τὰς ἀρχαίας διασῴζοντα ποιότητας, ἐπειδὰν δʼ ἅπαξ ἐμπέσῃ
καὶ γελοῖος μὲν Ἀσκληπιάδης οὔτʼ ἐν ταῖς ἐρυγαῖς λέγων ἐμφαίνεσθαί ποτε τὴν ποιότητα τῶν πεφθέντων σιτίων οὔτʼ ἐν τοῖς ἐμέτοις οὔτʼ ἐν ταῖς ἀνατομαῖς· αὐτὸ γὰρ δὴ τὸ τοῦ σώματος ἐξόζειν αὐτὰ τῆς κοιλίας ἐστὶ τὸ πεπέφθαι. ὁ δʼ οὕτως ἐστὶν εὐήθης, ὥστʼ, ἐπειδὴ τῶν παλαιῶν ἀκούει λεγόντων ἐπὶ τὸ χρηστὸν ἐν τῇ γαστρὶ μεταβάλλειν τὰ σιτία, δοκιμάζει ζητεῖν οὐ τὸ κατὰ δύναμιν ἀλλὰ τὸ κατὰ γεῦσιν χρηστόν, ὥσπερ ἢ τοῦ μήλου μηλωδεστέρου--χρὴ γὰρ οὕτως αὐτῷ διαλέγεσθαι--γιγνομένου κατὰ τὴν κοιλίαν ἢ τοῦ μέλιτος μελιτωδεστέρου.
πολὺ δʼ εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ Ἐρασίστρατος ἢ μὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις ἑψήσει παραπλήσιος ὑπάρχειν, ἢ ἑκὼν σοφιζόμενος ἑαυτόν. ἑψήσει μὲν οὖν, φησίν, οὕτως ἐλαφρὰν ἔχουσαν θερμασίαν οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτνην δέον ὑποθεῖναι τῇ γαστρὶ ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης ἢ δυναμένης μὲν ἀλλοιοῦν, οὐ κατὰ τὴν ἔμφυτον δὲ θερμασίαν, ὑγρὰν οὖσαν δηλονότι καὶ διὰ τοῦθʼ ἕψειν οὐκ ὀπτᾶν εἰρημένην.
ἐχρῆν δʼ αὐτόν, εἴπερ περὶ πραγμάτων ἀντιλέγειν ἐβούλετο, πειραθῆναι δεῖξαι μάλιστα μὲν καὶ πρῶτον, ὡς οὐδὲ μεταβάλλει τὴν ἀρχὴν οὐδʼ ἀλλοιοῦται κατὰ ποιότητα πρὸς τῆς γαστρὸς τὰ σιτία, δεύτερον δʼ, εἴπερ μὴ οἷός τʼ ἦν τοῦτο πιστώσασθαι, τὸ τὴν ἀλλοίωσιν αὐτῶν ἄχρηστον εἶναι τῷ ζῴῳ· εἰ δὲ μηδὲ τοῦτʼ εἶχε διαβάλλειν, ἐξελέγξαι τὴν περὶ τὰς δραστικὰς ἀρχὰς ὑπόληψιν καὶ δεῖξαι τὰς ἐνεργείας ἐν τοῖς μορίοις οὐ διὰ τὴν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ ποιὰν κρᾶσιν ὑπάρχειν ἀλλὰ διʼ ἄλλο τι· εἰ δὲ μηδὲ τοῦτʼ ἐτόλμα διαβάλλειν, ἀλλʼ ὅτι γε μὴ τὸ θερμόν ἐστιν ἐν τοῖς ὑπὸ φύσεως διοικουμένοις τὸ τῶν ἄλλων δραστικώτατον. ἢ εἰ μήτε τοῦτο μήτε τῶν ἄλλων τι τῶν ἔμπροσθεν εἶχεν ἀποδεικνύναι, μὴ ληρεῖν ὀνόματι προσπαλαίοντα
ἀλλʼ, ὡς ἤδη λέλεκται πολλάκις, ἀρχὴ τούτων ἁπάντων ἐστὶ μία τὸ περὶ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ διασκέψασθαι, καθάπερ Ἀριστοτέλης ἐποίησεν ἐν τῷ δευτέρῳ περὶ γενέσεως καὶ φθορᾶς, ἀποδείξας ἁπάσας τὰς κατὰ τὰ σώματα μεταβολὰς καὶ ἀλλοιώσεις ὑπὸ τούτων γίγνεσθαι. ἀλλʼ Ἐρασίστρατος οὔτε τούτοις οὔτʼ ἄλλῳ τινὶ τῶν προειρημένων ἀντειπὼν ἐπὶ τοὔνομα μόνον ἐτράπετο τῆς ἑψήσεως.