De naturalibus facultatibus

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 2. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Οὐ μὴν οὐδὲ τὸ διὰ τοῦ αὐτοῦ πόρου τὴν ὁλκὴν γίνεσθαι καὶ τὴν ἀπόκρισιν ἐν διαφόροις τοῖς

187
χρόνοις οὐδὲν ἔτι χαλεπὸν ἐξευρεῖν, εἴ γε καὶ τῆς γαστρὸς ὁ στόμαχος, οὐ μόνον ἐδέσματα καὶ πόματα παράγων εἰς αὐτὴν, ἀλλὰ κᾀν ταῖς ναυτίαις τὴν ἐναντίαν ὑπηρεσίαν ὑπηρετῶν ἐναργῶς φαίνεται· καὶ τῆς ἐπὶ τῷ ἥπατι κύστεως ὁ αὐχὴν εἷς ὢν ἅμα μὲν δι’ ἑαυτοῦ πληροῖ τὴν κύστιν, ἅμα δὲ καὶ ἐκκενοῖ· καὶ τῶν μητρῶν ὡσαύτως ὁ στόμαχος ὁδός ἐστιν εἴσω μὲν τοῦ σπέρματος, ἔξω δὲ τοῦ κυήματος. ἀλλὰ κᾀνταῦθα πάλιν ἡ μὲν ἐκκριτικὴ δύναμις ἐναργὴς, οὐ μὴν ὁμοίως γε σαφὴς αὐτῇ τοῖς πολλοῖς ἡ ἑλκτική. ἀλλ’ Ἱπποκράτης μὲν, ἀῤῥώστου μήτρας αἰτιώμενος αὐχένα, φησί· οὐ γὰρ δύναται αὐτέης ὁ στόμαχος εἰρύσαι τὴν γονὴν εἴσω. Ἐρασίστρατος δὲ καὶ Ἀσκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστ’ οὐ μόνον τὴν μήτραν καὶ τὴν κοιλίαν ἀποστεροῦσι τῆς τοιαύτης δυνάμεως, ἀλλὰ καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅμα τοῖς νεφροῖς. καίτοι γ’, ὅτι μηδ’ εἰπεῖν δυνατὸν ἕτερον αἴτιον ἢ οὔρων ἢ χολῆς διακρίσεως, ἐν τῷ πρώτῳ δέδεικται λόγῳ. καὶ μήτραν οὖν καὶ γαστέρα καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν δι’ ἑνὸς καὶ ταὐτοῦ στομάχου
188
τήν θ’ ὁλκὴν καὶ τὴν ἀπόκρισιν εὑρίσκοντες ποιουμένας, μηκέτι θαυμάζωμεν, εἰ καὶ διὰ τῶν φλεβῶν ἡ φύσις ἐκκρίνει πολλάκις εἰς τὴν γαστέρα περιττώματα. τούτου δ’ ἔτι μᾶλλον οὐ χρὴ θαυμάζειν, εἰ, δι’ ὧν εἰς ἧπαρ ἀνεδόθη τι φλεβῶν ἐκ γαστρὸς, αὖθις εἰς αὐτὴν ἐξ ἥπατος ἐν ταῖς μακροτέραις ἀσιτίαις δύναται ἕλκεσθαι ἡ τροφή. τὸ γὰρ τοῖς τοιούτοις ἀπορεῖν, ὅμοιόν ἐστι δήπου τῷ μηκέτι πιστεύειν, μηδ’ ὅτι τὰ καθαίροντα φάρμακα διὰ τῶν αὐτῶν στομάτων ἐξ ὅλου τοῦ σώματος εἰς τὴν γαστέρα τοὺς οἰκείους ἐπισπᾶται χυμοὺς, δι’ ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγένετο, ἀλλ’ ἕτερα μὲν ζητεῖν ἀναδόσεως, ἕτερα δὲ καθάρσεως στόματα. καὶ μὴν, εἴπερ ἕν καὶ ταὐτὸν στόμα διτταῖς ὑπηρετεῖ ταῖς δυνάμεσιν, ἐν διαφόροις χρόνοις εἰς τἀναντία τὴν ὁλκὴν ποιουμέναις, ἔμπροσθεν μὲν τῇ κατὰ τὸ ἧπαρ, ἐν δὲ τῷ τῆς καθάρσεως καιρῷ τῇ τοῦ φαρμάκου, τί θαυμαστόν ἐστι, διττὴν ὑπηρεσίαν τε καὶ χρείαν εἶναι ταῖς φλεψὶ ταῖς ἐν τῷ μέσῳ τεταγμέναις ἥπατός τε καὶ τῶν κατὰ τὴν κοιλίαν, ὥσθ’, ὁπότε μὲν ἐν τούτοις ἄφθονος εἴη περιεχομένη τροφὴ, διὰ τῶν εἰρημένων εἰς
189
ἧπαρ ἀναφέρεσθαι φλεβῶν, ὁπότε δ’ εἴη κενὰ καὶ δεόμενα τρέφεσθαι, διὰ τῶν αὐτῶν αὖθις ἐξ ἥπατος ἕλκεσθαι; πᾶν γὰρ ἐκ παντὸς ἕλκειν φαίνεται, καὶ παντὶ μεταδιδόναι, καὶ μίαν πάντων εἶναι σύῤῥοιαν καὶ σύμπνοιαν, καθάπερ καὶ τοῦθ’ ὁ θαυμασιώτατος Ἱπποκράτης εἶπεν· ἕλκει μὲν οὖν τὸ ἰσχυρότερον, ἐκκενοῦται δὲ τὸ ἀσθενέστερον. ἰσχυρότερον δὲ καὶ ἀσθενέστερον ἕτερον ἑτέρου μόριον ἢ ἁπλῶς καὶ φύσει καὶ κοινῇ πᾶσίν ἐστιν, ἢ ἰδίως τῷδέ τινι γίγνεται. φύσει μὲν καὶ κοινῇ πᾶσιν ἀνθρώποις τε ἅμα καὶ ζώοις ἡ μὲν καρδία τοῦ ἥπατος, τὸ δ’ ἧπαρ ἐντέρων τε καὶ γαστρὸς, αἱ δ’ ἀρτηρίαι τῶν φλεβῶν, ἑλκύσαι τε τὸ χρήσιμον ἑαυταῖς, ἀποκρῖναί τε τὸ μὴ τοιοῦτον ἰσχυρότεραι. καὶ καθ’ ἕκαστον δ’ ἡμῶν ἰδίως ἐν μὲν τῷδε τῷ καιρῷ τὸ ἧπαρ ἰσχυρότερον ἕλκειν, ἐν δὲ τῷδε ἡ γαστήρ. πολλῆς μὲν γὰρ ἐν τῇ κοιλίᾳ περιεχομένης τροφῆς, καὶ σφοδρῶς ὀρεγομένου τε καὶ χρῄζοντος τοῦ ἥπατος, πάντως ἰσχυρότερον ἕλκει τὸ σπλάγχνον. ἔμπαλιν δὲ, τοῦ μὲν ἐμπεπλησμένου τε καὶ διατεταμένου,
190
τῆς γαστρὸς δ’ ὀρεγομένης καὶ κενῆς ὑπαρχούσης, ἡ τῆς ὁλκῆς ἰσχὺς εἰς ἐκείνην μεθίσταται· ὥσπερ, εἰ κᾀν ταῖς χερσί τινα σιτία κατέχοντες ἀλλήλων ἁρπάζοιμεν, εἰ μὲν ὁμοίως εἴημεν δεόμενοι, περιγίνεσθαι τὸν ἰσχυρότερον εἰκός· εἰ δ’ οὗτος μὲν ἐμπεπλησμένος εἴη, καὶ διὰ τοῦτο ἀμελῶς κατέχων τὰ περιττὰ, ἢ καί τινι μεταδοῦναι ποθῶν, ὁ δ’ ἀσθενέστερος ὀρέγοιτο δεινῶς, οὐδὲν ἂν εἴη κώλυμα τοῦ μὴ πάντα λαβεῖν αὐτόν. οὕτω καὶ ἡ γαστὴρ ἐκ τοῦ ἥπατος ἐπισπᾶται ῥᾳδίως, ὅταν αὐτὴ μὲν ἱκανῶς ὀρέγοιτο τροφῆς, ἐμπεπλησμένον δ’ εἴη τὸ σπλάγχνον. καὶ τοῦ γε μὴ πεινῇν ἐνίοτε τὸ ζῶον ἡ περιουσία τῆς ἐν τῷ ἥπατι τροφῆς αἰτία. κρείττονα γὰρ ἔχουσα καὶ ἑτοιμοτέραν τροφὴν ἡ γαστὴρ οὐδὲν δεῖται τῆς ἔξωθεν. εἰ δέ γέ ποτε δέοιτο μὲν, ἀποροίη δὲ, πληροῦται περιττωμάτων. ἰχῶρες δέ τινές εἰσι ταῦτα, χολώδεις τε καὶ φλεγματώδεις καὶ ὀῤῥωδεις, οὓς μόνους ἑλκούσῃ μεθίησιν αὐτῇ τὸ ἧπαρ, ὅταν ποτὲ καὶ αὐτὸ δέηται τροφῆς. ὥσπερ οὖν ἐξ ἀλλήλων ἕλκει τὰ μόρια
191
τροφὴν, οὕτω καὶ ἀποτίθεταί ποτ’ εἰς ἄλληλα τὸ περιττόν· καὶ ὥσπερ ἑλκόντων ἐπλεονέκτει τὸ ἰσχυρότερον, οὕτω καὶ ἀποτιθεμένων καὶ τῶν γε καλουμένων ῥευμάτων ἥδε ἡ πρόφασις. ἕκαστον γὰρ τῶν μορίων ἔχει τινὰ τόνον σύμφυτον, ᾧ διωθεῖται τὸ περιττόν. ὅταν οὖν ἓν ἐξ αὐτῶν ἀῤῥωστότερον γένηται κατά τινα διάθεσιν, ἐξ ἁπάντων εἰς ἐκεῖνο συῤῥεῖν ἀνάγκη τὰ περιττά. τὸ μὲν γὰρ ἰσχυρότατον ἐναποτίθεται τοῖς πλησίον ἅπασιν, ἐκείνων δ’ αὖ πάλιν ἕκαστον εἰς ἕτερ’ ἄττα τῶν ἀσθενεστέρων, εἶτ’ αὖθις ἐκείνων ἕκαστον εἰς ἄλλα. καὶ τοῦτ’ ἐπὶ πλεῖστον γίνεται, μέχρι περ ἂν ἐξ ἁπάντων ἐλαυνόμενον τὸ περίττωμα καθ’ ἕν τι μείνῃ τῶν ἀσθενεστάτων· ἐντεῦθεν γὰρ οὐκέτ’ εἰς ἄλλο δύναται μεταῤῥεῖν, ὡς ἂν μήτε δεχομένου τινὸς αὐτὸ τῶν ἰσχυροτέρων, μήτ’ ἀπώσασθαι δυναμένου τοῦ πεπονθότος. ἀλλὰ περὶ μὲν τῶν παθῶν τῆς γενέσεως καὶ τῆς ἰάσεως αὖθις ἡμῖν ἐπιδεικνύουσιν ἱκανὰ κᾀξ ἐκείνων λαβεῖν ἐστι μαρτύρια τῷ λόγῳ τῶν ἐν τῷδε τῷ λόγῳ παντὶ
192
δεδειγμένων ὀρθῶς. ὃ δ’ ἐν τῷ παρόντι δεῖξαι προὔκειτο, πάλιν ἀναλάβωμεν, ὡς οὐδὲν θαυμαστὸν ἐξ ἥπατος ἥκειν τινὰ τροφὴν ἐντέροις τε καὶ γαστρὶ διὰ τῶν αὐτῶν φλεβῶν, δι’ ὧν ἔμπροσθεν ἐξ ἐκείνων εἰς ἧπαρ ἀνεφέρετο. καὶ πολλοῖς ἀθρόως τε καὶ τελέως ἀποστᾶσιν ἰσχυρῶν γυμνασίων ἤ τι κῶλον ἀποκοπεῖσιν αἵματος ἀθρόου διὰ τῶν ἐντέρων γίνεται κένωσις ἔκ τινων περιόδων, ὥς που καὶ Ἱπποκράτης ἔλεγεν, οὐδὲν μὲν ἄλλο λυποῦσα, καθαίρουσα δ’ ὀξέως τὸ πᾶν σῶμα, καὶ τὰς πλησμονὰς ἐκκενοῦσα, διὰ τῶν αὐτῶν δήπου φλεβῶν τῆς ἔσω φορᾶς τῶν περιττῶν ἐπιτελουμένης, δι’ ὧν ἔμπροσθεν ἡ ἀνάδοσις ἐγίνετο. πολλάκις δ’ ἐν νόσοις ἡ φύσις διὰ μὲν τῶν αὐτῶν τούτων δήπου φλεβῶν τὸ πᾶν ἐκκαθαίρει ζῶον· οὐ μὴν αἱματώδης γ’ ἡ κένωσις αὐτοῖς, ἀλλὰ κατὰ τὸν λυποῦντα γίνεται χυμόν. οὕτω δὲ κᾀν ταῖς χολέραις ἐκκενοῦται πᾶν σῶμα διὰ τῶν εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν. τὸ δ’ οἴεσθαι, μίαν εἶναι ταῖς ὕλαις φορὰν, τελέως ἀγνοοῦντός ἐστι τὰς φυσικὰς
193
δυνάμεις, τάς τ’ ἄλλας καὶ τὴν ἐκκριτικὴν ἐναντίαν οὖσαν τῇ ἑλκτικῇ. ταῖς γὰρ ἐναντίαις δυνάμεσιν ἐναντίας κινήσεις τε καὶ φορὰς τῶν ὑλῶν ἀναγκαῖον ἀκολουθεῖν. ἕκαστον γὰρ τῶν μορίων, ὅταν ἑλκύσῃ τὸν οἰκεῖον χυμὸν, ἔπειτα κατάσχῃ καὶ ἀπολαύσῃ, τὸ περιττὸν ἅπαν ἀποθέσθαι σπεύδει, καθ’ ὅτι μάλιστα δύναται, τάχιστά τε ἅμα καὶ κάλλιστα κατὰ τὴν τοῦ περιττοῦ ῥοπήν. ὅθεν ἡ γαστὴρ τὰ μὲν ἐπιπολάζοντα τῶν περιττωμάτων ἐμέτοις ἐκκαθαίρει, τὰ δ’ ὑφιστάμενα διαῤῥοίαις. καὶ τότε ναυτιῶδες γίνεσθαι τὸ ζῶον λέγομεν, τουτέστιν ὁρμῆσαι τὴν γαστέρα κενωθῆναι δι’ ἐμέτου. οὕτως δή τι βίαιον καὶ σφοδρὸν ἡ ἐκκριτικὴ δύναμις ἔχει, ὥστ’ ἐν τοῖς εἰλεοῖς, ὅταν ἀποκλεισθῇ τελέως ἡ κάτω διέξοδος, ἐμεῖται κόπρος. καίτοι πρὶν διελθεῖν τό τε λεπτὸν ἔντερον ἅπαν, καὶ τὴν νῆστιν, καὶ τὸν πυλωρὸν, καὶ τὴν γαστέρα, καὶ τὸν οἰσοφάγον, οὐχ οἷόν τε διὰ τοῦ στόματος ἐκπεσεῖν οὐδὲν οὐδενὶ τοιούτῳ περιττώματι. τί δὴ θαυμαστὸν, εἰ κᾀκ τῆς ἐσχάτης ἐπιφανείας τῆς κατὰ τὸ δέρμα μέχρι τῶν ἐντέρων τε καὶ τῆς γαστρὸς ἀφικνεῖταί τι
194
μεταλαμβανόμενον, ὡς καὶ τοῦθ’ Ἱπποκράτης ἡμᾶς ἐδίδαξεν, οὐ πνεῦμα μόνον, ἢ περίττωμα φάσκων, ἀλλὰ καὶ τὴν τροφὴν αὐτὴν ἐκ τῆς ἐσχάτης ἐπιφανείας αὖθις ἐπὶ τὴν ἀρχὴν, ὅθεν ἀνηνέχθη, καταφέρεσθαι. ἐλάχισται γὰρ ῥοπαὶ κινήσεων τὴν ἐκκριτικὴν ταύτην οἰακίζουσι δύναμιν, ὡς ἂν διὰ τῶν ἐγκαρσίων μὲν ἰνῶν γινομένην, ὠκύτατα δὲ διαδιδομένην ἀπὸ τῆς κινησάσης ἀρχῆς ἐπὶ τὰ καταντικρὺ πέρατα. οὔκουν ἀπεικὸς οὐδ’ ἀδύνατον, ἀήθει ποτὲ ψύξει τὸ πρὸς τῷ δέρματι μόριον ἐξαίφνης πιληθὲν, ἅμα μὲν ἀῤῥωστότερον αὐτὸ γινόμενον, ἅμα δ’ οἷον ἄχθος τι μᾶλλον ἢ παρασκευὴν θρέψεως ἔχον τὴν ἔμπροσθεν ἀλύπως αὐτῷ παρεσπαρμένην ὑγρότητα καὶ διὰ τοῦτ’ ἀποθέσθαι σπεῦδον, ἅμα δὲ τῆς ἔξω φορᾶς ἀποκεκλεισμένης τῇ πυκνώσει, πρὸς τὴν λοιπὴν ἐπιστραφῆναι, καὶ οὕτω βιασάμενον εἰς τὸ παρακείμενον αὐτῷ μόριον ἀθρόως ἀπώσασθαι τὸ περιττὸν, ἐκεῖνο δ’ αὖ πάλιν εἰς τὸ μετ’ αὐτὸ,
195
καὶ τοῦτο μὴ παύσασθαι γινόμενον, ἄχρις ἂν ἡ μετάληψις ἐπὶ τὰ ἐντὸς πέρατα τῶν φλεβῶν τελευτήσῃ. αἱ μὲν δὴ τοιαῦται κινήσεις θᾶττον ἀποπαύονται. αἱ δ’ ἀπὸ τῶν ἔνδοθεν διερεθιζόντων, ὡς ἔν τε τοῖς καθαίρουσι φαρμάκοις καὶ ταῖς χολέραις, ἰσχυρότεραί τε πολὺ καὶ μονιμώτεραι γίνονται, καὶ διαμένουσιν, ἔστ’ ἂν καὶ ἡ περὶ τοῖς στόμασι τῶν ἀγγείων διάθεσις, ἡ τὸ πλησίον ἕλκουσα, παραμένῃ. αὕτη μὲν γὰρ εἰς τὸ συνεχὲς ἐκκενοῖ μόριον, ἐκεῖνο δ’ αὖ εἰς τὸ μετ’ αὐτὸ, καὶ τοῦτ’ οὐ παύεται μέχρι τῆς ἐσχάτης ἐπιφανείας, ὥστε, μεταδιδόντων τῶν ἐφεξῆς ἀεὶ μορίων ἑτέρων ἑτέροις, τὸ πρῶτον πάθος ὠκύτατα διϊκνεῖσθαι μέχρι τῶν ἐσχάτων. οὕτως οὖν ἔχει κᾀπὶ τῶν εἰλεῶν. αὐτὸ μὲν γὰρ τὸ φλεγμαῖνον ἔντερον οὔτε τοῦ βάρους οὔτε τῆς δριμύτητος ἀνέχεται τῶν περιττωμάτων, καὶ διὰ τοῦτ’ ἐκκρίνειν αὐτὰ σπεύδει καὶ ἀπωθεῖσθαι ποῤῥωτάτω· κωλυόμενον δὲ κάτω ποιεῖσθαι τὴν δίωσιν, ὅταν ἐνταυθοῖ ποτε τὸ σφοδρότατον ᾖ τῆς φλεγμονῆς, εἰς τὰ πλησιάζοντα τῶν ὑπερκειμένων ἐντέρων ἀπωθεῖται· καὶ οὕτως ἤδη κατὰ
196
τὸ συνεχὲς, τὴν ῥοπὴν τῆς ἐκκριτικῆς δυνάμεως ἄνω ποιησάμενον, ἄχρι τοῦ στόματος ἐπανέρχεται τὰ περιττώματα. ταῦτα μὲν δὴ κᾀν τοῖς τῶν νοσημάτων λογισμοῖς ἐπὶ πλέον εἰρήσεται. τὸ δ’ ἐκ παντὸς εἰς πᾶν φέρεσθαί τι καὶ μεταλαμβάνεσθαι, καὶ μίαν ἁπάντων εἶναι σύμπνοιάν τε καὶ σύῤῥοιαν, ὡς Ἱπποκράτης ἔλεγεν, ἤδη μοι δοκῶ δεδεῖχθαι σαφῶς, καὶ μηκέτ’ ἄν τινα, μηδ’ εἰ βραδὺς αὐτῷ νοῦς ἐνείη, περὶ τῶν τοιούτων ἀπορῆσαι μηδενὸς, οἷον ὅπως ἡ γαστὴρ ἢ τὰ ἔντερα τρέφεται, καὶ τίνα τρόπον ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι διϊκνεῖται. πάντων γὰρ τῶν μορίων ἕλκειν μὲν τὸ προσῆκόν τε καὶ φίλιον, ἀποκρίνειν δὲ τὸ βαρύνον ἢ δάκνον ἐχόντων δύναμιν, οὐδὲν θαυμαστὸν ἐναντίας συνεχῶς γίγνεσθαι κινήσεις ἐν αὐτοῖς, ὥσπερ ἐπί τε τῆς καρδίας ὁρᾶται σαφῶς καὶ τῶν ἀρτηριῶν ἁπασῶν, καὶ τοῦ θώρακος, καὶ τοῦ πνεύμονος. ἐπὶ μέν γε τούτων ἁπάντων μόνον οὐ καθ’ ἑκάστην καιροῦ ῥοπὴν τὰς ἐναντίας κινήσεις τε ἅμα τῶν ὀργάνων καὶ φορὰς τῶν ὑλῶν
197
ἐναργῶς ἐστιν ἰδεῖν γιγνομένας. εἶτ’ ἐπὶ μὲν τῆς τραχείας ἀρτηρίας οὐκ ἀπορεῖς, ἐναλλὰξ ποτὲ μὲν εἴσω παραγούσης εἰς τὸν πνεύμονα τὸ πνεῦμα, ποτὲ δ’ ἔξω, καὶ τῶν κατὰ τὰς ῥῖνας πόρων, καὶ ὅλου τοῦ στόματος ὡσαύτως, οὐδέ τ’ εἶναι δοκεῖ σοι θαυμαστὸν οὐδὲ παράδοξον, εἰ, δι’ οὗ μικρῷ πρόσθεν εἴσω παρεκομίζετο τὸ πνεῦμα, διὰ τούτου νῦν ἐκπέμπεται, περὶ δὲ τῶν ἐξ ἥπατος εἰς ἔντερά τε καὶ γαστέρα καθηκουσῶν φλεβῶν ἀπορεῖς, καί σοι θαυμαστὸν εἶναι φαίνεται, διὰ τῶν αὐτῶν ἀναδίδοσθαί τε ἅμα τὴν τροφὴν εἰς ἧπαρ, ἕλκεσθαί τ’ ἐξ ἐκείνου πάλιν εἰς τὴν γαστέρα; διορίσαι δεῖ, τὸ ἅμα τοῦτο ποτέρως λέγεις. εἰ μὲν γὰρ κατὰ τὸν αὐτὸν χρόνον, οὐδὲ ἡμεῖς τοῦτό γέ φαμεν. ὥσπερ γὰρ εἰσπνέομεν ἐν ἑτέρῳ χρόνῳ, καὶ αὖθις πάλιν ἐν ἑτέρῳ ἀντεκπνέομεν, οὕτω καὶ τροφὴν ἐν ἑτέρῳ μὲν χρόνῳ τὸ ἧπαρ ἐκ τῆς γαστρὸς, ἐν ἑτέρῳ δ’ ἡ γαστὴρ ἀπὸ τοῦ ἥπατος ἐπισπᾶται. εἰ δ’, ὅτι καθ’ ἓν καὶ ταὐτὸν ζῶον ἓν ὄργανον ἐναντίαις φοραῖς ὑλῶν ὑπηρετεῖται, τοῦτό σοι βούλεται τὸ ἅμα δηλοῦν, καὶ τοῦτό σε ταράττει, τήν τε
198
εἰσπνοὴν ἴδε καὶ τὴν ἐκπνοήν. πάντως που γὰρ καὶ αὗται διὰ μὲν τῶν αὐτῶν ὀργάνων γίγνονται, τρόπῳ δὲ κινήσεώς τε καὶ φορᾶς τῶν ὑλῶν διαφέρουσιν. ὁ πνεύμων οὖν καὶ ὁ θώραξ, καὶ αἱ ἀρτηρίαι αἱ τραχεῖαι καὶ αἱ λεῖαι, καὶ καρδία, καὶ στόμα, καὶ ῥῖνες ἐν ἐλαχίσταις χρόνου ῥοπαῖς εἰς ἐναντίας κινήσεις αὐτά τε μεταβάλλει καὶ τὰς ὕλας μεθίστησιν. αἱ δ’ ἐξ ἥπατος εἰς ἔντερα καὶ γαστέρα καθήκουσαι φλέβες οὐκ ἐν οὕτω βραχέσι χρόνου μορίοις, ἀλλ’ ἐν πολλαῖς ἡμέραις ἅπαξ ἐνίοτε τὴν ἐναντίαν κινοῦνται κίνησιν. ἔχει γὰρ ᾧδε τὸ σύμπαν. ἕκαστον τῶν ὀργάνων εἰς ἑαυτὸ τὴν πλησιάζουσαν ἐπισπᾶται τροφὴν, ἐκβοσκόμενον αὐτῆς ἅπασαν τὴν χρηστὴν νοτίδα, μέχρις ἂν ἱκανῶς κορεσθῇ, καὶ ταύτην, ὡς καὶ πρόσθεν ἐδείκνυμεν, ἐναποτίθεται ἐν ἑαυτῷ, καὶ μετὰ ταῦτα προσφύει τε καὶ ὁμοιοῖ, τουτέστι τρέφεται. διώρισται γὰρ ἱκανῶς ἔμπροσθεν ἕτερόν τι τῆς θρέψεως ἐξ ἀνάγκης αὐτῆς προηγούμενον ἡ πρόσφυσις ὑπάρχειν, ἐκείνης δ’ ἔτι πρότερον ἡ πρόσθεσις. ὥσπερ οὖν
199
τοῖς ζώοις αὐτοῖς ὅρος ἐστὶ τῆς ἐδωδῆς τὸ ἐκπληρῶσαι τὴν γαστέρα, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστῳ τῶν μορίων ὅρος ἐστὶ τῆς προσθέσεως ἡ πλήρωσις τῆς οἰκείας ὑγρότητος. ἐπεὶ τοίνυν ἅπαν μόριον τῇ γαστρὶ ὁμοίως ὀρέγεται, τρέφεταί τε καὶ περιπτύσσεται τὴν τροφὴν, καὶ οὕτως σφίγγει πανταχόθεν αὐτὴν, ὡς ἡ γαστήρ. ἕπεται δ’ ἐξ ἀνάγκης τούτῳ, καθάπερ καὶ πρόσθεν ἐῤῥέθη, τὸ πέττεσθαι τοῖς σιτίοις, τῆς γαστρὸς οὐ διὰ τοῦτο περιστελλομένης αὐτοῖς, ἵν’ ἐπιτήδεια τοῖς ἄλλοις ἐργάσηται μορίοις· οὕτως γὰρ ἂν οὐκέτι φυσικὸν ὄργανον, ἀλλὰ ζῶόν τι γίγνοιτο, λογισμόν τε καὶ νοῦν ἔχον, ὡς αἱρεῖσθαι τὸ βέλτιον· ἀλλὰ αὕτη μὲν περιστέλλεται, τῷ τὸ πᾶν σῶμα δύναμιν ἑλκτικήν τε καὶ ἀπολαυστικὴν κεκτῆσθαι τῶν οἰκείων ποιοτήτων, ὡς ἔμπροσθεν ἐδείκνυτο· συμβαίνει δ’ ἐν τούτῳ τοῖς σιτίοις ἀλλοιοῦσθαι. καὶ μέντοι καὶ πληρωθεῖσα τῆς ἐξ αὐτῶν ὑγρότητος καὶ κορεσθεῖσα βάρος ἡγεῖται λοιπὸν αὐτά. τὸ περιττὸν οὖν εὐθὺς ἀποτρίβεταί τε καὶ ὠθεῖ κάτω, πρὸς
200
ἕτερον ἔργον αὕτη τρεπομένη, τὴν πρόσφυσιν. ἐν δὲ τούτῳ τῷ χρόνῳ διερχομένη τὸ ἔντερον ἅπαν ἡ τροφὴ, διὰ τῶν εἰς αὐτὰ καθηκόντων ἀγγείων ἀναρπάζεται, πλείστη μὲν εἰς τὰς φλέβας, ὀλίγη δέ τις εἰς τὰς ἀρτηρίας, ὡς μικρὸν ὕστερον ἀποδείξομεν. ἐν τούτῳ δ’ αὖ τῷ χρόνῳ καὶ τοῖς τῶν ἐντέρων χιτῶσι προστίθεται. καί μοι τεμὼν ἤδη τῷ λογισμῷ τὴν τῆς τροφῆς οἰκονομίαν ἅπασαν εἰς τρεῖς μοίρας χρόνων, ἐν μὲν τῇ πρώτῃ νόει μένουσάν τε ἅμα κατὰ τὴν κοιλίαν αὐτὴν, καὶ πεττομένην, καὶ προστιθεμένην εἰς κόρον τῇ γαστρὶ, καί τι καὶ τῷ ἥπατι παρ’ αὐτῆς ἀναφερόμενον· ἐν δὲ τῇ δευτέρᾳ διερχομένην τά τε ἔντερα καὶ προστιθεμένην εἰς κόρον αὐτοῖς τε τούτοις καὶ τῷ ἥπατι, καί τι βραχὺ μέρος αὐτῆς πάντη τοῦ σώματος φερόμενον· ἐν δὲ δὴ τούτῳ τῷ καιρῷ τὸ προστεθὲν ἐν τῷ πρώτῳ χρόνῳ προσφύεσθαι νόει τῇ γαστρί· κατὰ δὲ τὴν τρίτην μοῖραν τοῦ χρόνου τρέφεσθαι μὲν ἤδη τὴν κοιλίαν, ὁμοιώσασαν ἑαυτῇ τελέως τὰ προσφύντα· πρόσφυσιν δὲ τῷ ἥπατι καὶ τοῖς ἐντέροις γίγνεσθαι τῶν προστεθέντων, ἀνάδοσιν
201
δὲ πάντη τοῦ σώματος καὶ πρόσθεσιν. εἰ μὲν οὖν ἐπὶ τούτοις εὐθέως τὸ ζῶον λαμβάνοι τροφὴν, ἐν ᾧ πάλιν ἡ γαστὴρ χρόνῳ πέττει ταύτην καὶ ἀπολαύει, προστιθεῖσα πᾶν ἐξ αὐτῆς τὸ χρηστὸν τοῖς ἑαυτῆς χιτῶσι, τὰ μὲν ἔντερα τελέως ὁμοιώσει τὸν προσφύντα χυμόν· ὡσαύτως δὲ καὶ τὸ ἧπαρ· ἐν ὅλῳ δὲ τῷ σώματι πρόσφυσις τῶν προστεθέντων τῆς τροφῆς ἔσται μορίων. εἰ δ’ ἄσιτος ἀναγκάζοιτο μένειν ἡ γαστὴρ ἐν τούτῳ τῷ χρόνῳ, παρὰ τῶν ἐν μεσεντερίῳ τε καὶ ἥπατι φλεβῶν ἕλξει τὴν τροφήν· οὐ γὰρ ἐξ αὐτοῦ γε τοῦ σώματος τοῦ ἥπατος. λέγω δὲ σῶμα τοῦ ἥπατος αὐτήν τε τὴν ἰδίαν αὐτοῦ σάρκα πρώτην καὶ μάλιστα, μετὰ δὲ τήνδε καὶ τῶν ἀγγείων ἕκαστον τῶν κατ’ αὐτό. τὸν μὲν γὰρ ἐν ἑκάστῳ τῶν μορίων ἤδη περιεχόμενον χυμὸν οὐκέτ’ εὔλογον ἀντισπᾷν ἑτέρῳ μορίῳ, καὶ μάλισθ’ ὅταν ἤδη πρόσφυσις ἢ ἐξομοίωσις αὐτοῦ γίγνηται· τὸν δ’ ἐν ταῖς εὐρυχωρίαις τῶν φλεβῶν τὸ μᾶλλον ἰσχύον τε ἅμα καὶ δεόμενον ἀντισπᾷ μόριον. οὕτως οὖν καὶ ἡ γαστὴρ, ἐν
202
ᾧ χρόνῳ δεῖται μὲν αὕτη τροφῆς, ἐσθίει δ’ οὐδέπω τὸ ζῶον, ἐν τούτῳ τῶν κατὰ τὸ ἧπαρ ἐξαρπάζει φλεβῶν. ἐπεὶ δὲ καὶ τὸν σπλῆνα διὰ τῶν ἔμπροσθεν ἐδείκνυμεν, ὅσον ἐν ἥπατι παχύτερον ἕλκοντα, κατεργάζεσθαί τε καὶ μεταβάλλειν ἐπὶ τὸ χρηστότερον, οὐδὲν οὐδ’ ἐνταῦθα θαυμαστὸν, ἕλκεσθαί τι κᾀκ τοῦ σπληνὸς εἰς ἕκαστον τῶν κοινωνούντων αὐτῷ κατὰ τὰς φλέβας ὀργάνων, οἶον εἰς ἐπίπλοον, καὶ μεσεντέριον, καὶ λεπτὸν ἔντερον, καὶ κῶλον, καὶ αὐτὴν τὴν γαστέρα· κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐξερεύγεσθαι μὲν εἰς τὴν γαστέρα τὸ περίττωμα καθ’ ἕτερον χρόνον, αὐτὸν δ’ αὖθις ἐκ τῆς γαστρὸς ἕλκειν τι τῆς οἰκείας τροφῆς ἐν ἑτέρῳ καιρῷ. καθόλου δ’ εἰπεῖν, ὃ καὶ πρόσθεν ἤδη λέλεκται, πᾶν ἐκ παντὸς ἕλκειν τε καὶ πέμπειν ἐγχωρεῖ κατὰ διαφέροντας χρόνους, ὁμοιοτάτου γιγνομένου τοῦ συμβαίνοντος, ὡς εἰ καὶ ζῶα νοήσαις πολλὰ τροφὴν ἄφθονον ἐν κοινῷ κατακειμένην, εἰς ὅσον βούλεται, προσφερόμενα. καθ’ ὃν γὰρ ἤδη πέπαυται χρόνον ἕτερα, κατὰ τοῦτον εἰκὸς ἐσθίειν ἕτερα, καὶ μέλλειν γε τὰ μὲν
203
παύεσθαι, τὰ δ’ ἄρχεσθαι, καί τινα μὲν συνεσθίοντα, τὰ δ’ ἀνὰ μέρος ἐσθίοντα, καὶ ναὶ μὰ Δία γε τὸ ἕτερον ἁρπάζειν θατέρου πολλάκις, εἰ τὸ μὲν ἕτερον ἐπιδέοιτο, τῷ δ’ ἀφθόνως παρακέοιτο. καὶ οὕτως οὐδὲν θαυμαστὸν, οὔτ’ ἐκ τῆς ἐσχάτης ἐπιφανείας εἴσω τι πάλιν ὑποστρέφειν, οὔτε διὰ τῶν αὐτῶν ἀγγείων ἐξ ἥπατός τε καὶ σπληνὸς εἰς κοιλίαν ἀνενεχθῆναί τι, δι’ ὧν ἐκ ταύτης εἰς ἐκεῖνα πρότερον ἀνηνέχθη. κατὰ μὲν γὰρ τὰς ἀρτηρίας ἱκανῶς ἐναργὲς τὸ τοιοῦτο, ὥσπερ καὶ κατὰ τὴν καρδίαν τε καὶ τὸν θώρακα καὶ τὸν πνεύμονα. τούτων γὰρ ἁπάντων διαστελλομένων τε καὶ συστελλομένων ἐναλλὰξ, ἀναγκαῖον, ἐξ ὧν εἱλκύσθη τι πρότερον, εἰς ταῦθ’ ὕστερον ἐκπέμπεσθαι. καὶ ταύτην ἄρα τὴν ἀνάγκην ἡ φύσις προγινώσκουσα τοῖς ἐν τῇ καρδίᾳ στόμασι τῶν ἀγγείων ὑμένας ἐπέφυσε, κωλύσοντας εἰς τοὐπίσω φέρεσθαι τὰς ὕλας. ἀλλ’ ὅπως μὲν τοῦτο γίγνεται, καὶ καθ’ ὅντινα τρόπον, ἐν τοῖς περὶ χρείας μορίων εἰρήσεται, δεικνύντων ἡμῶν τά τ’ ἄλλα, καὶ ὡς ἀδύνατον οὕτως ἀκριβῶς κλείεσθαι τὰ στόματα τῶν ἀγγείων, ὡς
204
μηδὲν παλινδρομεῖν. εἰς μέν γε τὴν ἀρτηρίαν τὴν φλεβώδη, καὶ γὰρ καὶ τοῦτ’ ἐν ἐκείνοις δειχθήσεται, πολὺ πλέον ἢ διὰ τῶν ἄλλων στομάτων εἰς τοὐπίσω πάλιν ἀναγκαῖον ἐπανέρχεσθαι. τὸ δ’ εἰς τὰ παρόντα χρήσιμον, ὡς οὐκ ἐνδέχεταί τι τῶν αἰσθητὴν καὶ μεγάλην ἐχόντων εὐρύτητα μὴ οὐκ ἤτοι διαστελλόμενον μὲν ἕλκειν ἐξ ἁπάντων τῶν πλησίον, ἢ ἐκθλίβειν δ’ αὖθις εἰς ταῦτα συστελλόμενον, ἔκ τε τῶν ἤδη προειρημένων ἐν τῷδε τῷ λόγῳ σαφὲς ἂν εἴη, κᾀξ ὧν Ἐρασίστρατός τε καὶ ἡμεῖς ἑτέρωθι περὶ τῆς πρὸς τὸ κενούμενον ἀκολουθίας ἐδείξαμεν.