De naturalibus facultatibus

Galen

Galen. On the Natural Faculties. Brock, A. J., editor. London: William Heinemann Ltd.; Cambridge, MA.: Harvard University Press, 1916.

Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν οὐκ Ἐρασιστράτῳ μόνον ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν, ὅσοι μέλλουσι περὶ διακρίσεως οὔρων ἐρεῖν τι χρηστόν, ὁμολογῆσαι δύναμίν τινʼ ὑπάρχειν τοῖς νεφροῖς ἕλκουσαν εἰς ἑαυτοὺς ποιότητα τοιαύτην, οἵα ἐν τοῖς οὔροις ἐστί, διὰ τοῦ πρόσθεν ἐπιδέδεικται γράμματος, ἀναμιμνησκόντων ἅμʼ αὐτῷ καὶ τοῦθʼ ἡμῶν, ὡς οὐκ ἄλλως μὲν εἰς τὴν κύστιν φέρεται τὰ οὖρα διὰ τῶν νεφρῶν, ἄλλως δʼ εἰς ἅπαντα τοῦ ζῴου τὰ μόρια τὸ αἷμα, κατʼ ἄλλον δέ τινα τρόπον ἡ ξανθὴ χολὴ διακρίνεται. δειχθείσης γὰρ ἐναργῶς ἐφʼ ἑνὸς οὑτινοσοῦν ὀργάνου τῆς ἑλκτικῆς τε καὶ ἐπισπαστικῆς ὀνομαζομένης δυνάμεως οὐδὲν ἔτι χαλεπὸν ἐπὶ τὰ λοιπὰ μεταφέρειν αὐτήν· οὐ γὰρ δὴ τοῖς μὲν νεφροῖς ἡ φύσις ἔδωκέ τινα τοιαύτην δύναμιν, οὐχὶ δέ γε καὶ τοῖς τὸ χολῶδες ὑγρὸν ἕλκουσιν ἀγγείοις οὐδὲ τούτοις μέν, οὐκέτι δὲ καὶ τῶν ἄλλων μορίων ἑκάστῳ. καὶ μὴν εἰ τοῦτʼ ἀληθές ἐστι, θαυμάζειν χρὴ τοῦ Ἐρασιστράτου ψευδεῖς οὕτω λόγους ὑπὲρ ἀναδόσεως

p.118
τροφῆς εἰπόντος, ὡς μηδʼ Ἀσκληπιάδην λαθεῖν. καίτοι γʼ οἴεται παντὸς μᾶλλον ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀπορρέοι τι, δυοῖν θάτερον ἢ κενὸς ἔσται τόπος ἀθρόως ἢ τὸ συνεχὲς ἐπιρρυήσεται τὴν βάσιν ἀναπληροῦν τοῦ κενουμένου. ἀλλʼ ὅ γʼ Ἀσκληπιάδης οὐ δυοῖν θάτερόν φησιν, ἀλλὰ τριῶν ἕν τι χρῆναι λέγειν ἐπὶ τοῖς κενουμένοις ἀγγείοις ἕπεσθαι ἢ κενὸν ἀθρόως τόπον ἢ τὸ συνεχὲς ἀκολουθήσειν ἢ συσταλήσεσθαι τὸ ἀγγεῖον. ἐπὶ μὲν γὰρ τῶν καλάμων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων ἀληθὲς εἰπεῖν, ὅτι κενουμένου τοῦ περιεχομένου κατὰ τὴν εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόως ἔσται τόπος ἢ ἀκολουθήσει τὸ συνεχές· ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτʼ ἐγχωρεῖ, δυναμένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν καὶ διὰ τοῦτο καταπίπτειν εἰς τὴν ἐντὸς εὐρυχωρίαν. οὕτω μὲν δὴ ψευδὴς ἡ περὶ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας οὐκ ἀπόδειξις μὰ Διʼ εἴποιμʼ ἂν ἀλλʼ ὑπόθεσις Ἐρασιστράτειος.

καθʼ ἕτερον δʼ αὖ τρόπον, εἰ καὶ ἀληθὴς εἴη, περιττή, τῆς μὲν κοιλίας ἐνθλίβειν ταῖς φλεψὶ δυναμένης, ὡς αὐτὸς ὑπέθετο, τῶν φλεβῶν δʼ αὖ περιστέλλεσθαι τῷ ἐνυπάρχοντι καὶ προωθεῖν αὐτό. τά τε γὰρ ἄλλα καὶ πλῆθος οὐκ ἂν ἐν τῷ σώματι γένοιτο, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ μόνῃ τῆς ἀναδόσεως ἐπιτελουμένης. εἰ μὲν οὖν ἡ τῆς γαστρὸς ἔνθλιψις ἐκλύεται προϊοῦσα καὶ

p.120
μέχρι παντὸς ἀδυνατός ἐστιν ἐξικνεῖσθαι καὶ διὰ τοῦτʼ ἄλλης τινὸς δεῖ μηχανῆς εἰς τὴν πάντη φορὰν τοῦ αἵματος, ἀναγκαία μὲν ἡ πρὸς τὸ κενούμενον ἀκολουθία προσεξεύρηται· πλῆθος δʼ ἐν οὐδενὶ τῶν μεθʼ ἧπαρ ἔσται μορίων, ἤ, εἴπερ ἄρα, περὶ τὴν καρδίαν τε καὶ τὸν πνεύμονα. μόνη γὰρ αὕτη τῶν μεθʼ ἧπαρ εἰς τὴν δεξιὰν αὑτῆς κοιλίαν ἕλκει τὴν τροφήν, εἶτα διὰ τῆς φλεβὸς τῆς ἀρτηριώδους ἐκπέμπει τῷ πνεύμονι· τῶν γὰρ ἄλλων οὐδὲν οὐδʼ αὐτὸς ὁ Ἐρασίστρατος ἐκ καρδίας βούλεται τρέφεσθαι διὰ τὴν τῶν ὑμένων ἐπίφυσιν. εἰ δέ γʼ, ἵνα πλῆθος γένηται, φυλάξομεν ἄχρι παντὸς τὴν Ῥώμην τῆς κατὰ τὴν κοιλίαν ἐνθλίψεως, οὐδὲν ἔτι δεόμεθα τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας, μάλιστʼ εἰ καὶ τὴν τῶν φλεβῶν συνυποθοίμεθα περιστολήν, ὡς αὖ καὶ τοῦτʼ αὐτῷ πάλιν ἀρέσκει τῷ Ἐρασιστράτῳ.

Ἀναμνηστέον οὖν αὖθις αὐτόν, κἂν μὴ βούληται, τῶν νεφρῶν καὶ λεκτέον, ὡς ἔλεγχος οὗτοι φανερώτατος ἁπάντων τῶν ἀποχωρούντων τῆς ὁλκῆς· οὐδεὶς γὰρ οὐδὲν οὔτʼ εἶπε πιθανόν, ἀλλʼ οὐδʼ ἐξευρεῖν εἶχε κατʼ οὐδένα τρόπον, ὡς

p.122
ἔμπροσθεν ἐδείκνυμεν, ἕτερον αἴτιον οὔρων διακρίσεως, ἀλλʼ ἀναγκαῖον ἢ μαίνεσθαι δοκεῖν, εἰ φήσαιμεν ἀτμοειδῶς εἰς τὴν κύστιν ἴέναι τὸ οὖρον ἢ ἀσχημονεῖν τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας μνημονεύοντας, ληρώδους μὲν οὔσης κἀπὶ τοῦ αἵματος, ἀδυνάτου δὲ καὶ ἠλιθίου παντάπασιν ἐπὶ τῶν οὔρων.

Ν̔ μὲν δὴ τοῦτο σφάλμα τῶν ἀποστάντων τῆς ὁλκῆς· ἕτερον δὲ τὸ περὶ τῆς κατὰ τὴν ξανθὴν χολὴν διακρίσεως. οὐδὲ γὰρ οὐδʼ ἐκεῖ παραρρέοντος τοῦ αἵματος τὰ στόματα τῶν χοληδόχων ἀγγείων ἀκριβῶς διακριθήσεται τὸ χολῶδες περίττωμα. καὶ μὴ διακρινέσθω, φασίν, ἀλλὰ συναναφερέσθω τῷ αἵματι πάντη τοῦ σώματος. ἀλλʼ, ὦ σοφώτατοι, προνοητικὴν τοῦ ζῴου καὶ τεχνικὴν αὐτὸς ὁ Ἐρασίστρατος ὑπέθετο τὴν φυσιν. ἀλλὰ καὶ τὸ χολῶδες ὑγρὸν ἄχρηστον εἶναι πανταπάσι τοῖς ζῴοις ἔφασκεν. οὐ συμβαίνει δʼ ἀλλήλοις ἄμφω ταῦτα. πῶς γὰρ ἂν ἔτι προνοεῖσθαι τοῦ ζῴου δόξειεν ἐπιτρέπουσα συναναφέρεσθαι τῷ αἵματι μοχθηρὸν οὕτω χυμόν;

ἀλλὰ ταῦτα μὲν σμικρά· τὸ δὲ μέγιστον καὶ σαφέστατον πάλιν ἐνταῦθʼ ἁμάρτημα καὶ δὴ φράσω. εἴπερ γὰρ διʼ οὐδὲν ἄλλʼ ἢ ὅτι παχύτερον μέν ἐστι τὸ αἷμα, λεπτοτέρα δʼ ἡ ξανθὴ χολὴ καὶ τὰ μὲν τῶν φλεβῶν εὐρύτερα στόματα, τὰ

p.124
δὲ τῶν χοληδόχων ἀγγείων στενότερα, διὰ τοῦθʼ ἡ μὲν χολὴ τοῖς στενοτέροις ἀγγείοις τε καὶ στόμασιν ἐναρμόττει, τὸ δʼ αἷμα τοῖς εὐρυτέροις, δῆλον, ὡς καὶ τὸ ὑδατῶδες τοῦτο καὶ ὀρρῶδες περίττωμα τοσούτῳ πρότερον εἰσρυήσεται τοῖς χοληδόχοις ἀγγείοις, ὅσῳ λεπτότερόν ἐστι τῆς χολῆς. πῶς οὖν οὐκ εἰσρεῖ; ὅτι παχύτερόν ἐστι νὴ Δία τὸ οὖρον τῆς χολῆς· τοῦτο γὰρ ἐτόλμησέ τις εἰπεῖν τῶν καθʼ ἡμᾶς Ἐρασιστρατείων ἀποστὰς δηλονότι τῶν αἰσθήσεων, αἷς ἐπίστευσεν ἐπί τε τῆς χολῆς καὶ τοῦ αἵματος. εἴτε γὰρ ὅτι μᾶλλον ἡ χολὴ τοῦ αἵματος Ῥεῖ, διὰ τοῦτο λεπτοτέραν αὐτὴν ἡμῖν ἐστι νομιστέον, εἴθʼ ὅτι διʼ ὀθόνης ἢ Ῥάκους ἤ τινος ἠθμοῦ Ῥᾷον διεξέρχεται καὶ ταύτης τὸ ὀρρῶδες περίττωμα, κατὰ ταῦτα τὰ γνωρίσματα παχυτέρα τῆς ὑδατώδους ὑγρότητος καὶ αὕτη γενήσεται. πάλιν γὰρ οὐδʼ ἐνταῦθα λόγος οὐδείς ἐστιν, ὃς ἀποδείξει λεπτὸτέραν τὴν χολὴν τῶν ὀρρωδῶν περιττωμάτων.

ἀλλʼ ὅταν τις ἀναισχυντῇ περιπλέκων τε καὶ μήπω καταπεπτωκέναι συγχωρῶν, ὅμοιος ἔσται τοῖς ἰδιώταις τῶν παλαιστῶν, οἳ καταβληθέντες ὑπὸ τῶν παλαιστρικῶν καὶ κατὰ τῆς γῆς ὕπτιοι κείμενοι τοσούτου δέουσι τὸ πτῶμα γνωρίζειν, ὥστε καὶ κρατοῦσι τῶν αὐχένων αὐτοὺς τοὺς καταβαλόντας οὐκ ἐῶντες ἀπαλλάττεσθαι, κἀν τούτῳ νικᾶν ὑπολαμβάνουσι.

p.126

λῆρος οὖν μακρὸς ἅπασα πόρων ὑπόθεσις εἰς φυσικὴν ἐνέργειαν. εἰ μὴ γὰρ δύναμίς τις σύμφυτος ἑκάστῳ τῶν ὀργάνων ὑπὸ τῆς φύσεως εὐθὺς ἐξ ἀρχῆς δοθείη, διαρκεῖν οὐ δυνήσεται τὰ ζῷα, μὴ ὅτι τοσοῦτον ἀριθμὸν ἐτῶν ἀλλʼ οὐδʼ ἡμερῶν ὀλιγίστων· ἀνεπιτρόπευτα γὰρ ἐάσαντες αὐτὰ καὶ τέχνης καὶ προνοίας ἔρημα μόναις ταῖς τῶν ὑλῶν οἰακιζόμενα Ῥοπαῖς, οὐδαμοῦ δυνάμεως οὐδεμιᾶς τῆς μὲν ἑλκούσης τὸ προσῆκον ἑαυτῇ, τῆς δʼ ἀπωθούσης τὸ ἀλλότριον, τῆς δʼ ἀλλοιούσης τε καὶ προσφυούσης τὸ θρέψον, οὐκ οἶδʼ ὅπως οὐκ ἂν εἴημεν καταγέλαστοι περί τε τῶν φυσικῶν ἐνεργειῶν διαλεγόμενοι καὶ πολὺ μᾶλλον ἔτι περὶ τῶν ψυχικῶν καὶ συμπάσης γε τῆς ζωῆς.

οὐδὲ γὰρ ζῆν οὐδὲ διαμένειν οὐδενὶ τῶν ζῴων οὐδʼ εἰς ἐλάχιστον χρόνον ἔσται δυνατόν, εἰ τοσαῦτα κεκτημένον ἐν ἑαυτῷ μόρια καὶ οὕτω διαφέροντα μήθʼ ἑλκτικῇ τῶν οἰκείων χρήσεται δυνάμει μήτʼ ἀποκριτικῇ τῶν ἀλλοτρίων μήτʼ ἀλλοιωτικῇ τῶν θρεψόντων. καὶ μὴν εἰ ταύτας ἔχοιμεν, οὐδὲν ἔτι πόρων μικρῶν ἢ μεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαμβανομένων εἰς οὔρου καὶ χολῆς διάκρισιν δεόμεθα καί τινος ἐπικαίρου θέσεως, ἐν ᾧ μόνῳ σωφρονεῖν ἔοικεν ὁ Ἐρασίστρατος ἅπαντα καλῶς τεθῆναί τε καὶ διαπλας θῆναι

p.128
τὰ μόρια τοῦ σώματος ὑπὸ τῆς φύσεως οἰόμενος.

ἀλλʼ εἰ παρακολουθήσειεν ἑαυτῷ φύσιν ὀνομάζοντι τεχνικήν, εὐθὺς μὲν ἐξ ἀρχῆς ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν τοῦ ζῴου τὰ μόρια, μετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι δυνάμεσιν, ὧν ἄνευ ζῆν οὐκ ἠδύνατο, καὶ μετὰ ταῦτα κατὰ βραχὺ προσαυξήσασαν ἄχρι τοῦ πρέποντος μεγέθους, οὐκ οἶδα πῶς ὑπομένει πόρων σμικρότησιν ἢ μεγέθεσιν ἤ τισιν ἄλλαις οὕτω ληρώδεσιν ὑποθέσεσι φυσικὰς ἐνεργείας ἐπιτρέπειν. ἡ γὰρ διαπλάττουσα τὰ μόρια φύσις ἐκείνη καὶ κατὰ βραχὺ προσαύξουσα πάντως δήπου διʼ ὅλων αὐτῶν ἐκτέταται· καὶ γὰρ ὅλα διʼ ὅλων οὐκ ἔξωθεν μόνον αὐτὰ διαπλάττει τε καὶ τρέφει καὶ προσαύξει. Πραξιτέλης μὲν γὰρ ἢ Φειδίας ἤ τις ἄλλος ἀγαλματοποιὸς ἔξωθεν μόνον ἐκόσμουν τὰς ὕλας, καθὰ καὶ ψαύειν αὐτῶν ἠδύναντο, τὸ βάθος δʼ ἀκόσμητον καὶ ἀργὸν καὶ ἄτεχνον καὶ ἀπρονόητον ἀπέλιπον, ὡς ἂν μὴ δυνάμενοι κατελθεῖν εἰς αὐτὸ καὶ καταδῦναι καὶ θιγεῖν ἁπάντων τῆς ὕλης τῶν μερῶν. ἡ φύσις δʼ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ὀστοῦ μέρος ἅπαν ὀστοῦν ἀποτελεῖ, τὸ δὲ σαρκὸς σάρκα, τὸ δὲ πιμελῆς πιμελὴν καὶ τῶν ἄλλων ἕκαστον· οὐδὲν γάρ ἐστιν ἄψαυστον αὐτῇ μέρος οὐδʼ ἀνεξέργαστον οὐδʼ ἀκόσμητον. ἀλλὰ τὸν μὲν κηρὸν ὁ Φειδίας οὐκ ἠδύνατο ποιεῖν ἐλέφαντα καὶ χρυσόν, ἀλλʼ οὐδὲ τὸν χρυσὸν κηρόν· ἕκαστον γὰρ αὐτῶν μένον, οἷον ἦν ἐξ ἀρχῆς, ἔξωθεν μόνον ἠμφιεσμένον εἶδός τι

p.130
καὶ σχῆμα τεχνικόν, ἄγαλμα τέλειον γέγονεν. ἡ φύσις δʼ οὐδεμιᾶς ἔτι φυλάττει τῶν ὑλῶν τὴν ἀρχαίαν ἰδέαν· αἷμα γὰρ ἂν ἦν οὕτως ἅπαντα τοῦ ζῴου τὰ μόρια, τὸ παρὰ τῆς κυούσης ἐπιρρέον τῷ σπέρματι, δίκην κηροῦ τινος ὕλη μία καὶ μονοειδὴς ὑποβεβλημένη τῷ τεχνίτῃ. γίγνεται δʼ ἐξ αὐτῆς οὐδὲν τῶν τοῦ ζῴου μορίων οὔτʼ ἐρυθρὸν οὕτως οὔθʼ ὑγρόν. ὀστοῦν γὰρ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον καὶ χόνδρος καὶ πιμελὴ καὶ ἀδὴν καὶ ὑμὴν καὶ μυελὸς ἄναιμα μέν, ἐξ αἵματος δὲ γέγονε.

τίνος ἀλλοιώσαντος καὶ τίνος πήξαντος καὶ τίνος διαπλάσαντος ἐδεόμην ἄν μοι τὸν Ἐρασίστρατον αὐτὸν ἀποκρίνασθαι. πάντως γὰρ ἂν εἶπεν ἤτοι τὴν φύσιν ἢ τὸ σπέρμα, ταὐτὸν μὲν λέγων καθʼ ἑκάτερον, διαφόροις δʼ ἐπινοίαις ἑρμηνεύων· ὃ γὰρ ἦν πρότερον σπέρμα, τοῦθʼ, ὅταν ἄρξηται φύειν τε καὶ διαπλάττειν τὸ ζῷον, φύσις τις γίγνεται. καθάπερ γὰρ ὁ Φειδίας εἶχε μὲν τὰς δυνάμεις τῆς τέχνης καὶ πρὶν ψαύειν τῆς ὕλης, ἐνήργει δʼ αὐταῖς περὶ τὴν ὕλην--ἅπασα γὰρ δύναμις ἀργεῖ ἀποροῦσα τῆς οἰκείας ὕλησ--, οὕτω καὶ τὸ σπέρμα τὰς μὲν δυνάμεις οἴκοθεν ἐκέκτητο, τὰς δʼ ἐνεργείας οὐκ ἐκ τῆς ὕλης ἔλαβεν, ἀλλὰ περὶ τὴν ὕλην ἐπεδείξατο.

καὶ μὴν εἰ πολλῷ μὲν ἐπικλύζοιτο τῷ αἵματι τὸ σπέρμα, διαφθείροιτʼ ἄν· εἰ δʼ ὅλως ἀποροίη

p.132
παντάπασιν ἀργοῦν, οὐκ ἂν γένοιτο φύσις. ἵνʼ οὖν μήτε φθείρηται καὶ γίγνηται φύσις ἀντὶ σπέρματος, ὀλίγον ἐπιρρεῖν ἀναγκαῖον αὐτῷ τοῦ αἵματος, μᾶλλον δʼ οὐκ ὀλίγον λέγειν χρή, ἀλλὰ σύμμετρον τῷ πλήθει τοῦ σπέρματος. τίς οὖν ὁ μετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵνʼ ἐνδεέστερον μὴ ἴῃ; τίνα ζητήσομεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρματι τὸ σύμμετρον αἷμα; τί ἂν εἶπεν Ἐρασίστρατος, εἰ ζῶν ταῦτʼ ἠρωτήθη; τὸ σπέρμα αὐτὸ δηλονότι· τοῦτο γάρ ἐστιν ὁ τεχνίτης ὁ ἀναλογῶν τῷ Φειδίᾳ, τὸ δʼ αἷμα τῷ κηρῷ προσέοικεν.

οὔκουν πρέπει τὸν κηρὸν αὐτὸν ἑαυτῷ τὸ μέτρον ἐξευρίσκειν, ἀλλὰ τὸν Φειδίαν. ἕλξει δὴ τοσοῦτον αἵματος ὁ τεχνίτης εἰς ἑαυτόν, ὁπόσου δεῖται. ἀλλʼ ἐνταῦθα χρὴ προσέχειν ἤδη τὸν νοῦν καὶ σκοπεῖν, μή πως λάθωμεν τῷ σπέρματι λογισμόν τινα καὶ νοῦν χαρισάμενοι· οὕτω γὰρ ἂν οὔτε σπέρμα ποιήσαιμεν οὔτε φύσιν ἀλλʼ ἤδη ζῷον αὐτό. καὶ μὴν εἰ φυλάξομεν ἀμφότερα, τήν θʼ ὁλκὴν τοῦ συμμέτρου καὶ τὸ χωρὶς λογισμοῦ, δύναμίν τινα, καθάπερ ἡ λίθος ἑλκτικὴν εἶχε τοῦ σιδήρου, καὶ τῷ σπέρματι φήσομεν ὑπάρχειν αἵματος ἐπισπαστικήν. ἠναγκάσθημεν οὖν πάλιν κἀνταῦθα, καθάπερ ἤδη πολλάκις ἔμπροσθεν, ἑλκτικήν τινα δύναμιν ὁμολογῆσαι κατὰ τὸ σπέρμα.

p.134

τί δʼ ἦν τὸ σπέρμα; ἡ ἀρχὴ τοῦ ζῴου δηλονότι ἡ δραστική· ἡ γὰρ ὑλικὴ τὸ καταμήνιόν ἐστιν. εἶτʼ αὐτῆς τῆς ἀρχῆς πρώτῃ ταύτῃ τῇ δυνάμει χρωμένης, ἵνα γένηται τῶν ὑπʼ αὐτῆς τι δεδημιουργημένων, ἄμοιρον εἶναι τῆς οἰκείας δυνάμεως οὐκ νδέχεται. πῶς οὖν Ἐρασίστρατος αὐτὴν οὐκ οἶδεν, εἰ δὴ πρώτη μὲν αὕτη τοῦ σπέρματος ἐνέργ ια τὸ σύμμετρον αἵματος ἐπισπᾶσθαι πρὸς ἑαυτό; σύμμετρον δʼ ἂν εἴη τὸ λεπτὸν οὕτω καὶ ἀτμῶδες, ὥστʼ εὐθὺς εἰς πᾶν μόριον ἑλκόμενον τοῦ σπέρματος δροσοειδῶς μηδαμοῦ τὴν ἑαυτοῦ παρεμφαίνειν ἰδέαν. οὕτω γὰρ αὐτοῦ καὶ κρατήσει Ῥαδίως τὸ σπέρμα καὶ ταχέως ἐξομοιώσει καὶ τροφὴν ἑαυτῷ ποιήσεται κἄπειτʼ οἶμαι δεύτερον ἐπισπάσεται καὶ τρίτον, ὡς ὄγκον ἑαυτῷ καὶ πλῆθος ἀξιόλογον ἐργάσασθαι τραφέντι. καὶ μὴν ἤδη καὶ ἡ ἀλλοιωτικὴ δύναμις ἐξεύρηται μηδʼ αὐτὴ πρὸς Ἐρασιστράτου γεγραμμένη. τρίτη δʼ ἂν ἡ διαπλαστικὴ φανείη, καθʼ ἣν πρῶτον μὲν οἷον ἐπίπαγόν τινα λεπτὸν ὑμένα περιτίθησιν ἑαυτῷ τὸ σπέρμα, τὸν ὑφʼ Ἱπποκράτους ἐπὶ τῆς ἑκταίας γονῆς, ἣν ἐκπεσεῖν ἔλεγε τῆς μουσουργοῦ, τῷ τῶν ὠῶν εἰκασθέντα χιτῶνι· μετὰ δὲ τοῦτον ἤδη καὶ τἆλλʼ, ὅσα πρὸς ἐκείνου λέγεται διὰ τοῦ περὶ φύσιος παιδίου συγγράμματος.

ἀλλʼ εἰ τῶν διαπλασθέντων ἕκαστον οὕτω μείνειε σμικρόν, ὡς ἐξ ἀρχῆς ἐγένετο, τί ἂν εἴη πλέον; αὐξάνεσθαι τοίνυν αὐτὰ χρή. πῶς οὖν

p.136
αὐξηθήσεται; πάντη διατεινόμενα θʼ ἅμα καὶ τρεφόμενα. καί μοι τῶν ἔμπροσθεν εἰρημένων ἐπὶ τῆς κύστεως, ἣν οἱ παῖδες ἐμφυσῶντες ἔτριβον, ἀναμνησθεὶς μαθήσῃ μᾶλλον κἀκ τῶν νῦν Ῥηθησομένων.

ἐννόησον γὰρ δὴ τὴν καρδίαν οὕτω μὲν μικρὰν εἶναι κατʼ ἀρχάς, ὡς κέγχρου μηδὲν διαφέρειν ἤ, εἰ βούλει, κυάμου, καὶ ζήτησον, ὅπως ἂν ἄλλως αὕτη γένοιτο μεγάλη χωρὶς τοῦ πάντη διατεινομένην τρέφεσθαι διʼ ὅλης ἑαυτῆς, ὡς ὀλίγῳ πρόσθεν ἐδείκνυτο τὸ σπέρμα τρεφόμενον. ἀλλʼ οὐδὲ τοῦτʼ Ἐρασίστρατος οἶδεν ὁ τὴν τέχνην τῆς φύσεως ὑμνῶν, ἀλλʼ οὕτως αὐξάνεσθαι τὰ ζῷα νομίζει καθάπερ τινὰ κρησέραν ἢ σειρὰν ἢ σάκκον ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκομένων ὁμοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν ἡ πρόσθεσις γίγνεται.

ἀλλὰ τοῦτό γʼ οὐκ αὔξησίς ἐστιν ἀλλὰ γένεσις, ὦ σοφώτατε· γίγνεται γὰρ ὁ θύλακος ἔτι καὶ ὁ σάκκος καὶ θοἰμάτιον καὶ ἡ οἰκία καὶ τὸ πλοῖον καὶ τῶν ἄλλων ἕκαστον, ὅταν μηδέπω τὸ προσῆκον εἶδος, οὗ χάριν ὑπὸ τοῦ τεχνίτου δημιουργεῖται, συμπεπληρωμένον ᾖ. πότʼ οὖν αὐξάνεται; ὅταν ἤδη τέλειος ὢν ὁ τάλαρος, ὡς ἔχειν πυθμένα τέ τινα καὶ στόμα καὶ οἷον γαστέρα καὶ τὰ τούτων μεταξύ, μείζων ἅπασι τούτοις γένηται. καὶ πῶς ἔσται τοῦτο; φήσει τις. πῶς δʼ ἄλλως ἢ εἰ ζῷον ἐξαίφνης ἢ φυτὸν ὁ τάλαρος ἡμῖν γένοιτο; μόνων γὰρ τῶν ζώντων ἡ αὔξησις. σὺ δʼ ἴσως οἴει τὴν οἰκίαν οἰκοδομουμένην αὐξάνεσθαι

p.138
καὶ τὸν τάλαρον πλεκόμενον καὶ θοἰμάτιον ὑφαινόμενον. ἀλλʼ οὐχ ὧδʼ ἔχει· τοῦ μὲν γὰρ ἤδη συμπεπληρωμένου κατὰ τὸ εἶδος ἡ αὔξησις, τοῦ δʼ ἔτι γιγνομένου ἡ εἰς τὸ εἶδος ὁδὸς οὐκ αὔξησις ἀλλὰ γένεσις ὀνομάζεται· αὐξάνεται μὲν γὰρ τὸ ὄν, γίγνεται δὲ τὸ οὐκ ὄν.

καὶ ταῦτʼ Ἐρασίστρατος οὐκ οἶδεν, ὃν οὐδὲν λανθάνει, εἴπερ ὅλως ἀληθεύουσιν οἱ ἀπʼ αὐτοῦ φάσκοντες ὡμιληκέναι τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις αὐτόν. ἄχρι μὲν οὖν τοῦ τὴν φύσιν ὑμνεῖν ὡς τεχνικὴν κἀγὼ γνωρίζω τὰ τοῦ περιπάτου δόγματα, τῶν δʼ ἄλλων οὐδὲν οὐδʼ ἐγγύς. εἰ γάρ τις ὁμιλήσειε τοῖς Ἀριστοτέλους καὶ Θεοφράστου γράμμασι, τῆς Ἱπποκράτους ἂν αὐτὰ δόξειε φυσιολογίας ὑπομνήματα συγκεῖσθαι, τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα καὶ τούτων αὐτῶν δραστικώτατον μὲν τὸ θερμόν, δεύτερον δὲ τῇ δυνάμει τὸ ψυχρὸν Ἱπποκράτους ταῦτα σύμπαντα πρώτου, δευτέρου δʼ Ἀριστοτέλους εἰπόντος. τρέφεσθαι δὲ διʼ ὅλων αὑτῶν τὰ τρεφόμενα καὶ κεράννυσθαι διʼ ὅλων τὰ κεραννύμενα καὶ ἀλλοιοῦσθαι διʼ ὅλων τὰ ἀλλοιούμενα, καὶ ταῦθʼ Ἱπποκράτειά θʼ ἅμα καὶ Ἀριστοτέλεια. καὶ τὴν πέψιν ἀλλοίωσίν τινʼ

p.140
ὑπάρχειν καὶ μεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα, τὴν δʼ ἐξαιμάτωσιν ἀλλοίωσιν εἶναι καὶ τὴν θρέψιν ὡσαύτως καὶ τὴν αὔξησιν ἐκ τῆς πάντη διατάσεως καὶ θρέψεως γίγνεσθαι, τὴν δʼ ἀλλοίωσιν ὑπὸ τοῦ θερμοῦ μάλιστα συντελεῖσθαι καὶ διὰ τοῦτο καὶ τὴν πέψιν καὶ τὴν θρέψιν καὶ τὴν τῶν χυμῶν ἁπάντων γένεσιν, ἤδη δὲ καὶ τοῖς περιττώμασι τὰς ποιότητας ὑπὸ τῆς ἐμφύτου θερμασίας ἐγγίγνεσθαι, ταῦτα σύμπαντα καὶ πρὸς τούτοις ἕτερα πολλὰ τά τε τῶν προειρημένων δυνάμεων καὶ τὰ τῶν νοσημάτων τῆς γενέσεως καὶ τὰ τῶν ἰαμάτων τῆς εὑρέσεως Ἱπποκράτης μὲν πρῶτος ἁπάντων ὧν ἴσμεν ὀρθῶς εἶπεν, Ἀριστοτέλης δὲ δεύτερος ὀρθῶς ἐξηγήσατο. καὶ μὴν εἰ ταῦτα σύμπαντα τοῖς ἐκ τοῦ περιπάτου δοκεῖ, καθάπερ οὖν δοκεῖ, μηδὲν δʼ αὐτῶν ἀρέσκει τῷ Ἐρασιστράτῳ, τί ποτε βούλεται τοῖς Ἐρασιστρατείοις ἡ προς τοὺς φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνος ὁμιλία; θαυμάζουσι μὲν γὰρ αὐτὸν ὡς θεὸν καὶ πάντʼ ἀληθεύειν νομίζουσιν. εἰ δʼ οὕτως ἔχει ταῦτα, πάμπολυ δήπου τῆς ἀληθείας ἐσφάλθαι χρὴ νομίζειν τοὺς ἐκ τοῦ περιπάτου φιλοσόφους, οἷς μηδὲν ὧν Ἐρασίστρατος ὑπελάμβανεν ἀρέσκει. καὶ μὴν ὥσπερ τινʼ εὐγένειαν αὐτῷ τῆς φυσιολογίας τὴν πρὸς τοὺς ἄνδρας ἐκείνους συνουσίαν ἐκπορίζουσι.

πάλιν οὖν ἀναστρέψωμεν τὸν λόγον ἑτέρως ἢ ὡς ὀλίγῳ πρόσθεν ἐτύχομεν εἰπόντες. εἴπερ γὰρ οἱ ἐκ τοῦ περιπάτου καλῶς ἐφυσιολόγησαν, οὐδὲν ἂν εἴη ληρωδέστερον Ἐρασιστράτου καὶ δίδωμι τοῖς Ἐρασιστρατείοις αὐτοῖς τὴν αἵρεσιν·

p.142

ἢ γὰρ τὸν πρότερον λόγον ἢ τοῦτον προσήσονται. λέγει δʼ ὁ μὲν πρότερος οὐδὲν ὀρθῶς ἐγνωκέναι περὶ φύσεως τοὺς περιπατητικούς, ὁ δὲ δεύτερος Ἐρασίστρατον. ἐμὸν μὲν οὖν ὑπομνῆσαι τῶν δογμάτων τὴν μάχην, ἐκείνων δʼ ἡ αἵρεσις.

ἀλλʼ οὐκ ἂν ἀποσταῖεν τοῦ θαυμάζειν Ἐρασίστρατον· οὐκοῦν σιωπάτωσαν περὶ τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων. παμπόλλων γὰρ ὄντων δογμάτων φυσικῶν περί τε γένεσιν καὶ φθορὰν τῶν ζῴων καὶ ὑγίειαν καὶ νόσους καὶ τὰς θεραπείας αὐτῶν ἓν μόνον εὑρεθήσεται ταὐτὸν Ἐρασιστράτῳ κἀκείνοις τοῖς ἀνδράσι, τό τινος ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ μάτην μηδέν.

ἀλλὰ καὶ αὐτὸ τοῦτο μέχρι λόγου κοινόν, ἔργῳ δὲ μυριάκις Ἐρασίστρατος αὐτὸ διαφθείρει· μάτην μὲν γὰρ ὁ σπλὴν ἐγένετο, μάτην δὲ τὸ ἐπίπλοον, μάτην δʼ αἱ εἰς τοὺς νεφροὺς ἀρτηρίαι καταφυόμεναι, σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς μεγάλης ἀρτηρίας ἀποβλαστανουσῶν οὖσαι μέγισται, μάτην δʼ ἄλλα μυρία κατά γε τὸν Ἐρασιστράτειον λόγον· ἅπερ εἰ μὲν οὐδʼ ὅλως γιγνώσκει, βραχεῖ μαγείρου σοφώτερός ἐστιν ἐν ταῖς ἀνατομαῖς, εἰ δʼ εἰδὼς οὐ λέγει τὴν χρείαν αὐτῶν, οἴεται δηλονότι παραπλησίως τῷ σπληνὶ μάτην αὐτὰ γεγονέναι. καίτοι τί ταῦτʼ ἐπεξέρχομαι τῆς περὶ χρείας μορίων πραγματείας ὄντα μελλούσης ἡμῖν ἰδίᾳ περαίνεσθαι;

p.144

πάλιν οὖν ἀναλάβωμεν τὸν αὐτὸν λόγον εἰπόντες τέ τι βραχὺ πρὸς τοὺς Ἐρασιστρατείους ἔτι τῶν ἐφεξῆς ἐχώμεθα. δοκοῦσι γάρ μοι μηδὲν ἀνεγνωκέναι τῶν Ἀριστοτέλους οὗτοι συγγραμμάτων, ἀλλʼ ἄλλων ἀκούοντες, ὡς δεινὸς ἦν περὶ φύσιν ὁ ἄνθρωπος καὶ ὡς οἱ ἀπὸ τῆς στοᾶς κατʼ ἴχνη τῆς ἐκείνου φυσιολογίας βαδίζουσιν, εἶθʼ εὑρόντες ἕν τι τῶν περιφερομένων δογμάτων κοινὸν αὐτῷ πρὸς Ἐρασίστρατον ἀναπλάσαι τινὰ συνουσίαν αὐτοῦ πρὸς ἐκείνους τοὺς ἄνδρας. ἀλλʼ ὅτι μὲν τῆς Ἀριστοτέλους φυσιολογίας οὐδὲν Ἐρασιστράτῳ μέτεστιν, ὁ κατάλογος τῶν προειρημένων ἐνδείκνυται δογμάτων, ἃ πρώτου μὲν Ἱπποκράτους ἦν, δευτέρου δʼ Ἀριστοτέλους, τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς μόνου μετατιθεμένου τοῦ τὰς ποιότητας εἶναι σώματα.

τάχα δʼ ἂν τῆς λογικῆς ἕνεκα θεωρίας ὡμιληκέναι φαῖεν τὸν Ἐρασίστρατον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, οὐκ εἰδότες, ὡς ἐκεῖνοι μὲν ψευδεῖς καὶ ἀπεράντους οὐκ ἔγραψαν λόγους, τὰ δʼ Ἐρασιστράτεια βιβλία παμπόλλους ἔχει τοὺς τοιούτους.

τάχʼ ἂν οὖν ἤδη τις θαυμάζοι καὶ διαποροίη, τί παθὼν ὁ Ἐρασίστρατος εἰς τοσοῦτον τῶν Ἱπποκράτους δογμάτων ἀπετράπετο καὶ διὰ τί τῶν ἐν ἥπατι πόρων τῶν χοληδόχων, ἅλις γὰρ ἤδη νεφρῶν, ἀφελόμενος τὴν ἑλκτικὴν δύναμιν ἐπίκαιρον αἰτιᾶται θέσιν καὶ στομάτων

p.146
στενότητα καὶ χώραν τινὰ κοινήν, εἰς ἣν παράγουσι μὲν αἱ ἀπὸ τῶν πυλῶν τὸ ἀκάθαρτον αἷμα, μεταλαμβάνουσι δὲ πρότεροι μὲν οἱ πόροι τὴν χολήν, δεύτεραι δʼ αἱ ἀπὸ τῆς κοίλης φλεβὸς τὸ καθαρὸν αἷμα. πρὸς γὰρ τῷ μηδὲν ἂν βλαβῆναι τὴν ὁλκὴν εἰπὼν ἄλλων μυρίων ἔμελλεν ἀμφισβητουμένων ἀπαλλάξεσθαι λόγων.

ὡς νῦν γε πόλεμος οὐ σμικρός ἐστι τοῖς Ἐρασιστρατείοις οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς ἀλλήλους, οὐκ ἔχουσιν, ὅπως ἐξηγήσωνται τὴν ἐκ τοῦ πρώτου τῶν καθόλου λόγων λέξιν, ἐν ᾗ φησιν· "Εἰς τὸ αὐτὸ δʼ ἀνεστομωμένων ἑτέρων δύο ἀγγείων τῶν τʼ ἐπὶ τὴν χοληδόχον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα συμβαίνει τῆς ἀναφερομένης ἐκ τῆς κοιλίας τροφῆς τὰ ἐναρμόζοντα ἑκατέροις τῶν στομάτων εἰς ἑκάτερα τῶν ἀγγείων μεταλαμβάνεσθαι καὶ τὰ μὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι, τὰ δʼ ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι." τὸ γὰρ "εἰς τὸ αὐτὸ ἀνεστομωμένων," ὃ κατʼ ἀρχὰς τῆς λέξεως γέγραπται, τί ποτε χρὴ νοῆσαι, χαλεπὸν εἰπεῖν. ἤτοι γὰρ οὕτως εἰς ταὐτόν, ὥστε τῷ τῆς ἐν τοῖς σιμοῖς φλεβὸς πέρατι συνάπτειν δύο ἕτερα πέρατα, τό τʼ ἐν τοῖς

p.148
κυρτοῖς καὶ τὸ τοῦ χοληδόχου πόρου, ἤ, εἰ μὴ οὕτω, χώραν τινὰ κοινὴν ἐπινοῆσαι χρὴ τῶν τριῶν ἀγγείων οἷον δεξαμενήν τινα, πληρουμένην μὲν ὑπὸ τῆς κάτω φλεβός, ἐκκενουμένην δʼ εἴς τε τοὺς χοληδόχους πόρους καὶ τὰς τῆς κοίλης ἀποσχίδας· καθʼ ἑκατέραν δὲ τῶν ἐξηγήσεων ἄτοπα πολλά, περὶ ὧν εἰ πάντων λέγοιμι, λάθοιμʼ ἂν ἐμαυτὸν ἐξηγήσεις Ἐρασιστράτου γράφων, οὐχ, ὅπερ ἐξ ἀρχῆς προὐθέμην, περαίνων. κοινὸν δʼ ἀμφοτέραις ταῖς ἐξηγήσεσιν ἄτοπον τὸ μὴ καθαίρεσθαι πᾶν τὸ αἷμα. χρὴ γὰρ ὡς εἰς ἠθμόν τινα τὸ χοληδόχον ἀγγεῖον ἐμπίπτειν αὐτό, οὐ παρέρχεσθαι καὶ παραρρεῖν ὠκέως εἰς τὸ μεῖζον στόμα τῇ Ῥύμῃ τῆς ἀναδόσεως φερόμενον.

ἆρʼ οὖν ἐν τούτοις μόνον ἀπορίαις ἀφύκτοις ὁ Ἐρασιστράτου λόγος ἐνέχεται μὴ βουληθέντος χρήσασθαι ταῖς ἑλκτικαῖς δυνάμεσιν εἰς μηδέν, ἢ σφοδρότατα μὲν ἐν τούτοις καὶ σαφῶς οὕτως, ὡς ἂν μηδὲ παῖδα λαθεῖν;

εἰ δʼ ἐπισκοποῖτό τις ἐπιμελῶς, οὐδʼ ὁ περὶ θρέψεως αὐτοῦ λόγος, ὃν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων διεξέρχεται, τὰς αὐτὰς ἀπορίας ἐκφεύγει. τῇ γὰρ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ συγχωρηθέντος ἑνὸς λήμματος, ὡς πρόσθεν ἐδείκνυμεν, ἐπέραινέ τι περὶ φλεβῶν μόνων καὶ τοῦ κατʼ αὐτὰς αἵματος. ἐκρέοντος γάρ τινος

p.150
κατὰ τὰ στόματʼ αὐτῶν καὶ διαφορουμένου καὶ μήτʼ ἀθρόως τόπου κενοῦ δυναμένου γενέσθαι μήτε τῶν φλεβῶν συμπεσεῖν, τοῦτο γὰρ ἦν τὸ παραλειπόμενον, ἀναγκαῖον ἦν ἕπεσθαι τὸ συνεχὲς ἀναπληροῦν τοῦ κενου μένου τὴν βάσιν. αἱ μὲν δὴ φλέβες ἡμῖν οὕτω θρέψονται τοῦ περιεχομένου κατʼ αὐτὰς αἵματος ἀπολαύουσαι· τὰ δὲ νεῦρα πῶς; οὐ γὰρ δὴ κἀν τούτοις ἐστὶν αἷμα. πρόχειρον μὲν γὰρ ἦν εἰπεῖν, ἕλκοντα παρὰ τῶν φλεβῶν· ἀλλʼ οὐ βούλεται. τί ποτʼ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱμάντων διαφερόντων τῇ φύσει πεπλεγμένην. ὠήθη γὰρ ἐκ ταύτης τῆς ὑποθέσεως ἐκφεύξεσθαι τῷ λόγῳ τὴν ὁλκήν· οὐ γὰρ ἂν ἔτι δεήσεσθαι τὸ νεῦρον ἐν ἑαυτῷ περιέχον αἵματος ἀγγεῖον ἐπιρρύτου τινὸς ἔξωθεν ἐκ τῆς παρακειμένης φλεβὸς τῆς ἀληθινῆς αἵματος ἑτέρου, ἀλλʼ ἱκανὸν αὐτῷ πρὸς τὴν θρέψιν ἔσεσθαι τὸ κατεψευσμένον ἀγγεῖον ἐκεῖνο τὸ λόγῳ θεωρητόν.

ἀλλὰ κἀνταῦθα πάλιν αὐτὸν ὁμοία τις ἀπορία διεδέξατο. τουτὶ γὰρ τὸ σμικρὸν ἀγγεῖον ἑαυτὸ μὲν θρέψει, τὸ παρακείμενον μέντοι νεῦρον ἐκεῖνο τὸ ἁπλοῦν ἢ τὴν ἀρτηρίαν οὐχ οἷόν τʼ ἔσται τρέφειν ἄνευ τοῦ σύμφυτόν τινʼ ὑπάρχειν αὐτοῖς ὁλκὴν τῆς τροφῆς. τῇ μὲν γὰρ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ πῶς ἂν ἔτι δύναιτο τὴν τροφὴν ἐπισπᾶσθαι τὸ ἁπλοῦν νεῦρον, ὥσπερ αἱ φλέβες

p.152
αἱ σύνθετοι; κοιλότης μὲν γάρ τίς ἐστιν ἐν αὐτῷ κατʼ αὐτόν, ἀλλʼ οὐχ αἵματος αὕτη γʼ ἀλλὰ πνεύματος ψυχικοῦ μεστή. δεόμεθα δʼ ἡμεῖς οὐκ εἰς τὴν κοιλότητα ταύτην εἰσάγειν τῷ λόγῳ τὴν τροφὴν ἀλλʼ εἰς τὸ περιέχον αὐτὴν ἀγγεῖον, εἴτʼ οὖν τρέφεσθαι μόνον εἴτε καὶ αὔξεσθαι δέοιτο. πῶς οὖν εἰσάξομεν; οὕτω γάρ ἐστι σμικρὸν ἐκεῖνο τὸ ἁπλοῦν ἀγγεῖον καὶ μέντοι καὶ τῶν ἄλλων ἑκάτερον, ὥστʼ, εἰ τῇ λεπτοτάτῃ βελόνῃ νύξειάς τι μέρος, ἅμα διαιρήσεις τὰ τρία. τόπος οὖν αἰσθητὸς ἀθρόως κενὸς οὐκ ἄν ποτʼ ἐν αὐτῷ γένοιτο· λόγῳ δὲ θεωρητὸς τόπος κενούμενος οὐκ ἦν ἀναγκαστικὸς τῆς τοῦ συνεχοῦς ἀκολουθίας.

ἠβουλόμην δʼ αὖ πάλιν μοι κἀνταῦθα τὸν Ἐρασίστρατον αὐτὸν ἀποκρίνασθαι περὶ τοῦ στοιχειώδους ἐκείνου νεύρου τοῦ σμικροῦ, πότερον ἕν τι καὶ συνεχὲς ἀκριβῶς ἐστιν ἢ ἐκ πολλῶν καὶ σμικρῶν σωμάτων, ὧν Ἐπίκουρος καὶ Λεύκιππος καὶ Δημόκριτος ὑπέθεντο, σύγ κειται. καὶ γὰρ καὶ περὶ τούτου τοὺς Ἐρασιστρατείους ὁρῶ διαφερομένους. οἱ μὲν γὰρ ἕν τι καὶ συνεχὲς αὐτὸ νομίζουσιν ἢ οὐκ ἂν ἁπλοῦν εἰρῆσθαι πρὸς αὐτοῦ φασι· τινὲς δὲ καὶ τοῦτο διαλύειν εἰς ἕτερα στοιχειώδη τολμῶσιν. ἀλλʼ εἰ μὲν ἕν τι καὶ συνεχές ἐστι, τὸ κενούμενον ἐξ αὐτοῦ κατὰ τὴν ἄδηλον ὑπὸ τῶν ἰατρῶν ὀνομαζομένην διαπνοὴν

p.154
οὐδεμίαν ἐν ἑαυτῷ καταλείψει χώραν κενήν. οὕτω γὰρ οὐχ ἓν ἀλλὰ πολλὰ γενήσεται, διειργόμενα δήπου ταῖς κεναῖς χώραις. εἰ δʼ ἐκ πολλῶν σύγκειται, τῇ κηπαίᾳ κατὰ τὴν παροιμίαν πρὸς Ἀσκληπιάδην ἀπεχωρήσαμεν ἄναρμά τινα στοιχεῖα τιθέμενοι. πάλιν οὖν ἄτεχνος ἡμῖν ἡ φύσις λεγέσθω· τοῖς γὰρ τοιούτοις στοιχείοις ἐξ ἀνάγκης τοῦθʼ ἕπεται.

διὸ δή μοι καὶ δοκοῦσιν ἀμαθῶς πάνυ τὴν εἰς τὰ τοιαῦτα στοιχεῖα τῶν ἁπλῶν ἀγγείων εἰσάγειν διάλυσιν ἔνιοι τῶν Ἐρασιστρατείων. ἐμοὶ γοῦν οὐδὲν διαφέρει. καθʼ ἑκατέρους γὰρ ἄτοπος ὁ τῆς θρέψεως ἔσται λόγος, ἐκείνοις τοῖς ἁπλοῖς ἀγγείοις τοῖς σμικροῖς τοῖς συντιθεῖσι τὰ μεγάλα τε καὶ αἰσθητὰ νεῦρα κατὰ μὲν τοὺς συνεχῆ φυλάττοντας αὐτὰ μὴ δυναμένης γενέσθαι τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας, ὅτι μηδὲν ἐν τῷ συνεχεῖ γίγνεται κενόν, κἂν ἀπορρέῃ τι· συνέρχεται γὰρ πρὸς ἄλληλα τὰ καταλειπόμενα μόρια, καθάπερ ἐπὶ τοῦ ὕδατος ὁρᾶται, καὶ πάλιν ἓν γίγνεται πάντα τὴν χώραν τοῦ διαφορηθέντος αὐτὰ καταλαμβάνοντα· κατὰ δὲ τοὺς ἑτέρους, ὅτι τῶν στοιχείων ἐκείνων οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας. ἐπὶ γὰρ τῶν αἰσθητῶν μόνων, οὐκ ἐπὶ τῶν λόγῳ θεωρητῶν ἔχει δύναμιν, ὡς αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ διαρρήδην, οὐ περὶ τοῦ τοιούτου κενοῦ φάσκων ἑκάστοτε ποιεῖσθαι τὸν λόγον, ὃ κατὰ βραχὺ παρέσπαρται τοῖς σώμασιν, ἀλλὰ περὶ τοῦ σαφοῦς καὶ αἰσθητοῦ καὶ ἀθρόου καὶ μεγάλου καὶ ἐναργοῦς καὶ ὅπως ἂν ἄλλως ὀνομάζειν ἐθέλῃς. Ἐρασίστρατος μὲν γὰρ αὐτὸς αἰσθητὸν ἀθρόως οὔ φησι δύνασθαι

p.156
γενέσθαι κενόν· ἐγὼ δʼ ἐκ περιουσίας εὐπορήσας ὀνομάτων ταὐτὸν δηλοῦν ἔν γε τῷ νῦν προκειμένῳ λόγῳ δυναμένων καὶ τἆλλα προσέθηκα.

Κάλλιον οὖν μοι δοκεῖ καὶ ἡμᾶς τι συνεισενέγκασθαι τοῖς Ἐρασιστρατείοις, ἐπειδὴ κατὰ τοῦτο γεγόναμεν, καὶ συμβουλεῦσαι τοῖς τὸ πρῶτον ἐκεῖνο καὶ ἁπλοῦν ὑπʼ Ἐρασιστράτου καλούμενον ἀγγεῖον εἰς ἕτερʼ ἄττα σώματα στοιχειώδη διαλύουσιν ἀποστῆναι τῆς ὑπολήψεως, ὡς πρὸς τῷ μηδὲν ἔχειν πλέον ἔτι καὶ διαφερομένοις Ἐρασιστράτῳ. ὅτι μὲν οὖν οὐδὲν ἔχει πλέον, ἐπιδέδεικται σαφῶς· οὐδὲ γὰρ ἠδυνήθη διαφυγεῖν τὴν περὶ τῆς θρεψεως ἀπορίαν ἡ ὑπόθεσις· ὅτι δʼ οὐδʼ Ἐρασιστράτῳ σύμφωνός ἐστιν, ὃ ἐκεῖνος ἁπλοῦν καὶ πρῶτον ὀνομάζει, σύνθετον ἀποφαίνουσα, καὶ τὴν τῆς φύσεως τέχνην ἀναιροῦσα, πρόδηλον καὶ τοῦτʼ εἶναί μοι δοκεῖ. εἰ μὴ γὰρ κἀν τοῖς ἁπλοῖς τούτοις ἕνωσίν τινα τῆς οὐσίας ἀπολείψομεν, ἀλλʼ εἰς ἄναρμα καὶ ἀμέριστα καταβησόμεθα στοιχεῖα, παντάπασιν ἀναιρήσομεν τῆς φύσεως τὴν τέχνην, ὥσπερ καὶ πάντες οἱ ἐκ ταύτης ὁρμώμενοι τῆς ὑποθέσεως ἰατροὶ καὶ φιλόσοφοι. δευτέρα γὰρ τῶν τοῦ ζῴου μορίων κατὰ τὴν τοιαύτην ὑπόθεσιν ἡ φύσις, οὐ πρώτη γίγνεται. διαπλάττειν δὲ καὶ δημιουργεῖν οὐ τοῦ δευτέρου γεγονότος, ἀλλὰ τοῦ προϋπάρχοντός ἐστιν· ὥστʼ ἀναγκαῖόν ἐστιν εὐθὺς ἐκ σπερμάτων ὑποθέσθαι τὰς δυνάμεις τῆς φύσεως, αἷς διαπλάττει

p.158
τε καὶ αὐξάνει καὶ τρέφει τὸ ζῷον· ἀλλʼ ἐκείνων τῶν σωμάτων τῶν ἀνάρμων καὶ ἀμερῶν οὐδὲν ἐν ἑαυτῷ διαπλαστικὴν ἔχει δύναμιν ἢ αὐξητικὴν ἢ θρεπτικὴν ἢ ὅλως τεχνικήν· ἀπαθὲς γὰρ καὶ ἀμετάβλητον ὑπόκειται. τῶν δʼ εἰρημένων οὐδὲν ἄνευ μεταβολῆς καὶ ἀλλοιώσεως καὶ τῆς διʼ ὅλων κράσεως γίγνεται, καθάπερ καὶ διὰ τῶν ἔμπροσθεν ἐνεδειξάμεθα. καὶ διὰ ταύτην τὴν ἀνάγκην οὐκ ἔχοντες, ὅπως τὰ ἀκόλουθα τοῖς στοιχείοις, οἷς ὑπέθεντο, φυλάττοιεν, οἱ ἀπὸ τῶν τοιούτων αἱρέσεων ἅπαντες ἄτεχνον ἠναγκάσθησαν ἀποφήνασθαι τὴν φύσιν. καίτοι ταῦτά γʼ οὐ παρʼ ἡμῶν ἐχρῆν μανθάνειν τοὺς Ἐρασιστρατείους, ἀλλὰ παρʼ αὐτῶν τῶν φιλοσόφων, οἷς μάλιστα δοκεῖ πρῶτον ἐπισκοπεῖσθαι τὰ στοιχεῖα τῶν ὄντων ἁπάντων.

οὔκουν οὐδʼ Ἐρασίστρατον ἄν τις ὀρθῶς ἄχρι τοσαύτης ἀμαθίας νομίζοι προήκειν, ὡς μηδὲ ταύτην γνωρίσαι δυνηθῆναι τὴν ἀκολου θίαν, ἀλλʼ ἅμα μὲν ὑποθέσθαι τεχνικὴν τὴν φύσιν, ἅμα δʼ εἰς ἀπαθῆ καὶ ἄναρμα καὶ ἀμετάβλητα στοιχεῖα καταθραῦσαι τὴν οὐσίαν. καὶ μὴν εἰ δώσει τινʼ ἐν τοῖς στοιχείοις ἀλλοίωσίν τε καὶ μεταβολὴν καὶ ἕνωσιν καὶ συνέχειαν, ἓν ἀσύνθετον αὐτῷ τὸ ἁπλοῦν ἀγγεῖον ἐκεῖνο, καθάπερ καὶ αὐτὸς ὀνομάζει, γενήσεται. ἀλλʼ ἡ μὲν ἁπλῆ φλὲψ ἐξ αὑτῆς τραφήσεται, τὸ νεῦρον δὲ καὶ ἡ ἀρτηρία παρὰ τῆς φλεβός.

p.160

πῶς καὶ τίνα τρόπον; ἐν τούτῳ γὰρ δὴ καὶ πρόσθεν γενόμενοι τῷ λόγῳ τῆς τῶν Ἐρασιστρατείων διαφωνίας ἐμνημονεύσαμεν, ἐπεδείξαμεν δὲ καὶ καθʼ ἑκατέρους μὲν ἄπορον εἶναι τὴν τῶν ἁπλῶν ἐκείνων ἀγγείων θρέψιν, ἀλλὰ καὶ κρῖναι τὴν μάχην αὐτῶν οὐκ ὠκνήσαμεν καὶ τιμῆσαι τὸν Ἐρασίστρατον εἰς τὴν βελτίονα μεταστήσαντες αἵρεσιν.

αὖθις οὖν ἐπὶ τὴν ἓν ἁπλοῦν ἡνωμένον ἑαυτῷ πάντη τὸ στοιχειῶδες ἐκεῖνο νεῦρον ὑποτιθεμένην αἵρεσιν ὁ λόγος μεταβὰς ἐπισκοπείσθω, πῶς τραφήσεται· τὸ γὰρ εὑρεθὲν ἐνταῦθα κοινὸν ἂν ἤδη καὶ τῆς Ἱπποκράτους αἱρέσεως γένοιτο.

Κάλλιον δʼ ἄν μοι δοκῶ τὸ ζητού μενον ἐπὶ τῶν νενοσηκότων καὶ σφόδρα καταλελεπτυσμένων βασανισθῆναι. πάντα γὰρ τούτοις ἐναργῶς φαίνεται τὰ μόρια τοῦ σώματος ἄτροφα καὶ λεπτὰ καὶ πολλῆς προσθήκης τε καὶ ἀναθρέψεως δεόμενα. καὶ τοίνυν καὶ τὸ νεῦρον τοῦτο τὸ αἰσθητόν, ἐφʼ οὗπερ ἐξ ἀρχῆς ἐποιησάμην τὸν λόγον, ἰσχνὸν μὲν ἱκανῶς γέγονε, δεῖται δὲ θρέψεως. ἔχει δʼ ἐν ἑαυτῷ μέρη πάμπολλα μὲν ἐκεῖνα τὰ πρῶτα καὶ ἀόρατα νεῦρα τὰ σμικρὰ καί τινας ἀρτηρίας ἁπλᾶς ὀλίγας καὶ φλέβας ὁμοίως. ἅπαντʼ οὖν αὐτοῦ τὰ νεῦρα τὰ στοιχειώδη καταλελέπτυνται δηλονότι καὶ αὐτά, ἤ, εἰ μηδʼ ἐκεῖνα, οὐδὲ τὸ ὅλον. καὶ τοίνυν καὶ θρέψεως οὐ τὸ μὲν ὅλον δεῖται νεῦρον, ἕκαστον δʼ ἐκείνων οὐ δεῖται. καὶ μὴν εἰ δεῖται μὲν ἀναθρέψεως, οὐδὲν δʼ ἡ πρὸς τὸ κενούμενον ἀκολουθία

p.162
βοηθεῖν αὐτοῖς δύναται διά τε τὰς ἔμπροσθεν εἰρημένας ἀπορίας καὶ διὰ τὴν ὑπόγυιον ἰσχνότητα, καθάπερ δείξω, ζητητέον ἡμῖν ἐστιν ἑτέραν αἰτίαν θρέψεως.

πῶς οὖν ἡ πρὸς τὸ κενούμενον ἀκολουθία τρέφειν ἀδύνατός ἐστι τὸν οὕτω διακείμενον; ὅτι τοσοῦτον ἀκολουθεῖν ἀναγκάζει τῶν συνεχῶν, ὅσον ἀπορρεῖ. τοῦτο δʼ ἐπὶ μὲν τῶν εὐεκτούντων ἱκανόν ἐστιν εἰς τὴν θρέψιν, ἴσα γὰρ ἐπʼ αὐτῶν εἶναι χρὴ τοῖς ἀπορρέουσι τὰ προστιθέμενα· ἐπὶ δὲ τῶν ἐσχάτως ἰσχνῶν καὶ πολλῆς ἀναθρέψεως δεομένων εἰ μὴ πολλαπλάσιον εἴη τὸ προστιθέμενον τοῦ κενουμένου, τὴν ἐξ ἀρχῆς ἕξιν ἀναλαβεῖν οὐκ ἄν ποτε δύναιντο. δῆλον οὖν, ὡς ἕλκειν αὐτὰ δεήσει τοσούτῳ πλεῖον, ὅσῳ καὶ δεῖται πλείονος. Ἐρασίστρατος δὲ κἀνταῦθα πρότερον ποιήσας τὸ δεύτερον οὐκ οἶδʼ ὅπως οὐκ αἰσθάνεται. διότι γάρ, φησί, πολλὴ πρόσθεσις εἰς ἀνάθρεψιν γίγνεται τοῖς νενοσηκόσι, διὰ τοῦτο καὶ ἡ πρὸς ταύτην ἀκολουθία πολλή. πῶς δʼ ἂν πολλὴ πρόσθεσις γένοιτο μὴ προηγουμένης ἀναδόσεως δαψιλοῦς; εἰ δὲ τὴν διὰ τῶν φλεβῶν φορὰν τῆς τροφῆς ἀνάδοσιν καλεῖ, τὴν δʼ εἰς ἕκαστον τῶν ἁπλῶν καὶ ἀοράτων ἐκείνων νεύρων καὶ ἀρτηριῶν μετάληψιν οὐκ ἀνάδοσιν ἀλλὰ διάδοσιν, ὥς τινες ὀνομάζειν ἠξίωσαν, εἶτα τὴν διὰ τῶν φλεβῶν μόνῃ τῇ

p.164
πρὸς τὸ κενούμενον ἀκολουθίᾳ φησὶ γίγνεσθαι, τὴν εἰς τὰ λόγῳ θεωρητὰ μετάληψιν ἡμῖν ἐξηγησάσθω. ὅτι μὲν γὰρ οὐκέτʼ ἐπὶ τούτων ἡ πρὸς τὸ κενούμενον ἀκολουθία λέγεσθαι δύναται καὶ μάλιστʼ ἐπὶ τῶν ἐσχάτως ἰσχνῶν, ἀποδέδεικται. τί δέ φησιν ἐπʼ αὐτῶν ἐν τῷ δευτέρῳ τῶν καθόλου λόγων ὁ Ἐρασίστρατος, ἄξιον ἐπακοῦσαι τῆς λέξεως· "Τοῖς δʼ ἐσχάτοις τε καὶ ἁπλοῖς, λεπτοῖς τε καὶ στενοῖς οὖσιν, ἐκ τῶν παρακειμένων ἀγγείων ἡ πρόσθεσις συμβαίνει εἰς τὰ κενώματα τῶν ἀπενεχθέντων κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκομένης τῆς τροφῆς καὶ καταχωριζομένης." ἐκ ταύτης τῆς λέξεως πρῶτον μὲν τὸ κατὰ τὰ πλάγια προσίεμαί τε καὶ ἀποδέχομαι· κατὰ μὲν γὰρ αὐτὸ τὸ στόμα τὸ ἁπλοῦν νεῦρον οὐκ ἂν δύναιτο δεχόμενον τὴν τροφὴν οὕτως εἰς ὅλον ἑαυτὸ διανέμειν· ἀνάκειται γὰρ ἐκεῖνο τῷ ψυχικῷ πνεύματι· κατὰ δὲ τὸ πλάγιον ἐκ τῆς παρακειμένης φλεβὸς τῆς ἁπλῆς ἐγχωρεῖ λαβεῖν αὐτό. δεύτερον δʼ ἀποδέχομαι τῶν ἐκ τῆς Ἐρασιστράτου λέξεως ὀνομάτων τὸ γεγραμμένον ἐφεξῆς τῷ κατὰ τὰ πλάγια. τί γάρ φησι; "Κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκομένης τῆς τροφῆς." ὅτι μὲν οὖν ἕλκεται, καὶ ἡμεῖς ὁμολογοῦμεν, ὅτι δʼ οὐ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, δέδεικται πρόσθεν.

Ἐξεύρωμεν οὖν κοινῇ, τῶς ἕλκεται. πῶς δʼ ἄλλως ἢ ὡς ὁ σίδηρος ὑπὸ τῆς ἡρακλείας λίθου

p.166
δύναμιν ἐχούσης ἑλκτικὴν τοιαύτης ποιότητος; ἀλλʼ εἰ τὴν μὲν ἀρχὴν τῆς ἀναδόσεως ἡ τῆς κοιλίας ἔνθλιψις παρέχεται, τὴν δὲ μετὰ ταῦτα φορὰν ἅπασαν αἵ τε φλέβες περιστελλόμεναι καὶ προωθοῦσαι καὶ τῶν τρεφομένων ἕκαστον ἐπισπώμενον εἰς ἑαυτό, τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἀποστάντες, ὡς οὐ πρεπούσης ἀνδρὶ τεχνικὴν ὑποθεμένῳ τὴν φύσιν, οὕτως ἂν ἤδη καὶ τὴν ἀντιλογίαν εἴημεν πεφευγότες τὴν Ἀσκληπιάδου μὴ δυνάμενοί γε λύειν αὐτήν. τὸ γὰρ εἰς τὴν ἀπόδειξιν παραλαμβανόμενον λῆμμα τὸ διεζευγμένον οὐκ ἐκ δυοῖν ἀλλʼ ἐκ τριῶν ἐστι κατά γε τὴν ἀλήθειαν διεζευγμένον. εἰ μὲν οὖν ὡς ἐκ δυοῖν αὐτῷ χρησαίμεθα, ψεῦδος ἔσται τι τῶν εἰς τὴν ἀπόδειξιν παρειλημμένων· εἰ δʼ ὡς ἐκ τριῶν, ἀπέραντος ὁ λόγος γενήσεται.

καὶ ταῦτʼ οὐκ ἐχρῆν ἀγνοεῖν τὸν Ἐρασίστρατον, εἴπερ κἂν ὄναρ ποτὲ τοῖς ἐκ τοῦ περιπάτου συνέτυχεν, ὥσπερ οὖν οὐδὲ τὰ περὶ τῆς γενέσεως τῶν χυμῶν, ὑπὲρ ὧν οὐδὲν ἔχων εἰπεῖν οὐδὲ μέχρι τοῦ μετρίου πιθανὸν οἴεται παρακρούεσθαι σκηπτόμενος, ὡς οὐδὲ χρήσιμος ὅλως ἐστὶν ἡ τῶν τοιούτων ἐπίσκεψις. εἶτʼ, ὦ πρὸς θεῶν, ὅπως μὲν τὰ σιτία κατὰ τὴν γαστέρα πέττεται χρήσιμον ἐπίστασθαι, πῶς δʼ ἐν ταῖς φλεψὶν ἡ

p.168
χολὴ γίγνεται, περιττόν; καὶ τῆς κενώσεως ἄρα φροντιστέον αὐτῆς μόνης, ἀμελητέον δὲ τῆς γενέσεως; ὥσπερ οὐκ ἄμεινον ὑπάρχον μακρῷ τὸ κωλύειν εὐθὺς ἐξ ἀρχῆς γεννᾶσθαι πλείονα τοῦ πράγματʼ ἔχειν ἐκκενοῦντας. θαυμαστὸν δὲ καὶ τὸ διαπορεῖν, εἴτʼ ἐν τῷ σώματι τὴν γένεσιν αὐτῆς ὑποθετέον εἴτʼ εὐθὺς ἔξωθεν ἐν τοῖς σιτίοις περιέχεσθαι φατέον, εἰ γὰρ δὴ τοῦτο καλῶς ἠπόρηται, τί οὐχὶ καὶ περὶ τοῦ αἵματος ἐπισκεψόμεθα, πότερον ἐν τῷ σώματι λαμβάνει τὴν γένεσιν ἢ τοῖς σιτίοις παρέσπαρται, καθάπερ οἱ τὰς ὁμοιομερείας ὑποτιθέμενοί φασι; καὶ μὴν πολλῷ γʼ ἦν χρησιμώτερον ζητεῖσθαι, ποῖα τῶν σιτίων ὁμολογεῖ τῇ τῆς αἱματώσεως ἐνεργείᾳ καὶ ποῖα διαφέρεται, τοῦ ζητεῖν, τίνα μὲν τῇ τῆς γαστρὸς ἐνεργείᾳ νικᾶται Ῥᾳδίως, τίνα δʼ ἀντιβαίνει καὶ μάχεται. τούτων μὲν γὰρ ἡ ἔκλεξις εἰς πέψιν μόνην, ἐκείνων δʼ εἰς αἵματος χρηστοῦ διαφέρει γένεσιν. οὐδὲ γὰρ ἴσον ἐστὶν ἢ μὴ καλῶς ἐν τῇ γαστρὶ χυλωθῆναι τὴν τροφὴν ἢ μὴ χρηστὸν αἷμα γεννηθῆναι. πῶς δʼ οὐκ αἰδεῖται τὰς μὲν τῆς πέψεως ἀποτυχίας διαιρούμενος, ὡς πολλαί τʼ εἰσὶ καὶ κατὰ πολλὰς γίγνονται προφάσεις, ὑπὲρ δὲ τῶν τῆς αἱματώσεως σφαλμάτων οὐδʼ ἄχρι Ῥήματος ἑνὸς οὐδʼ ἄχρι συλλαβῆς μιᾶς φθεγξάμενος; καὶ μὴν εὑρίσκεταί γε καὶ παχὺ καὶ λεπτὸν ἐν ταῖς φλεψὶν αἷμα καὶ τοῖς μὲν ἐρυθρότερον, τοῖς δὲ ξανθότερον, τοῖς δὲ μελάντερον, τοῖς δὲ φλεγματωδέστερον. εἰ δʼ ὅτι
p.170
καὶ δυσῶδες οὐχ ἕνα τρόπον ἀλλʼ ἐν πολλαῖς πάνυ διαφοραῖς ἀρρήτοις μὲν λόγῳ, σαφεστάταις δʼ αἰσθήσεσι φαίνεται γιγνόμενον, εἰδείη τις, οὐκ ἂν οἶμαι μετρίως ἔτι καταγνώσεσθαι τῆς Ἐρασιστράτου Ῥᾳθυμίας αὐτὸν οὕτω γʼ ἀναγκαίαν εἰς τὰ ἔργα τῆς τέχνης θεωρίαν παραλιπόντος.

ἐναργῆ γὰρ δὴ καὶ τὰ περὶ τῶν ὑδέρων ἁμαρτήματα τῇ Ῥᾳθυμίᾳ ταύτῃ κατὰ λόγον ἠκολουθηκότα. τό τε γὰρ τῇ στενοχωρίᾳ τῶν ὁδῶν κωλύεσθαι νομίζειν πρόσω τοῦ ἥπατος ἰέναι τὸ αἷμα καὶ μηδέποτʼ ἂν ἄλλως ὕδερον δύνασθαι συστῆναι πῶς οὐκ ἐσχάτην ἐνδείκνυται Ῥᾳθυμίαν; τό τε μὴ διὰ τὸν σπλῆνα μηδὲ διʼ ἄλλο τι μόριον, ἀλλʼ ἀεὶ διὰ τὸν ἐν τῷ ἥπατι σκίρρον ὕδερον οἴεσθαι γίγνεσθαι τελέως ἀργοῦ τὴν διάνοιαν ἀνθρώπου καὶ μηδενὶ τῶν ὁσημέραι γιγνομένων παρακολουθοῦντος. ἐπὶ μέν γε χρονίαις αἱμορροΐσιν ἐπισχεθείσαις ἢ διὰ κένωσιν ἄμετρον εἰς ψῦξιν ἐσχάτην ἀγαγούσαις τὸν ἄνθρωπον οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολλάκις ἤδη τεθεάμεθα συστάντας ὑδέρους, ὥσπερ γε καὶ γυναιξὶν ἥ τε τῆς ἐφʼ ἑκάστῳ μηνὶ καθάρσεως ἀπώλεια παντελὴς καὶ ἄμετρος κένωσις, ὅταν αἱμορραγήσωσί ποθʼ αἱ μῆτραι σφοδρῶς, ἐπεκαλέσαντο πολλάκις ὕδερον καί τισιν αὐτῶν καὶ ὁ γυναικεῖος ὀνομαζόμενος Ῥοῦς εἰς τοῦτʼ ἐτελεύτησε τὸ πάθος, ἵνα

p.172
τοὺς ἀπὸ τῶν κενεώνων ἀρχομένους ἢ ἄλλου τινὸς τῶν ἐπικαίρων μορίων ὑδέρους παραλίπω, σαφῶς μὲν καὶ αὐτοὺς ἐξελέγχοντας τὴν Ἐρασιστράτειον ὑπόληψιν, ἀλλʼ οὐχ οὕτως ἐναργῶς ὡς οἱ διὰ κατάψυξιν σφοδρὰν τῆς ὅλης ἕξεως ἀποτελούμενοι. πρώτη γὰρ αὕτη γενέσεως ὑδέρων αἰτία διὰ τὴν ἀποτυχίαν τῆς αἱματώσεως γιγνομένη τρόπον ὁμοιότατον ταῖς ἐπὶ τῇ τῶν σιτίων ἀπεψίᾳ διαρροίαις. οὐ μὴν ἐσκίρρωταί γε κατὰ τοὺς τοιούτους ὑδέρους οὐδʼ ἄλλο τι σπλάγχνον οὐδὲ τὸ ἧπαρ.

ἀλλʼ Ἐρασίστρατος ὁ σοφὸς ὑπεριδὼν καὶ καταφρονήσας, ὧν οὔθʼ Ἱπποκράτης οὔτε Διοκλῆς οὔτε Πραξαγόρας οὔτε Φιλιστίων ἀλλʼ οὐδὲ τῶν ἀρίστων φιλοσόφων οὐδεὶς κατεφρόνησεν οὔτε Πλάτων οὔτʼ Ἀριστοτέλης οὔτε Θεόφραστος, ὅλας ἐνεργείας ὑπερβαίνει καθάπερ τι σμικρὸν καὶ τὸ τυχὸν τῆς τέχνης παραλιπὼν μέρος οὐδʼ ἀντειπεῖν ἀξιώσας, εἴτʼ ὀρθῶς εἴτε καὶ μὴ σύμπαντες οὗτοι θερμῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ ὑγρῷ, τοῖς μὲν ὡς δρῶσι, τοῖς δʼ ὡς πάσχουσι, τὰ κατὰ τὸ σῶμα τῶν ζῴων ἁπάντων διοικεῖσθαί φασι καὶ ὡς τὸ θερμὸν ἐν αὐτοῖς εἴς τε τὰς ἄλλας ἐνεργείας καὶ μάλιστʼ εἰς τὴν τῶν χυμῶν γένεσιν τὸ πλεῖστον δύναται. ἀλλὰ τὸ μὲν μὴ πείθεσθαι τοσούτοις τε καὶ τηλικούτοις ἀνδράσι καὶ πλέον αὐτῶν οἴεσθαί τι γιγνώσκειν ἀνεμέσητον, τὸ δὲ μήτʼ ἀντιλογίας ἀξιῶσαι μήτε μνήμης οὕτως ἔνδοξον δόγμα θαυμαστήν τινα τὴν ὑπεροψίαν ἐνδείκνυται.

p.174

καὶ μὴν σμικρότατός ἐστι τὴν γνώμην καὶ ταπεινὸς ἐσχάτως ἐν ἁπάσαις ταῖς ἀντιλογίαις ἐν μὲν τοῖς περὶ τῆς πέψεως λόγοις τοῖς σήπεσθαι τὰ σιτία νομίζουσι φιλοτίμως ἀντιλέγων, ἐν δὲ τοῖς περὶ τῆς ἀναδόσεως τοῖς διὰ τὴν παράθεσιν τῶν ἀρτηριῶν ἀναδίδοσθαι τὸ διὰ τῶν φλεβῶν αἷμα νομίζουσιν, ἐν δὲ τοῖς περὶ τῆς ἀναπνοῆς τοῖς περιωθεῖσθαι τὸν ἀέρα φάσκουσιν. οὐκ ὤκνησε δʼ οὐδὲ τοῖς ἀτμοειδῶς εἰς τὴν κύστιν ἰέναι τὰ οὖρα νομίζουσιν ἀντειπεῖν οὐδὲ τοῖς εἰς τὸν πνεύμονα φέρεσθαι τὸ ποτόν. οὕτως ἐν ἅπασι τὰς χειρίστας ἐπιλεγόμενος δόξας ἀγάλλεται διατρίβων ἐπὶ πλέον ἐν ταῖς ἀντιλογίαις· ἐπὶ δὲ τῆς τοῦ αἵματος γενέσεως οὐδὲν ἀτιμοτέρας οὔσης τῆς ἐν τῇ γαστρὶ χυλώσεως τῶν σιτίων οὔτʼ ἀντειπεῖν τινι τῶν πρεσβυτέρων ἠξίωσεν οὔτʼ αὐτὸς εἰσηγήσασθαί τινʼ ἑτέραν γνώμην ἐτόλμησεν, ὁ περὶ πασῶν τῶν φυσικῶν ἐνεργειῶν ἐν ἀρχῇ τῶν καθόλου λόγων ὑποσχόμενος ἐρεῖν, ὅπως τε γίγνονται καὶ διʼ ὧντινων τοῦ ζῴου μορίων. ἢ τῆς μὲν πέττειν τὰ σιτία πεφυκυίας δυνάμεως ἀρρωστούσης ἀπεπτήσει τὸ ζῷον, τῆς δʼ αἱματούσης τὰ πεφθέντα οὐδὲν ἔσται πάθημα τὸ παράπαν, ἀλλʼ ἀδαμαντίνη τις ἡμῖν αὕτη μόνη καὶ ἀπαθής ἐστιν; ἢ ἄλλο τι τῆς ἀρρωστίας αὐτῆς ἔκγονον ὑπάρξει

p.176
καὶ οὐχ ὕδερος; δῆλος οὖν ἐναργῶς ἐστιν ὁ Ἐρασίστρατος ἐξ ὧν ἐν μὲν τοῖς ἄλλοις οὐδὲ ταῖς φαυλοτάταις δόξαις ἀντιλέγειν ὤκνησεν, ἐνταυθοῖ δʼ οὔτʼ ἀντειπεῖν τοῖς πρόσθεν οὔτʼ αὐτὸς εἰπεῖν τι καινὸν ἐτόλμησε, τὸ σφάλμα τῆς ἑαυτοῦ γνωρίζων αἱρέσεως.

τί γὰρ ἂν καὶ λέγειν ἔσχεν ὑπὲρ αἵματος ἄνθρωπος εἰς μηδὲν τῷ συμφύτῳ θερμῷ χρώμενος; τί δὲ περὶ ξανθῆς χολῆς ἢ μελαίνης ἢ φλέγματος; ὅτι νὴ Δία δυνατόν ἐστιν ἀναμεμιγμένην τοῖς σιτίοις εὐθὺς ἔξωθεν παραγίγνεσθαι τὴν χολήν. λέγει γοῦν ὧδέ πως αὐτοῖς ὀνόμασι· "Πότερον δʼ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται τοιαύτη ὑγρασία ἢ μεμιγμένη τοῖς ἔξωθεν προσφερομένοις παραγίγνεται, οὐδὲν χρήσιμον πρὸς ἰατρικὴν ἐπεσκέφθαι." καὶ μήν, ὦ γενναιότατε, καὶ κενοῦσθαι χρῆναι φάσκεις ἐκ τοῦ ζῴου τὸν χυμὸν τοῦτον καὶ μεγάλως λυπεῖν, εἰ μὴ κενωθείη. πῶς οὖν οὐδὲν ἐξ αὐτοῦ χρηστὸν ὑπολαμβάνων γίγνεσθαι τολμᾷς ἄχρηστον λέγειν εἰς ἰατρικὴν εἶναι τὴν περὶ τῆς γενέσεως αὐτοῦ σκέψιν;

ὑποκείσθω γὰρ ἐν μὲν τοῖς σιτίοις περιέχεσθαι, μὴ διακρίνεσθαι δʼ ἀκριβῶς ἐν ἥπατι· ταῦτα γὰρ ἀμφότερα νομίζεις εἶναι δυνατά. καὶ μὴν οὐ σμικρὸν ἐνταῦθα τὸ διαφέρον ἢ ἐλαχίστην ἢ παμπόλλην χολὴν ἐν ἑαυτοῖς περιέχοντα προσάρασθαι σιτία. τὰ μὲν γὰρ ἀκίνδυνα, τὰ δὲ παμπόλλην περιέχοντα τῷ μὴ δύνασθαι πᾶσαν

p.178
αὐτὴν ἐν ἥπατι καθαρθῆναι καλῶς αἴτια καταστήσεται τῶν τʼ ἄλλων παθῶν, ὧν αὐτὸς ὁ Ἐρασίστρατος ἐπὶ πλήθει χολῆς γίγνεσθαί φησι, καὶ τῶν ἰκτέρων οὐχ ἥκιστα. πῶς οὖν οὐκ ἀναγκαιότατον ἰατρῷ γιγνώσκειν, πρῶτον μέν, ὡς ἐν τοῖς σιτίοις αὐτοῖς ἔξωθεν ἡ χολὴ περιέχεται, δεύτερον δʼ, ὡς τὸ μὲν τεῦτλον, εἰ τύχοι, παμπόλλην, ὁ δʼ ἄρτος ἐλαχίστην καὶ τὸ μὲν ἔλαιον πλείστην, ὁ δʼ οἶνος ὀλιγίστην ἕκαστόν τε τῶν ἄλλων ἄνισον τῷ πλήθει περιέχει τὴν χολήν; πῶς γὰρ οὐκ ἂν εἴη γελοιότατος, ὃς ἂν ἑκὼν αἱρῆται τὰ πλείονα χολὴν ἐν ἑαυτοῖς περιέχοντα πρὸ τῶν ἐναντίων;

τί δʼ εἰ μὴ περιέχεται μὲν ἐν τοῖς σιτίοις ἡ χολή, γίγνεται δʼ ἐν τοῖς τῶν ζῴων σώμασιν; ἢ οὐχὶ καὶ κατὰ τοῦτο χρήσιμον ἐπίστασθαι, τίνι μὲν καταστάσει σώματος ἕπεται πλείων αὐτῆς ἡ γένεσις, τίνι δʼ ἐλάττων; ἀλλοιοῦν γὰρ δήπου καὶ μεταβάλλειν οἷοί τʼ ἐς μὲν καὶ τρέπειν ἐπὶ τὸ βέλτιον ἀεὶ τὰς μοχθηρὰς καταστάσεις τοῦ σώματος. ἀλλʼ εἰ μὴ γιγνώσκοιμεν, καθότι μοχθηραὶ καὶ ὅπῃ τῆς δεούσης ἐξίστανται, πῶς ἂν αὐτὰς ἐπανάγειν οἷοί τʼ εἴημεν ἐπὶ τὸ κρεῖττον;

οὔκουν ἄχρηστόν ἐστιν εἰς τὰς ἰάσεις, ὡς Ἐρασίστρατός φησιν, ἐπίστασθαι τἀληθὲς αὐτὸ περὶ γενέσεως χολῆς. οὐ μὴν οὐδʼ ἀδύνατον οὐδʼ ἀσαφὲς ἐξευρεῖν, ὅτι μὴ τῷ πλείστην ἐν ἑαυτῷ περιέχειν τὸ μέλι τὴν ξανθὴν χολὴν ἀλλʼ ἐν τῷ σώματι μεταβαλλόμενον εἰς αὐτὴν ἀλλοιοῦταί τε καὶ τρέπεται. πικρόν τε γὰρ ἂνͅ ἦν γευομένοις, εἰ χολὴν ἔξωθεν εὐθὺς ἐν ἑαυτῷ περιεῖχεν ἅπασί τʼ ἂν ὡσαύτως τοῖς ἀνθρώποις ἴσον αὐτῆς ἐγέννα

p.180
τὸ πλῆθος. ἀλλʼ οὐχ ὧδʼ ἔχει τἀληθές. ἐν μὲν γὰρ τοῖς ἀκμάζουσι καὶ μάλιστʼ εἰ φύσει θερμότεροι καὶ βίον εἶεν βιοῦντες ταλαίπωρον, ἅπαν εἰς ξανθὴν χολὴν μεταβάλλει τὸ μέλι· τοῖς γέρουσι δʼ ἱκανῶς ἐστιν ἐπιτήδειον, ὡς ἂν οὐκ εἰς χολὴν ἀλλʼ εἰς αἷμα τὴν ἀλλοίωσιν ἐν ἐκείνοις λαμβάνον. Ἐρασίστρατος δὲ πρὸς τῷ μηδὲν τούτων γιγνώσκειν οὐδὲ περὶ τὴν διαίρεσιν τοῦ λόγου σωφρονεῖ, πότερον ἐν τοῖς σιτίοις ἡ χολὴ περιέχεται εὐθὺς ἐξ ἀρχῆς ἢ κατὰ τὴν ἐν τῇ κοιλίᾳ κατεργασίαν ἐγένετο, μηδὲν εἶναι χρήσιμον εἰς ἰατρικὴν ἐπεσκέφθαι λέγων. ἐχρῆν γὰρ δήπου προσθεῖναί τι καὶ περὶ τῆς ἐν ἥπατι καὶ φλεψὶ γενέσεως αὐτῆς, ἐν τοῖσδε τοῖς ὀργάνοις γεννᾶσθαι τὴν χολὴν ἅμα τῷ αἵματι τῶν παλαιῶν ἰατρῶν τε καὶ φιλοσόφων ἀποφηναμένων. ἀλλὰ τοῖς εὐθὺς ἐξ ἀρχῆς σφαλεῖσι καὶ διαμαρτάνουσι τῆς ὀρθῆς ὁδοῦ τοιαῦτά τε ληρεῖν ἀναγκαῖόν ἐστι καὶ προσέτι τῶν χρησιμωτάτων εἰς τὴν τέχνην παραλιπεῖν τὴν ζήτησιν.

ἡδέως δʼ ἂν ἐνταῦθα τοῦ λόγου γεγονὼς ἠρόμην τοὺς ὁμιλῆσαι φάσκοντας αὐτὸν ἐπὶ πλεῖστον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, εἰ γιγνώσκουσιν, ὅσα περὶ τοῦ κεκρᾶσθαι τὰ σώμαθʼ ἡμῶν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πρὸς Ἀριστοτέλους εἴρηταί τε καὶ ἀποδέδεικται, καὶ ὡς τὸ θερμὸν ἐν αὐτοῖς ἐστι τὸ δραστικώτατον καὶ ὡς τῶν ζῴων ὅσα μὲν θερμότερα φύσει, ταῦτα πάντως ἔναιμα, τὰ δʼ ἐπὶ πλέον ψυχρότερα πάντως ἄναιμα καὶ διὰ τοῦτο τοῦ χειμῶνος ἀργὰ

p.182
καὶ ἀκίνητα κεῖται φωλεύοντα δίκην νεκρῶν. εἴρηται δὲ καὶ περὶ τῆς χροιᾶς τοῦ αἵματος οὐκ Ἀριστοτέλει μόνον, ἀλλὰ καὶ Πλάτωνι. καὶ ἡμεῖς νῦν, ὅπερ ἤδη καὶ πρόσθεν εἶπον, οὐ τὰ καλῶς ἀποδεδειγμένα τοῖς παλαιοῖς λέγειν προὐθέμεθα, μήτε τῇ γνώμῃ μήτε τῇ λέξει τοὺς ἄνδρας ἐκείνους ὑπερβαλέσθαι δυνάμενοι· τὰ δʼ ἤτοι χωρὶς ἀποδείξεως ὡς ἐναργῆ πρὸς αὐτῶν εἰρημένα διὰ τὸ μηδʼ ὑπονοῆσαι μοχθηροὺς οὕτως ἔσεσθαί τινας σοφιστάς, οἳ καταφρονήσουσι τῆς ἐν αὐτοῖς ἀληθείας, ἢ καὶ παραλελειμμένα τελέως ὑπʼ ἐκείνων ἀξιοῦμεν εὑρίσκειν τε καὶ ἀποδεικνύναι.

περὶ δὲ τῆς τῶν χυμῶν γενέσεως οὐκ οἶδʼ, εἰ ἔχει τις ἕτερον προσθεῖναι σοφώτερον ὧν Ἱπποκράτης εἶπε καὶ Ἀριστοτέλης καὶ Πραξαγόρας καὶ Φιλότιμος καὶ ἄλλοι πολλοὶ τῶν παλαιῶν. ἀποδέδεικται γὰρ ἐκείνοις τοῖς ἀνδράσιν ἀλλοιουμένης τῆς τροφῆς ἐν ταῖς φλεψὶν ὑπὸ τῆς ἐμφύτου θερμασίας αἷμα μὲν ὑπὸ τῆς συμμετρίας τῆς κατʼ αὐτήν, οἱ δʼ ἄλλοι χυμοὶ διὰ τὰς ἀμετρίας γιγνόμενοι· καὶ τούτῳ τῷ λόγῳ πάνθʼ ὁμολογεῖ τὰ φαινόμενα. καὶ γὰρ τῶν ἐδεσμάτων ὅσα μέν ἐστι θερμότερα φύσει, χολωδέστερα, τὰ δὲ ψυχρότερα φλεγματικώτερα· καὶ τῶν ἡλικιῶν ὡσαύτως χολωδέστεραι μὲν αἱ θερμότεραι φύσει, φλεγματωδέστεραι δʼ αἱ ψυχρότεραι· καὶ τῶν ἐπιτηδευμάτων δὲ καὶ τῶν χωρῶν καὶ τῶν ὡρῶν καὶ πολὺ δὴ πρότερον ἔτι τῶν φύσεων αὐτῶν αἱ μὲν ψυχρότεραι φλεγματωδέστεραι, χολωδέστεραι δʼ αἱ

p.184
θερμότεραι· καὶ νοσημάτων τὰ μὲν ψυχρὰ τοῦ φλέγματος ἔκγονα, τὰ δὲ θερμὰ τῆς ξανθῆς χολῆς· καὶ ὅλως οὐδὲν ἔστιν εὑρεῖν τῶν πάντων, ὃ μὴ τούτῳ τῷ λόγῳ μαρτυρεῖ. πῶς δʼ οὐ μέλλει; διὰ γὰρ τὴν ἐκ τῶν τεττάρων ποιὰν κρᾶσιν ἑκάστου τῶν μορίων ὡδί πως ἐνεργοῦντος ἀνάγκη πᾶσα καὶ διὰ τὴν βλάβην αὐτῶν ἢ διαφθείρεσθαι τελέως ἢ ἐμποδίζεσθαί γε τὴν ἐνέργειαν καὶ οὕτω νοσεῖν τὸ ζῷον ἢ ὅλον ἢ κατὰ τὰ μόρια.

καὶ τὰ πρῶτά γε καὶ γενικώτατα νοσήματα τέτταρα τὸν ἀριθμὸν ὑπάρχει θερμότητι καὶ ψυχρότητι καὶ ξηρότητι καὶ ὑγρότητι διαφέροντα. τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ καίτοι μὴ βουλόμενος. ὅταν γὰρ ἐν τοῖς πυρετοῖς χείρους τῶν σιτίων τὰς πέψεις γίγνεσθαι λέγῃ, μὴ διότι τῆς ἐμφύτου θερμασίας ἡ συμμετρία διέφθαρται, καθάπερ οἱ πρόσθεν ὑπελάμβανον, ἀλλʼ ὅτι περιστέλλεσθαι καὶ τρίβειν ἡ γαστὴρ οὐχ ὁμοίως δύναται βεβλαμμένη τὴν ἐνέργειαν, ἐρέσθαι δίκαιον αὐτόν, ὑπὸ τίνος ἡ τῆς γαστρὸς ἐνέργεια βέβλαπται.

γενομένου γάρ, εἰ τύχοι, βουβῶνος ἐπὶ προσπταίσματι, πρὶν μὲν πυρέξαι τὸν ἄνθρωπον, οὐκ ἂν χεῖρον ἡ γαστὴρ πέψειεν· οὐ γὰρ ἱκανὸν ἦν οὐδέτερον αὐτῶν οὔθʼ ὁ βουβὼν οὔτε τὸ ἕλκος ἐμποδίσαι τι καὶ βλάψαι τὴν ἐνέργειαν τῆς κοιλίας· εἰ δὲ πυρέξειεν, εὐθὺς μὲν αἱ πέψεις γίγνονται χείρους, εὐθὺς δὲ καὶ τὴν ἐνέργειαν τῆς γαστρὸς βεβλάφθαι φαμὲν ὀρθῶς λέγοντες. ἀλλʼ ὑπὸ τίνος ἐβλάβη, προσθεῖναι

p.186
χρὴ τῷ λόγῳ. τὸ μὲν γὰρ ἕλκος οὐχ οἷόν τʼ ἦν αὐτὴν βλάπτειν, ὥσπερ οὐδʼ ὁ βουβών· ἦ γὰρ ἂν ἔβλαψε καὶ πρὸ τοῦ πυρετοῦ. εἰ δὲ μὴ ταῦτα, δῆλον, ὡς ἡ τῆς θερμασίας πλεονεξία. δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερμασίας πλεονεξία. ἀλλʼ ἡ μὲν τῆς κινήσεως ἀλλοίωσις οὐ μόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γαστρός, ἀλλὰ καὶ προσωφελήσει κατʼ ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς τὴν πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐμπῖπτον πνεῦμα. διὰ λοιπὴν οὖν ἔτι καὶ μόνην τὴν ἄμετρον θερμασίαν ἡ βλάβη τῆς ἐνεργείας τῇ γαστρί. τὸ μὲν γὰρ πνεῦμα σφοδρότερόν τε καὶ συνεχέστερον καὶ πλέον ἐμπίπτει νῦν ἢ πρότερον. ὥστε ταύτῃ μὲν μᾶλλον πέψει τὰ διὰ τὸ πνεῦμα καλῶς πέττοντα ζῷα, διὰ λοιπὴν δʼ ἔτι τὴν παρὰ φύσιν θερμασίαν ἀπεπτήσει. τὸ γὰρ καὶ τῷ πνεύματι φάναι τινʼ ὑπάρχειν ἰδιότητα, καθʼ ἣν πέττει, κἄπειτα ταύτην πυρεττόντων διαφθείρεσθαι καθʼ ἕτερον τρόπον ἐστὶν ὁμολογῆσαι τὸ ἄτοπον. ἐρωτηθέντες γὰρ αὖθις, ὑπὸ τίνος ἠλλοιώθη τὸ πνεῦμα, μόνην ἕξουσιν ἀποκρίνεσθαι τὴν παρὰ φύσιν θερμασίαν καὶ μάλιστʼ ἐπὶ τοῦ κατὰ τὴν
p.188
κοιλίαν· οὐδὲ γὰρ πλησιάζει κατʼ οὐδὲν τοῦτο τῷ βουβῶνι.

καίτοι τί τῶν ζῴων ἐκείνων, ἐν οἷς ἡ τοῦ πνεύματος ἰδιότης μέγα δύναται, μνημονεύω, παρὸν ἐπʼ ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν ἢ παντάπασιν ἀμυδρόν τι καὶ μικρὸν ὠφελεῖ, ποιεῖσθαι τὸν λόγον; ἀλλʼ ὅτι μὲν ἐν τοῖς πυρετοῖς οὗτοι κακῶς πέττουσιν, ὁμολογεῖ καὶ αὐτὸς καὶ τήν γʼ αἰτίαν προστιθεὶς βεβλάφθαι φησὶ τῆς γαστρὸς τὴν ἐνέργειαν. οὐ μὴν ἄλλην γέ τινα πρόφασιν τῆς βλάβης εἰπεῖν ἔχει πλὴν τῆς παρὰ φύσιν θερμασίας. ἀλλʼ εἰ βλάπτει τὴν ἐνέργειαν ἡ παρὰ φύσιν θερμασία μὴ κατά τι συμβεβηκός, ἀλλὰ διὰ τὴν αὑτῆς οὐσίαν τε καὶ δύναμιν, ἐκ τῶν πρώτων ἂν εἴη νοσημάτων· καὶ μὴν οὐκ ἐνδέχεται τῶν πρώτων μὲν εἶναι νοσημάτων τὴν ἀμετρίαν τῆς θερμασίας, τὴν δʼ ἐνέργειαν ὑπὸ τῆς εὐκρασίας μὴ γίγνεσθαι. οὐδὲ γὰρ διʼ ἄλλο τι δυνατὸν γίγνεσθαι τὴν δυσκρασίαν αἰτίαν τῶν πρώτων νοσημάτων ἀλλʼ ἢ διὰ τὴν εὐκρασίαν διαφθειρομένην. τῷ γὰρ ὑπὸ ταύτης γίγνεσθαι τὰς ἐνεργείας ἀνάγκη καὶ τὰς πρώτας αὐτῶν βλάβας διαφθειρομένης γίγνεσθαι.

ὅτι μὲν οὖν καὶ κατʼ αὐτὸν τὸν Ἐρασίστρατον ἡ εὐκρασία τοῦ θερμοῦ τῶν ἐνεργειῶν αἰτία, τοῖς θεωρεῖν τὸ ἀκόλουθον δυναμένοις ἱκανῶς ἀποδεδεῖχθαι νομίζω. τούτου δʼ ὑπάρχοντος ἡμῖν οὐδὲν ἔτι χαλεπὸν ἐφʼ ἑκάστης ἐνεργείας

p.190
τῇ μὲν εὐκρασία τὸ βέλτιον ἕπεσθαι λέγειν, τῇ δὲ δυσκρασίᾳ τὰ χείρω. καὶ τοίνυν εἴπερ ταῦθʼ οὕτως ἔχει, τὸ μὲν αἷμα τῆς συμμέτρου θερμασίας, τὴν δὲ ξανθὴν χολὴν τῆς ἀμέτρου νομιστέον ὑπάρχειν ἔγγονον. οὕτω γὰρ καὶ ἡμῖν ἔν τε ταῖς θερμαῖς ἡλικίαις καὶ τοῖς θερμοῖς χωρίοις καὶ ταῖς ὥραις τοῦ ἔτους ταῖς θερμαῖς καὶ ταῖς θερμαῖς καταστάσεσιν, ὡσαύτως δὲ καὶ ταῖς θερμαῖς κράσεσι τῶν ἀνθρώπων καὶ τοῖς ἐπιτηδεύμασί τε καὶ τοῖς διαιτήμασι καὶ τοῖς νοσήμασι τοῖς θερμοῖς εὐλόγως ἡ ξανθὴ χολὴ πλείστη φαίνεται γιγνομένη.

τὸ δʼ ἀπορεῖν, εἴτʼ ἐν τοῖς σώμασι τῶν ἀνθρώπων ὁ χυμὸς οὗτος ἔχει τὴν γένεσιν εἴτʼ ἐν τοῖς σιτίοις περιέχεται, μηδʼ ὅτι τοῖς ὑγιαίνουσιν ἀμέμπτως, ὅταν ἀσιτήσωσι παρὰ τὸ ἔθος ὑπό τινος περιστάσεως πραγμάτων ἀναγκασθέντες, πικρὸν μὲν τὸ στόμα γίγνεται, χολώδη δὲ τὰ οὖρα, δάκνεται δʼ ἡ γαστήρ, ἑωρακότος ἐστὶν ἀλλʼ ὥσπερ ἐξαίφνης νῦν εἰς τὸν κόσμον ἐληλυθότος καὶ μήπω τὰ κατʼ αὐτὸν φαινόμενα γιγνώσκοντος. ἐπεὶ τίς οὐκ οἶδεν, ὡς ἕκαστον τῶν ἑψομένων ἐπὶ πλέον ἁλυκώτερον μὲν τὸ πρῶτον, ὕστερον δὲ πικρότερον γίγνεται; κἂν εἰ τὸ μέλι βουληθείης αὐτὸ τὸ πάντων γλυκύτατον ἐπὶ πλεῖστον ἕψειν, ἀποδείξεις καὶ τοῦτο πικρότατον· ὃ γὰρ τοῖς ἄλλοις, ὅσα μὴ φύσει θερμά, παρὰ τῆς ἑψήσεως ἐγγίγνεται, τοῦτʼ ἐκ φύσεως ὑπάρχει τῷ μέλιτι. διὰ τοῦτʼ οὖν ἑψόμενον οὐ γίγνεται γλυκύτερον· ὅσον γὰρ ἐχρῆν εἶναι θερμότητος εἰς γένεσιν γλυκύτητος, ἀκριβῶς αὐτῷ τοῦτο πᾶν οἴκοθεν ὑπάρχει. ὃ τοίνυν

p.192
ἔξωθεν τοῖς ἐλλιπῶς θερμοῖς ἦν ὠφέλιμον, τοῦτʼ ἐκείνῳ βλάβη τε καὶ ἀμετρία γίγνεται καὶ διὰ τοῦτο θᾶττον τῶν ἄλλων ἑψόμενον ἀποδείκνυται πικρόν. διʼ αὐτὸ δὲ τοῦτο καὶ τοῖς θερμοῖς φύσει καὶ τοῖς ἀκμάζουσιν εἰς χολὴν ἑτοίμως μεταβάλλεται. θερμῷ γὰρ θερμὸν πλησιάζον εἰς ἀμετρίαν κράσεως ἑτοίμως ἐξίσταται καὶ φθάνει χολὴ γιγνόμενον, οὐχ αἷμα. δεῖται τοίνυν ψυχρᾶς μὲν κράσεως ἀνθρώπου, ψυχρᾶς δʼ ἡλικίας, ἵνʼ εἰς αἵματος ἄγηται φύσιν. οὔκουν ἄπο τρόπου συνεβούλευσεν Ἱπποκράτης τοῖς φύσει πικροχόλοις μὴ προσφέρειν τὸ μέλι, ὡς ἂν θερμοτέρας δηλονότι κράσεως ὑπάρχουσιν. οὕτω δὲ καὶ τοῖς νοσήμασι τοῖς πικροχόλοις πολέμιον εἶναι τὸ μέλι καὶ τῇ τῶν γερόντων ἡλικίᾳ φίλιον οὐχ Ἱπποκράτης μόνον ἀλλὰ καὶ πάντες ἰατροὶ λέγουσιν, οἱ μὲν ἐκ τῆς φύσεως αὐτοῦ τὴν δύναμιν ἐνδειξαμένης εὑρόντες, οἱ δʼ ἐκ τῆς πείρας μόνης. οὐδὲ γὰρ οὐδὲ τοῖς ἀπὸ τῆς ἐμπειρίας ἰατροῖς ἕτερόν τι παρὰ ταῦτα τετήρηται γιγνόμενον, ἀλλὰ χρηστὸν μὲν γέροντι, νέῳ δʼ οὐ χρηστόν, καὶ τῷ μὲν φύσει πικροχόλῳ βλαβερόν, ὠφέλιμον δὲ τῷ φλεγματώδει· καὶ τῶν νοσημάτων ὡσαύτως τοῖς μὲν πικροχόλοις ἐχθρόν, τοῖς δὲ φλεγματώδεσι φίλιον· ἑνὶ δὲ λόγῳ τοῖς μὲν θερμοῖς σώμασιν ἢ διὰ φύσιν ἢ διὰ νόσον ἢ διʼ ἡλικίαν ἢ διʼ ὥραν ἢ διὰ χώραν ἢ διʼ ἐπιτήδευμα χολῆς γεννητικόν, αἵματος δὲ τοῖς ἐναντίοις.

καὶ μὴν οὐκ ἐνδέχεται ταὐτὸν ἔδεσμα τοῖς μὲν χολὴν γεννᾶν, τοῖς δʼ αἷμα μὴ οὐκ ἐν τῷ σώματι

p.194
τῆς γενέσεως αὐτῶν ἐπιτελουμένης. εἰ γὰρ δὴ οἴκοθέν γε καὶ παρʼ ἑαυτοῦ τῶν ἐδεσμάτων ἕκαστον ἔχον καὶ οὐκ ἐν τοῖς τῶν ζῴων σώμασι μεταβαλλόμενον ἐγέννα τὴν χολήν, ἐν ἅπασιν ἂν ὁμοίως αὐτὴν τοῖς σώμασιν ἐγέννα καὶ τὸ μὲν πικρὸν ἔξω γευομένοις ἦν ἂν οἶμαι χολῆς ποιητικόν, εἰ δέ τι γλυκὺ καὶ χρηστόν, οὐκ ἂν οὐδὲ τὸ βραχύτατον ἐξ αὐτοῦ χολῆς ἐγεννᾶτο. καὶ μὴν οὐ τὸ μέλι μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον τῶν γλυκέων τοῖς προειρημένοις σώμασι τοῖς διʼ ὁτιοῦν τῶν εἰρημένων θερμοῖς οὖσιν εἰς χολὴν ἑτοίμως ἐξίσταται.

καίτοι ταῦτʼ οὐκ οἶδʼ ὅπως ἐξηνέχθην εἰπεῖν οὐ προελόμενος ἀλλʼ ὑπʼ αὐτῆς τοῦ λόγου τῆς ἀκολουθίας ἀναγκασθείς. εἴρηται δʼ ἐπὶ πλεῖστον ὑπὲρ αὐτῶν Ἀριστοτέλει τε καὶ Πραξαγόρᾳ τὴν Ἱπποκράτους καὶ Πλάτωνος γνώμην ὀρθῶς ἐξηγησαμένοις.