De naturalibus facultatibus

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 2. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ἀλλὰ μὴν καὶ ὡς ἐν ἑκάστῃ τῶν ἀρτηριῶν ἐστί τις δύναμις ἐκ τῆς καρδίας ἐπιῤῥέουσα, καθ’ ἣν διαστέλλονταί τε καὶ συστέλλονται, δέδεικται δι’ ἑτέρων. εἴπερ οὖν συνθείης ἄμφω, τό τε ταύτην εἶναι τὴν κίνησιν αὐτῆς, τό τε πᾶν τὸ διαστελλόμενον ἕλκειν ἐκ τῶν πλησίον εἰς ἑαυτὸ, θαυμαστὸν οὐδέν σοι φανεῖται, τὰς ἀρτηρίας, ὅσαι μὲν εἰς τὸ δέρμα περαίνουσιν αὐτῶν, ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα διαστελλομένας· ὅσαι δὲ κατά τι πρὸς τὰς

205
φλέβας ἀνεστόμωνται, τὸ λεπτότατον ἐν αὐταῖς καὶ ἀτμωδέστατον ἐπισπᾶσθαι τοῦ αἵματος· ὅσαι δ’ ἐγγὺς τῆς καρδίας εἰσὶν, ἐξ αὐτῆς ἐκείνης ποιεῖσθαι τὴν ὁλκήν. ἐν γὰρ τῇ πρὸς τὸ κενούμενον ἀκολουθία τὸ κουφότατόν τε καὶ λεπτότατον ἕπεται πρότερον τοῦ βαρυτέρου τε καὶ παχυτέρου. κουφότατον δ’ ἐστὶ καὶ λεπτότατον ἁπάντων τῶν κατὰ σῶμα πρῶτον μὲν τὸ πνεῦμα, δεύτερον δ’ ὁ ἀτμὸς, ἐπὶ τούτῳ δὲ τρίτον, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασμένον τε καὶ λελεπτυσμένον αἷμα. ταῦτ’ οὖν εἰς ἑαυτὰς ἕλκουσιν αἱ ἀρτηρίαι πανταχόθεν· αἱ μὲν εἰς τὸ δέρμα καθήκουσαι τὸν ἔξωθεν ἀέρα· πλησίον τε γὰρ αὐταῖς οὗτός ἐστιν, ἐν τοῖς μάλιστά τε κουφότατος· τῶν δ’ ἄλλων ἡ μὲν ἐπὶ τὸν τράχηλον ἐκ τῆς καρδίας ἀνιοῦσα καὶ ἡ κατὰ ῥάχιν, ἤδη δὲ καὶ ὅσαι τούτων ἐγγὺς, ἐξ αὐτῆς μάλιστα τῆς καρδίας. ὅσαι δὲ καὶ τῆς καρδίας ποῤῥωτέρω καὶ τοῦ δέρματος, ἕλκειν ταύταις ἀναγκαῖον ἐκ τῶν φλεβῶν τὸ κουφότατον τοῦ αἵματος· ὥστε καὶ τῶν εἰς τὴν γαστέρα τε καὶ τὰ ἔντερα καθηκουσῶν ἀρτηριῶν, ἀπὸ τῆς ἐπὶ ῥάχει πεφυκυίας, ἁπασῶν τὴν ὁλκὴν ἐν τῷ διαστέλλεσθαι γίνεσθαι παρά τε τῆς
206
καρδίας αὐτῆς καὶ τῶν παρακειμένων αὐτῇ φλεβῶν παμπόλλων οὐσῶν. οὐ γὰρ δὴ ἔκ γε τῶν ἐντέρων καὶ τῆς κοιλίας, τροφὴν οὕτω παχεῖάν τε καὶ βαρεῖαν ἐν ἑαυτοῖς ἐχόντων, δύνανταί τι μεταλαμβάνειν, ὅ τι καὶ ἄξιον λόγου, φθάνουσαι πληροῦσθαι τοῖς κουφοτέροις. οὐδὲ γὰρ, εἰ καθιεὶς αὐλίσκον εἰς ἀγγεῖον ὕδατός τε καὶ ψάμμου πλῆρες ἐπισπάσαιο τῷ στόματι τὸν ἐκ τοῦ ἀγγείου ἀέρα, δύναιτ’ ἂν ἀκολουθῆσαί σοι πρὸ τοῦ ὕδατος ψάμμος. ἀεὶ γὰρ ἐν τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὸ κουφότερον ἕπεται πρότερον. οὔκουν χρὴ θαυμάζειν, εἰ παντελῶς ὀλίγον ἐκ τῆς κοιλίας, ὅσον ἂν ἀκριβῶς ᾖ κατειργασμένον, εἰς τὰς ἀρτηρίας παραγίνεται, φθανούσας πληροῦσθαι τῶν κουφοτέρων.