Τρεῖς εἰσὶν αἱ πᾶσαι διδασκαλίαι τάξεως ἐχόμεναι. πρώτη μὲν, ἡ ἐκ τῆς τοῦ τέλους ἐννοίας κατ’ ἀνάλυσιν γινομένη. δευτέρα δὲ, ἡ ἐκ συνθέσεως τῶν κατὰ τὴν ἀνάλυσιν εὑρεθέντων. τρίτη δὲ, ἡ ἐξ ὅρου διαλύσεως, ἣν νῦν ἐνιστάμεθα. καλεῖν δ’ ἔξεστι τὴν τοιαύτην διδασκαλίαν, οὐ μόνον ὅρου διάλυσιν, ἀλλὰ καὶ διάπτυξιν, ὥς τινες ὠνόμασαν, ἢ ἀνάλυσιν, ἢ διαίρεσιν, ἢ, ὡς ἕτεροί τινες, ἐξάπλωσιν, ἢ ἐξήγησιν, ὡς ἄλλοι. ἐπεχείρησαν μὲν οὖν ἔνιοι τῶν Ἡροφιλείων τοιαύτην ποιήσασθαι διδασκαλίαν, ὥσπερ καὶ Ἡρακλείδης ὁ Ἐρυθραῖος. ἐπεχείρησαν δὲ καὶ τὴν κατὰ σύνθεσιν,
306
αὐτοί τε οἱ Ἡροφίλειοι, καὶ τινες τῶν Ἐρασιστρατείων τε, καὶ Ἀθηναῖος ὁ Ἀτταλεύς. οὐδεὶς μέντοι γε τῶν πρὸ ἡμῶν ἔγραψε τὴν ἐκ τῆς τοῦ τέλους ἐννοίας ἀρχομένην διδασκαλίαν, ἐξ ἧς αἱ τέχναι πᾶσαι συνίστανται κατὰ μέθοδον. ἀλλ’ ἐκείνην μὲν ἑτέρωθι διήλθομεν, ἐνταυθοῖ δὲ τὴν ὁρικὴν ποιησόμεθα διδασκαλίαν. ὅσον γὰρ ἀπολείπεται τῆς κατὰ ἀνάλυσιν ἀξιώματί τε καὶ μεθόδῳ, τοσοῦτον πλεονεκτοῦσαν εὑρήσομεν εἰς σύνοψίν τε τοῦ ὅλου καὶ μνήμην τῶν κατὰ μέρος. εὐμνημόνευτα γὰρ ἱκανῶς ἐστι τὰ ἐκ τῆς τοῦ ὅρου διαλύσεως ἅπαντα, διὰ τὸ περιέχειν ὅλης τῆς τέχνης ἐν ἑαυτῷ τὰ κεφάλαια τὸν ἄριστον ὅρον, ὅν πέρ τινες καὶ οὐσιώδη ὀνομάζουσιν, ἀντιδιαιρούμενοι τοῖς ἐννοηματικοῖς προσαγορευομένοις. ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν συμβεβηκότων οἶς ὁρίζονται πράγμασιν, οὗτοι δὲ ἀπὸ τῆς οὐσίας αὐτῆς συνίστανται. ἡ δὲ κατὰ μέρος ἐξεργασία συμπάσης τῆς ἰατρικῆς θεωρίας ἐν πολλαῖς ἡμῖν ἑτέραις γέγραπται πραγματείαις, αἷς ἔξεστι
307
χρῆσθαι πρὸς τὰς τρεῖς διδασκαλίας. ἀλλὰ νῦν γε τῆς ὁριστικῆς ὑπαρξόμεθα, τοσοῦτον ἔτι προσθέντες, ὡς μόνα τὰ κεφάλαια καὶ οἶον συμπεράσματα τῶν κατὰ διέξοδον ἀποδεδειγμένων εἰρήσεται νῦν.
Ἰατρική ἐστιν ἐπιστήμη ὑγιεινῶν, καὶ νοσωδῶν, καὶ οὐδετέρων. οὐ διαφέρει δὲ οὐδ’ εἰ νοσερῶν τις εἴποι. τοῦ μὲν οὖν τῆς ἐπιστήμης ὀνόματος κοινῶς τε καὶ οὐκ ἰδίως ἀκούειν χρή. τὸ δὲ ὑγιεινὸν, καὶ τὸ νοσῶδες, καὶ τὸ οὐδέτερον, τριχῶς ἕκαστον λέγεται· τὸ μὲν ὡς σῶμα, τὸ δὲ ὡς αἴτιον, τὸ δὲ ὡς σημεῖον. καὶ γὰρ τὸ ἐπιδεκτικὸν σῶμα τῆς ὑγείας, καὶ τὸ ποιητικὸν καὶ φυλακτικὸν αὐτῆς αἴτιον, καὶ τὸ δηλωτικὸν σημεῖον, ἅπαντα ταῦτα καλοῦσιν οἱ Ἕλληνες ὑγιεινά. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσώδη τὰ τε ἐπιδεκτικὰ νόσων σώματα, καὶ τὰ ποιητικά τε καὶ φυλακτικὰ νόσων αἴτια, καὶ τὰ δηλωτικὰ σημεῖα. καὶ δὴ καὶ τὰ οὐδέτερα κατὰ τὸν αὐτὸν λόγον σώματά τε καὶ αἴτια καὶ σημεῖα. καὶ ἐστι κατὰ πρῶτον μὲν λόγον ἐπιστήμη τῶν ὑγιεινῶν
308
αἰτίων ἰατρικὴ, δι’ ἐκεῖνα δ’ ἤδη καὶ τῶν ἄλλων. δεύτερον δὲ τῶν νοσωδῶν. τρίτον δὲ τῶν οὐδετέρων. καὶ δὴ καὶ μετὰ ταῦτα τῶν σωμάτων, πρῶτον μὲν κᾀνταῦθα τῶν ὑγιεινῶν, ἐφεξῆς δὲ τῶν νοσερῶν, εἶτα τῶν οὐδετέρων. καὶ περὶ τῶν σημείων δὲ κατὰ τὸν αὐτὸν λόγον. ἐν μέντοι ταῖς πράξεσι, πρότερον μὲν τῶν σωμάτων ἡ διάγνωσις, ἐκ τῶν σημείων δηλονότι, μετὰ ταῦτα δὲ ἡ τῶν ἐπ’ αὐτοῖς αἰτίων εὕρεσις. ἀλλ’ ἐπεὶ καὶ τὸ ποιητικὸν, καὶ τὸ δηλωτικὸν, καὶ τὸ ἐπιδεκτικὸν, διχῶς ἕκαστον λέγεται, τὸ μὲν ἁπλῶς, τὸ δὲ ἐν τῷ νῦν, ἰστέον ἀμφοῖν οὖσαν ἐπιστήμην τὴν ἰατρικήν. καὶ αὐτὸ δὲ τὸ ἁπλῶς διχῶς λέγεται, τό τε διὰ παντὸς, καὶ ὡς ἐπὶ τὸ πολύ· καὶ ἔστιν ἀμφοτέρων τούτων ἐπιστήμη ἡ ἰατρική. τὸ δὲ οὐδέτερον, αἴτιόν τε, καὶ σημεῖον, καὶ σῶμα, τό τε ἁπλῶς λεγόμενον καὶ τὸ ἐν τῷ νῦν, τριχῶς ἕκαστον λέγεται· τὸ μὲν τῷ μηδ’ ἑτέρου τῶν ἐναντίων μετέχειν, τὸ δὲ τῷ τῶν ἀμφοτέρων, τὸ δὲ τῷ ποτὲ μὲν τοῦδε, ποτὲ δὲ τοῦδε. τούτων δ’ αὐτῶν
309
τὸ δεύτερον κατὰ δύο τρόπους λέγεται· ποτὲ μὲν τῷ μετέχειν ἑκατέρου τῶν ἐναντίων ἐξ ἴσου, ποτὲ δὲ τῷ πλέον θατέρου. ἔστι δὲ καὶ καθ’ ὅλου τοῦ ὅρου κατὰ τὴν λέξιν ἀμφιβολία τις, ἣν καὶ αὐτὴν χρὴ διαλύεσθαι. ἐν γὰρ τῷ λέγειν τὴν ἰατρικὴν ἐπιστήμην ὑπάρχειν ὑγιεινῶν, καὶ νοσερῶν, καὶ οὐδετέρων, σημαίνεται μὲν καὶ τὸ πάντων τῶν κατὰ μέρος, σημαίνεται δὲ καὶ τὸ ὁποίων, σημαίνεται δὲ καὶ τό τινων. ἀλλὰ τὸ μὲν πάντων ἀπεριόριστόν τε καὶ ἀδύνατον, τὸ δέ τίνων ἐλλιπές τε καὶ οὐ τεχνικόν· τὸ δ’ ὁμοίων τεχνικόν τε ἅμα καὶ διαρκὲς εἰς ἅπαντα τῆς τέχνης τὰ κατὰ μέρος, ὅπερ καὶ περιέχεσθαί φαμεν ἐν τῷ τῆς ἰατρικῆς ὅρῳ. ἀρξόμεθα οὖν ἀπὸ τῶν σωμάτων πρῶτον, ὁποῖά τινα τά θ’ ὑγιεινὰ, καὶ τὰ νοσώδη, καὶ τὰ οὐδέτερα τετύχηκεν ὄντα. μετὰ δὲ ταῦτα τὸν περὶ τῶν σημείων τε καὶ αἰτίων διεξέλθωμεν λόγον.
Ὑγιεινόν ἐστιν ἁπλῶς σῶμα τὸ ἐκ γενετῆς εὔκρατον μὲν ὑπάρχον τοῖς ἁπλοῖς καὶ πρώτοις μορίοις·
310
σύμμετρον δὲ τοῖς ἐκ τούτων συγκειμένοις ὀργάνοις. ὑγιεινὸν δὲ νῦν ἐστι σῶμα, τὸ κατὰ τὸ παρὸν ὑγιαῖνον. ἔστι δὲ δή που καὶ τοῦτο, καθ’ ὃν ὑγιαίνει χρόνον, εὔκρατόν τε καὶ σύμμετρον, οὐ τὴν ἀρίστην εὐκρασίαν τε καὶ συμμετρίαν, ἀλλὰ τὴν οἰκείαν. αὐτοῦ δὲ τοῦ ἁπλῶς ὑγιεινοῦ σώματος, διὰ παντὸς μὲν τοιοῦτόν ἐστι τὸ εὐκρατότατόν τε καὶ συμμετρότατον, ὡς τὸ πολὺ δὲ τὸ τῆς ἀρίστης κατασκευῆς ἀπολειπόμενον οὐ πολλῷ. νοσῶδες δέ ἐστι ἁπλῶς σῶμα, τὸ ἐκ γενετῆς ἤτοι δύσκρατον τοῖς ὁμοιομερέσιν, ἢ ἀσύμμετρον τοῖς ὀργανικοῖς, ἢ ἀμφότερα. νοσῶδες δὲ νῦν ἐστι σῶμα τὸ νοσοῦν, ἐν ᾧ λέγεται χρόνῳ τοιοῦτον ὑπάρχειν. εὔδηλον δὲ, ὡς καὶ τοῦτο, καθ’ ὃν λέγεται χρόνον εἶναι νοσῶδες, ἤτοι δύσκρατόν ἐστιν ἐν τοῖς ὁμοιομερέσιν, ἢ ἀσύμμετρον ἐν τοῖς ὀργανικοῖς, ἢ ἀμφότερον. καὶ δὴ καὶ διὰ παντὸς νοσῶδές ἐστιν, ὅ τι περ ἂν ἐκ γενετῆς, ἤτοι δυσκρατότατον ὑπάρχον ἐν ἁπλοῖς καὶ πρώτοις μορίοις ἅπασιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις, ἢ καὶ τοῖς ὀργανικοῖς ἀσυμμετρότατον, ὁμοίως
311
καὶ ἐν τούτοις, ἢ πᾶσιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις. ὡς τὸ πολὺ δὲ νοσῶδές ἐστι σῶμα. τὸ τοῦ τοιούτου τῆς κακίας ἀπολειπόμενον, οὔπω δ’ ἐν τῷ μέσῳ καθεστηκός. ἐπεὶ δὲ καὶ τὸ οὐδέτερον σῶμα τριχῶς ἐλέγετο, τὸ μὲν μηδ’ ἑτέρας τῶν ἄκρων διαθέσεων μετέχον, τὸ δὲ τῷ ἀμφοτέρων, τὸ δὲ τῷ, ποτὲ μὲν τῆσδε, ποτὲ δὲ τῆσδε· κατὰ μὲν τὸ πρῶτον σημαινόμενον οὐδέτερον ἔσται σῶμα τὸ μέσον ἀκριβῶς ὑπάρχον, τοῦ τε ὑγιεινοτάτου σώματος καὶ τοῦ νοσωδεστάτου. καὶ τούτου τὸ μὲν ἁπλῶς τοιοῦτόν ἐστιν, ὅτι περ ἐκ γενετῆς τοιοῦτον κατεστήσατο. τὸ δὲ νῦν ὁτιοῦν, κατὰ παρὸν τὸ μέσον ὑπάρχον τοῦ τε ὑγιεινοτάτου καὶ τοῦ νοσωδεστάτου. αὐτοῦ δὲ τοῦ ἁπλῶς τὸ μὲν διὰ παντὸς τοιοῦτον, ὅτι περ ἂν ἐν ἁπάσαις ταῖς ἡλικίαις διαμένῃ τοιοῦτον. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ, τὸ καὶ μεταβολάς τινας λαμβάνον. κατὰ δὲ τὸ δεύτερον σημαινόμενον οὐδέτερον ἔσται σῶμα τὸ ἐναντίων ἅμα διαθέσεων μετέχον ἐκ γενετῆς, ἤτοι καθ’ ἓν μόριον, ἢ κατὰ δύο διαφέροντα. καθ’ ἓν μὲν, εἰ κατὰ
312
τὴν ἑτέραν ἀντίθεσιν εὔκρατον εἴη τῶν δραστικῶν ποιοτήτων, ἢ κατ’ ἀμφοτέρας μὲν, ἀλλὰ περὶ τὴν διάπλασιν, ἢ τὸ μέγεθος, ἢ τὸν ἀριθμὸν τῶν μορίων, ἢ τὴν θέσιν ἐσφαλμένον, ἢ ἔμπαλιν ἐν τούτοις μὲν κατωρθωμένον ἅπασιν, ἤ τισιν, ἐν δὲ τῇ κράσει διημαρτημένον. ἐν διαφέρουσι δὲ μορίοις, καὶ κατὰ πάσας τὰς ἀντιθέσεις δύναταί τι τῶν ἐναντίων ἅμα μετέχειν. καὶ διὰ παντὸς μὲν τοιοῦτον, τὸ κατὰ πάσας τὰς ἡλικίας μένον ὅμοιον, ὡς τὸ πολὺ δ’ ἐστὶ, τὸ καὶ μεταβάλλον κατά τι. οὕτως δὲ κᾀν τῷ νῦν οὐδέτερον ἔσται σῶμα, κατὰ τὸ δεύτερον σημαινόμενον, ἢ τῷ περὶ ἓν μόριον, τὰ μὲν ἔχειν ὑγιεινὰ, τὰ δὲ νοσερὰ τῶν ὑπαρχόντων αὐτῷ, ἢ τῷ περὶ διαφέροντα μέρη. κατὰ δὲ τὸ τρίτον σημαινόμενον, οὐδέτερον ἔσται σῶμα τὸ ποτὲ μὲν ὑγιεινὸν, ποτὲ δὲ νοσερὸν ἐν μέρει γινόμενον, ὥσπερ ἐνίοις ὑπῆρξε, παισὶ μὲν οὖσιν, ὑγιεινοῖς γενέσθαι, νεανίσκοις δὲ γενομένοις, νοσεροῖς, ἢ ἔμπαλιν. ἐν ἑνὶ δὲ χρόνῳ τὸ οὕτως οὐδέτερον, ἀκριβῶς μὲν οὐκ ἐγχωρεῖ συστῆναι, κατὰ πλάτος
313
δ’ ἐγχωρεῖ. ἴσμεν δὲ, ὅτι τὸ νῦν διχῶς λέγεται. τὸ μὲν οὖν ὑγιεινὸν, καὶ νοσῶδες, καὶ οὐδέτερον σῶμα ποσαχῶς λέγεται, καὶ ὁποῖον ἕκαστόν ἐστιν, αὐτάρκως διώρισται.
Περὶ δὲ τῶν σημείων ἐφεξῆς ἂν εἴη ῥητέον. ἔστι δὲ καὶ τούτων ὑγιεινὰ μὲν, ὅσα τῆς τε παρούσης ὑγείας ἐστὶ διαγνωστικὰ, καὶ τῆς μελλούσης ἔσεσθαι προγνωστικὰ, καὶ τῆς προγεγενημένης ἀναμνηστικά. νοσώδη δὲ τά τε τῆς παρούσης νόσου διαγνωστικὰ, καὶ τῆς προγεγενημένης ἀναμνηστικὰ, καὶ τῆς μελλούσης ἔσεσθαι προγνωστικά. κατὰ ταῦτα δὲ καὶ τὰ οὐδέτερα, τά τε τῶν οὐδετέρων διαθέσεων διαγνωστικὰ, καὶ προγνωστικὰ, καὶ ἀναμνηστικὰ, καὶ τὰ μηδὲν ὅλως δηλοῦντα περὶ διαθέσεων, ἢ τὰ μηδὲν μᾶλλον ὑγιεινὴν, ἢ νοσερὰν δηλοῦντα διάθεσιν. καὶ τὰ κατά τι μὲν ὑγιεινὴν, κατά τι δὲ νοσερὰν δηλοῦντα διάθεσιν, καὶ τὰ ποτὲ μὲν ὑγιεινὴν, ποτὲ δὲ νοσώδη. καὶ ταῦτα δὲ κατὰ τοὺς τρεῖς χρόνους ὁμοίως τοῖς
314
ὑγιεινοῖς τε καὶ νοσώδεσι. καλεῖται δ’ ἐνίοτε πρὸς τῶν παλαιῶν ἰατρῶν ἅπαντα ταῦτα τὰ σημεῖα προγνωστικὰ, κᾂν τῶν ἐνεστώτων ἢ προγεγονότων ᾖ δηλωτικά. καὶ ἡ χρεία μεγάλη μὲν τῶν διαγνωστικῶν τε καὶ προγνωστικῶν, ἐλάττων δὲ τῶν ἀναμνηστικῶν.
Ὄντων οὖν σωμάτων ὑγιεινῶν, τῶν μὲν ἁπλῶς, τῶν δὲ ἐν τῷ νῦν, ἅπερ δὴ καὶ ὑγιαίνοντα λέγεται, τῶν ἁπλῶς ὑγιεινῶν σωμάτων διττὴν ἔφαμεν εἶναι τὴν διαφορὰν, τῷ τὰ μὲν διὰ παντὸς ὑπάρχειν τοιαῦτα, τὰ δὲ ὡς τὸ πολύ. διὰ παντὸς μὲν, ὅσα τὴν ἀρίστην ἔχει κατασκευήν· ὡς τὸ πολὺ δὲ, ὅσα μὴ πολλῷ ταύτης ἀπολείπεται. τὰς διαγνώσεις δὲ αὐτῶν ἀπό τε τῶν ὑπαρχόντων κατὰ τὸν τῆς οὐσίας αὐτῶν λόγον χρὴ ποιεῖσθαι, καὶ τῶν ἐξ ἀνάγκης τούτοις ἑπομένων ἐνεργειῶν τε καὶ συμπτωμάτων, ἃ δὴ καὶ συμβεβηκότα καλοῦμεν ἰδίως. ἀπὸ μὲν τῆς οὐσίας αὐτῆς, τῶν ἐν ἀρίστῃ κατασκευῇ συμμετρία τῶν ὁμοιομερῶν
315
ἐν θερμότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι· τῶν δ’ ὀργανικῶν ἐν ποσότητι, καὶ πηλικότητι τῶν συντιθέντων αὐτὰ, καὶ προσέτι διαπλάσει τε καὶ θέσει τῶν μορίων ἑκάστου καὶ ὅλου τοῦ ὀργάνου. ἀπὸ δὲ τῶν ἐξ ἀνάγκης ἑπομένων τοῖς ὁμοιομερέσιν, ὡς μὲν πρὸς τὴν ἁφὴν, ἐν σκληρότητι καὶ μαλακότητι συμμετρία, πρὸς δὲ τὴν ὄψιν εὔχροιά τε καὶ ἡ κατὰ λειότητα καὶ δασύτητα συμμετρία. κατὰ δὲ τὰς ἐνεργείας ἡ τελειότης, ἣν δὴ καὶ ἀρετὴν αὐτῶν ὀνομάζομεν. ἀπὸ δὲ τῶν τοῖς ὀργανικοῖς ἑπομένων, ἐν συμμετρίᾳ τε καὶ κάλλει τῶν τοῦ παντὸς σώματος ὀργάνοιν, ἔτι τε τῇ τῶν ὑπαρχουσῶν αὐτοῖς ἐνεργειῶν ἀρετῇ. τῆς μὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώματος τὰ διαγνωστικὰ σημεῖα ταῦτά ἐστι. τῶν δ’ ἀπολειπομένων μὲν αὐτῆς, ὑγιεινῶν δ’ ἔτι, τὰ μὲν ἐν τῇ τῶν ὁμοιομερῶν ἔσφαλται κράσει μικρόν τι σφάλμα, τὰ δὲ ἐν τῇ τῶν ὀργανικῶν μικρόν τι κᾀνταῦθα, καὶ ἤτοι πάντων, ἤ τινων, ἢ καθ’ ἑκάτερον. τὰ δὲ γένη τῶν σφαλμάτων τὰ αὐτὰ τοῖς
316
μὲν ἀρετὴν αὐτῶν συμπληροῦσι, κρᾶσις μὲν ἐν τοῖς ὁμοιομερέσιν, ἀριθμὸς δὲ, καὶ διάπλασις, καὶ μέγεθος, καὶ θέσις ἐν τοῖς ὀργανικοῖς. ἀμφοῖν δὲ κοινὸν ἡ ἕνωσις, ἣν δὴ καὶ συνέχειαν αὐτῶν ὀνομάζομεν. ἐν δὲ τοῖς αὐτοῖς τούτοις γένεσι καὶ ἡ τῶν νοσωδῶν σωμάτων ἐστὶ κακία, καθ’ ἑκάτερον τοῦ νοσώδους τὸ σημαινόμενον. ὅρος δ’ ἀμφοῖν ἐστι διακριτικὸς ἡ τῆς ἐνεργείας αἰσθητὴ βλάβη. τὰ δὲ τῆς ἀρίστης ἀπολειπόμενα κατασκευῆς σώματα βραχύ τι βέβλαπται μὲν δή που καὶ αὐτὰ κατά γε τὴν ἀλήθειαν, οὐ μὴν αἰσθητόν γε τοῦτο. διορίζει τοιγαροῦν αὐτὰ τὸ μᾶλλόν τε καὶ ἧττον, ἔν τε ταῖς ἐνεργείαις καὶ τῷ τοῖς νοσώδεσιν αἰτίοις ἀπομάχεσθαι. τὰ δέ γε ἁπλῶς νοσώδη σώματα διώρισται τῷ τε ῥᾳδίως ὑπὸ τῶν νοσωδῶν αἰτίων νικᾶσθαι, καὶ τῷ πολύ τι κατὰ τὴν ἀρετὴν τῶν ἐνεργειῶν ἀπολείπεσθαι. γίνεται γοῦν ἀμφοῖν ἐν μέσῳ τὰ οὐδέτερά τε καὶ ἁπλῶς λεγόμενα, καὶ τὰ σύν τινι πλάτει. καὶ τμηθήσεται τὸ τῆς ὅλης ὑγείας πλάτος εἰς τρία μόρια, πλάτος
317
ἔχοντα καὶ αὐτὰ συχνόν. ὧν τὸ μὲν πρῶτον ἔσται τῶν ὑγιαινόντων σωμάτων, τὸ δὲ δεύτερον, τῶν οὐδετέρων, τὸ δὲ τρίτον, τῶν νοσωδῶν. οἷς ἐφεξῆς ἐστι τὰ ἤδη νοσοῦντα σώματα, βλάβαις αἰσθηταῖς ἐνεργειῶν ἀφωρισμένα. τὰ μὲν οὖν ὀδυνώδη τε, καὶ ὧν αἱ κινήσεις πλημμελεῖς εἰσιν, ἢ ὅλως ἀπολώλασιν, ἐναργεῖς ἔχει τοὺς ὅρους. ὅσα δ’ ἀτόνους κέκτηται τὰς ἐνεργείας, ἐν μὲν ταῖς μεγίσταις ἀποστάσεσιν εὐδιάκριτα, κατὰ δὲ τὰς μικροτέρας ἀμφίβολα, καὶ διὰ τοῦτο κατὰ τὸ γένος τοῦτο τῆς βλάβης, ἡ μηδετέρου τῶν ἐναντίων ἐνεργειῶν μετέχουσα συνίσταται διάθεσις. ἥν καὶ αὐτὴν ἔφαμεν οὐδετέραν ὀνομάζεσθαι, πάντων τούτων αἰσθήσει διακρινομένων, οὐκ αὐτῇ τῶν πραγμάτων τῇ φύσει· κίνδυνος γὰρ εἰς τὸ τῆς ἀειπαθείας ὑποσυρῆναι δόγμα. καὶ τοίνυν καὶ τὰ σημεῖα τῶν ὑγιαινόντων μὲν σωμάτων, ἀλλ’ ἤτοι νοσωδῶν, ἢ οὐδετέρων ὑπαρχόντων, τῷ ποσῷ τῆς ἀποστάσεως διοίσει, θεμένων ἡμῶν ἄκρους μὲν ὅρους ἐναντίους ἀλλήλοις, τήν τε ἀρίστην κατασκευὴν καὶ τὴν ἄρτε
318
γενομένην νόσον, ἐπισκοπουμένων δὲ, ὁποτέρῳ τούτων ἐστὶν ἐγγυτέρω τὰ δοκιμαζόμενα σώματα. τὸ μὲν γὰρ ἐγγυτέρω τῆς ἀρίστης κατασκευῆς ὑγιεινὸν, τὸ δὲ ταύτης μὲν ποῤῥωτέρω, τοῦ δ’ ἤδη νοσοῦντος ἐγγυτέρω, νοσῶδες. τὸ δ’ ἀμφοῖν μεταξὺ, καὶ ἴσον ἑκατέρων ἀπέχειν φαινόμενον, οὐδέτερον ἔσται τοῦτο.
Τῆς μὲν οὖν ἀρίστης κατασκευῆς τοῦ σώματος εἴρηται τὰ γνωρίσματα. τῶν δ’ ἀπολειπομένων αὐτῆς ἰσάριθμα μὲν τὰ γένη, ἐν τῷ μᾶλλόν τε καὶ ἧττον τέμνεσθαι δυναμένων. ἀφωρισμένων δὲ εἰς τρία μέρη, τὰ σημεῖα τοῦ νοσώδους σώματος ἁπλῶς ἐροῦμεν. ἐξ αὐτῶν γὰρ ἔσται δῆλα καὶ τὰ λοιπὰ δύο πλάτη. κατὰ γένος μὲν οὖν εἴρηται πρόσθεν ἐν τῷ τῆς ἀρίστης κατασκευῆς λόγῳ, κατ’ εἶδος δὲ νῦν εἰρήσεται, διελομένων ἡμῶν πρότερον τὰ μόρια. τέσσαρες δ’ αὐτῶν εἰσιν αἱ πᾶσαι διαφοραί. τὰ μὲν γὰρ ἀρχαί τινές εἰσιν, τὰ δὲ ἀπ’ ἐκείνων ἐκπέφυκε. τὰ δὲ, οὔτ’ ἄλλων ἄρχει τῆς διοικήσεως, οὔθ’ ὑπ’ ἄλλων ἄρχεται,
319
συμφύτους ἔχοντα τὰς διοικούσας αὐτὰ δυνάμεις. ἔνια δὲ συμφύτους τε ἅμα καὶ ἐπιῤῥύτους ἔχει. ἀρχαὶ μὲν οὖν εἰσιν ἐγκέφαλος, καρδία, ἧπαρ, καὶ ὄρχεις. ἀπ’ ἐκείνων δ’ ἐκπέφυκε, κᾀκείνοις ὑπηρετεῖ, νεῦρα μὲν καὶ νωτιαῖος μυελὸς ἐγκεφάλῳ, τῇ καρδίᾳ δ’ ἀρτηρίαι, φλέβες δ’ ἥπατι, τὰ σπερματικὰ δ’ ἀγγεῖα τοῖς ὄρχεσιν. αὐτὰ δ’ αὑτὰ διοικεῖ χόνδρος, ὀστοῦν, σύνδεσμος, ὑμὴν, ἀδὴν, πιμελὴ, σὰρξ ἁπλῆ. τὰ δ’ ἄλλα πάντα μόρια κοινὴν τούτοις ἔχοντα τὴν ἐξ ἑαυτῶν διοίκησιν, ἀρτηριῶν τε καὶ φλεβῶν, καὶ νεύρων προσδεῖται. τριχῶν δὲ καὶ ὀνύχων οὐδὲ διοίκησίς τίς ἐστιν, ἀλλὰ γένεσις μόνη. αὗται μὲν οὖν αἱ τῶν μορίων διαφοραί.
Σημεῖα δ’ ἑκάστου τῆς κράσεως ἐφεξῆς εἰρήσεται, τὴν ἀρχὴν ἀπ’ ἐγκεφάλου ποιησαμένων ἡμῶν. ἔστι δὲ πέντε τὰ σύμφυτα γένη τῶν γνωρισμάτων αὐτοῦ. ἓν μὲν ἡ τῆς συμπάσης κεφαλῆς διάθεσις, δεύτερον δὲ ἡ τῶν αἰσθητικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία, καὶ τρίτον ἡ τῶν πρακτικῶν, καὶ τέταρτον ἡ τῶν ἡγεμονικῶν, καὶ
320
πέμπτον ἡ τῶν φυσικῶν. ἄλλο δὲ γένος ἐπὶ τούτοις ἅπασιν, ἡ ἀπὸ τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων ἀλλοίωσις. ἡ μὲν δὴ τῆς συμπάσης κεφαλῆς διάθεσις ἐκ μεγέθους τε καὶ σχήματος αὐτῆς λαμβάνεται καὶ τριχῶν. ἡ μὲν οὖν μικρὰ κεφαλὴ μοχθηρᾶς ἐγκεφάλου κατασκευῆς ἴδιον σημεῖον. ἡ μεγάλη δὲ οὐκ ἐξ ἀνάγκης ἀγαθῆς κατασκευῆς σημεῖον. ἀλλ’ εἰ μὲν διὰ ῥώμην ἐγένετο τῆς ἐγχωρίου δυνάμεως, ὕλην χρηστήν τε καὶ πολλὴν δημιουργούσης, ἀγαθὸν σημεῖον· εἰ δὲ διὰ μόνης τῆς ὕλης τὸ πλῆθος, οὐκ ἀγαθόν. διοριστέον οὖν ἐστιν αὐτὰ τῷ τε σχήματι καὶ τοῖς ἀπ’ αὐτοῦ πεφυκόσι. τῷ σχήματι μὲν, εἰ εὔρυθμος, ἀεὶ γὰρ ἀγαθὸν τοῦτο σημεῖον. τοῖς δ’ ἀπ’ αὐτοῦ πεφυκόσιν, εἰ κρατεραύχην τέ ἐστιν καὶ τοῖς ἄλλοις ὀστοῖς ἄριστα διάκειται, καὶ εἰ τὸ νευρῶδες αὐτῇ σύμπαν εὐτραφές τέ ἐστι καὶ εὔτονον. οἰκεῖον δὲ σχῆμα κεφαλῆς, ὥσπερ ἂν εἰ νοήσαις σφαῖραν ἀκριβῆ κηρίνην ἑκατέρωθεν ἀτρέμα πεπιλημένην. ἀνάγκη γὰρ τῆς τοιαύτης κυρτότερα μὲν, ἢ κατὰ σφαῖραν, γενέσθαι τά τε ὄπισθεν καὶ τὰ ἔμπροσθεν,
321
εὐθύτερα δὲ τὰ ἑκατέρωθεν. εἰ δ’ ἡ κατ’ ἰνίον ἐξοχὴ μειωθείη τινὶ, συνεπισκέπτου τά τε νεῦρα καὶ τὸν αὐχένα σὺν τοῖς ἄλλοις ὀστοῖς. κατὰ φύσιν μὲν γὰρ ἐχόντων, ἐνδείᾳ τῆς ὕλης, οὐ δυνάμεως ἀῤῥωστίᾳ τοιοῦτος ἐγένετο. φαυλοτέρων δὲ ὑπαρχόντων, ἀσθενὴς ἡ ἀρχή. τὰ πολλὰ δὲ ταῖς κατ’ ἰνίον ἐνδείαις ἀσθένεια τῶν εἰρημένων ἕπεται, καὶ σπάνιον πάνυ τὸ μὴ τοιοῦτον. καὶ τὴν φοξοτέραν δὲ κατ’ ἰνίον ἐπισκέπτου κεφαλὴν, ὡσαύτως τοῖς ἐφ’ ὅλης αὐτῆς μεγάλης γενομένης διορισμοῖς. ὡς τὰ πολλὰ δὲ κᾀνταῦθα σὺν εὐρύθμῳ τῷ σχήματι γενομένης τῆς παρεγκεφαλίδος, ἀγαθὸν σημεῖον, ἣν ἔνιοι τῶν ἰατρῶν ὀπίσθιον ἐγκέφαλον ὀνομάζουσιν, ὥσπερ οὖν καὶ ἔστιν ὀπίσθιος, ὁριζόμενος τῇ λαμβδοειδεῖ ῥαφῇ. τοῦ νωτιαίου δέ ἐστιν ἀρχὴ τὸ μόριον τοῦτο, καὶ δι’ ἐκεῖνον ἁπάντων τῶν καθ’ ὅλον τὸ ζῶον νεύρων πρακτικῶν. αὐτὸ δὲ τὸ ὄπισθεν μέρος καθ’ αὑτὸ παντάπασιν ὀλίγων αἰσθητικῶν μετέχει, παμπόλλων δὲ τῶν πρακτικῶν, ὥσπερ γε καὶ θάτερον τὸ πρόσθιον,
322
αἰσθητικῶν μὲν παμπόλλων, ὀλίγων δὲ τῶν πρακτικῶν. ὥστε καὶ καλῶς διακείμενα ῥωμαλέας ἕξει τὰς ἀποφύσεις ἑκάτερον τὰς ἰδίας. οἱ αὐτοὶ δὲ κᾀπὶ τῶν ἔμπροσθεν τῆς κεφαλῆς τῶν κατὰ τὸ μέτωπον διορισμοὶ τοῖς ὄπισθεν, εἰς σμικρότητά τε καὶ μέγεθος αὐτοῦ βλεπόντων, καὶ σχῆμα, καὶ τὰς ἐνταῦθα αἰσθήσεις, ὄψιν τε καὶ γεῦσιν καὶ ὄσφρησιν. ἀλλήλων γάρ ἐστι γνωρίσματα, καὶ ἀλλήλοις μαρτυρεῖ, τά τε ἀπὸ τῆς ἀρχῆς πεφυκότα, τῇ τῆς ἀρχῆς ἀρετῇ τε καὶ κακίᾳ, καὶ ἡ ἀρχὴ τοῖς ἀπ’ αὐτῆς. ἡ μέντοι τῶν ἡγεμονικῶν ἐνεργειῶν ἀρετή τε καὶ κακία τῆς ἀρχῆς μόνης ἐστὶν αὐτῆς καθ’ ἑαυτὴν γνώρισμα. καλῶ δὲ ἡγεμονικὰς ἐνεργείας τὰς ἀπὸ τῆς ἀρχῆς μόνης γινομένας. ἀγχίνοια μὲν οὖν λεπτομεροῦς οὐσίας ἐγκεφάλου γνώρισμα, βραδυτὴς δὲ διανοίας παχυμεροῦς· εὐμάθεια δ’ εὐτυπώτου, καὶ μνήμη μονίμου. οὕτω δὲ καὶ ἡ μὲν δυσμάθεια δυστυπώτου. ἡ δ’ ἐπιλησμοσύνη διαῤῥεούσης, καὶ τὸ μὲν εὐμετάβολον ἐν δόξαις θερμῆς, τὸ δὲ μόνιμον ψυχρᾶς. ἔτι δέ
323
μοι δοκῶ λείπεσθαι δύο γένη γνωρισμάτων, ὧν ἐξ ἀρχῆς ὑπεσχόμην ἐρεῖν, ἓν μὲν τὸ τῶν φυσικῶν ἐνεργειῶν, ἕτερον δὲ τὸ τῶν ἔξωθεν προσπιπτόντων· ἔσται δὲ κοινὸς ὑπὲρ ἀμφοῖν ὁ λόγος. εἰ μὲν εὔκρατος ὁ ἐγκέφαλος ὑπάρχει κατὰ τὰς τέσσαρας ποιότητας, ἁπάντων τῶν εἰρημένων ἕξει μετρίως, καὶ τῶν περιττωμάτων, ὅσα δι’ ὑπερώας, ἤ ὤτων, ἢ μυκτήρων ἐκκαθαίρεται, καὶ τούτων ἕξει μετρίως, ἥκιστά τε βλαβήσεται πρὸς ἁπάντων τῶν ἔξωθεν προσπιπτόντων, ὅσα θερμαίνει, καὶ ψύχει, καὶ ξηραίνει, καὶ ὑγραίνει. τοῖς τοιούτοις αἱ τρίχες τῆς κεφαλῆς, βρέφεσι μὲν οὖσιν ὑπόπυῤῥοι, παισὶ δὲ ὑπόξανθοι, τελειουμένοις δὲ γίνονται ξανθαὶ, μεταξύ πως οὖσαι τῶν τε ἀκριβῶς οὔλων καὶ ἁπλῶν, οὐ μὴν οὐδὲ φαλακροῦνται ῥᾳδίως. ἀκούειν δὲ χρὴ τῶν εἰρημένων τε καὶ ῥηθησομένων γνωρισμάτων ὡς ἐπὶ εὐκράτων οἰκήσεων. ὅσα δὲ κατὰ τὰς τρίχας οὐκ ἐπὶ χωρίων μόνον, ἀλλὰ καὶ τῆς τῶν χυμῶν κράσεως, ἀνάλογον ἐχούσης
324
τῇ κράσει τῶν κατὰ τὸν ἐγκέφαλον. εἰ δὲ θερμότερος εἴη τοῦ συμμέτρου, κατὰ δὲ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος, εἰ μὲν ἐπὶ πλέον εἴη θερμότερος, ἰσχυρὰ πάντα τὰ ῥηθησόμενα γενήσεται γνωρίσματα, βραχείας δὲ τῆς ὑπερβολῆς ὑπαρχούσης, ἀμυδρά. κοινὸς δὲ οὗτος ὁ λόγος ἐπὶ πάντων εἰρήσθω μοι τῶν μορίων, τῶν ἐν πάσαις ταῖς κράσεσι μελλόντων λέγεσθαι γνωρισμάτων.
Ἑξῆς δ’ οὖν σημεῖα τῆς ἐν ἐγκεφάλῳ θερμότητος, ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις, ἐρυθρότερα καὶ θερμότερα τὰ περὶ τὴν κεφαλὴν σύμπαντα, καὶ αἱ ἐν τοῖς ὀφθαλμοῖς φλέβες αἰσθηταὶ, αἱ τρίχες τούτοις γεννηθεῖσι, ταχέως ἐπὶ τῆς κεφαλῆς φύονται. πολλῷ μὲν οὖσι θερμοτέροις τῶν εὐκράτων, μέλαιναι, καὶ ἰσχυραὶ, καὶ οὖλαι γίνονται· μὴ πολλῷ δὲ, ὑπόξανθοι μὲν τὸ πρῶτον, εἶτα μελαίνονται· προϊόντων δὲ ταῖς ἡλικίαις φαλακροῦνται, καὶ μᾶλλόν γε οἱ ἐπὶ πλέον θερμότεροι. περιττώματα δὲ καθ’ ὑπερώαν καὶ μυκτῆρας, ὀφθαλμούς τε καὶ ὦτα, βραχέα καὶ πέπονα τούτοις ἐστὶν, ὅταν ἀμέμπτως ὑγιαίνωσι.
325
πεπλησμένης δὲ τῆς κεφαλῆς ἐνίοτε, συνεχῶς γὰρ καὶ μάλιστα αὐτοῖς, ὅταν ἀφυλάκτως διαιτῶνται, τὸ τοιοῦτον συμβαίνει, πλείω μὲν, ἀλλ’ οὐκ ἄπεπτα τὰ περιττώματα γίνεται. πληροῦνται δὲ καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ θερμαινόντων ἐδεσμάτων τε καὶ πομάτων, καὶ ὀσμῶν, καὶ τῶν ἔξωθεν προσπιπτόντων ἁπάντων, ἐν οἷς ἐστι καὶ ὁ περιέχων ἡμᾶς ἀήρ. ἔτι τε μᾶλλον, εἰ μὴ μόνον εἴη θερμὰ τὰ τοιαῦτα τὴν φύσιν, ἀλλὰ καὶ ὑγρὰ, βραχέσιν ὕπνοις αἱ τοιαῦται κράσεις ἀρκοῦνται, πρὸς τῷ μηδὲ βαθεῖς αὐτοὺς γίνεσθαι. ψυχροτέρου δὲ ἤ προσῆκεν ἐγκεφάλου γνωρίσματα, περιττώματα πλείω κατὰ τὰς οἰκείας. ἐκροὰς, καὶ αἱ τρίχες εὐθεῖαί τε καὶ πυῤῥαὶ, καὶ μόνιμοι, καὶ μετὰ πολὺν χρόνον τοῦ γεννηθῆναι φυόμεναι, λεπταὶ καὶ ἄτροφοι τὸ πρῶτον, καὶ ῥᾳδίως ὑπὸ τῶν ψυχρῶν αἰτίων βλάπτονται, καὶ κατ’ αὐτὸν τὸν χρόνον τῆς βλάβης κατάῤῥοις τε καὶ κορύζαις ἁλίσκονται. οὐ μὴν οὐδ’ ἁπτομένοις θερμὰ τὰ περὶ τὴν κεφαλὴν, οὐδ’ ὁρῶσιν ἐρυθρὰ, καὶ τῶν ὀφθαλμῶν αἱ φλέβες ἀόρατοι, καὶ ὑπνωδέστεροί
326
πώς εἰσι. ξηροτέρου δ’ ἐγκεφάλου γνωρίσματα, τὸ ἀπέριττον ἐν ταῖς ἐκροαῖς, καὶ τὸ τῶν αἰσθήσεων ἀκριβές. ἀγρυπνητικοὶ δὲ εἰσι, καὶ τρίχας ἰσχυροτάτας μὲν ἔχουσι, καὶ τάχιστα φύουσι γεννηθέντες, οὔλας μᾶλλον ἢ εὐθείας, φαλακροῦνται δ’ ἐν τάχει. ὑγροτέρου δὲ τρίχες ἁπλαῖ, καὶ οὐδ’ ὅλως φαλακροῦνται, καὶ αἱ αἰσθήσεις ἀχλυώδεις εἰσὶ, καὶ περιττωμάτων πλῆθος, ὕπνοι τε πολλοὶ καὶ βαθεῖς. αὗται μὲν αἱ ἁπλαῖ δυσκρασίαι.
Σύνθετοι δὲ, θερμὴ μὲν καὶ ξηρὰ πρώτη, καθ’ ἣν ἀπέριττοί τέ εἰσι καὶ ἀκριβεῖς ταῖς αἰσθήσεσι, καὶ ἀγρυπνητικώτατοι, καὶ φαλακροῦνται ταχέως. ἡ πρώτη μέντοι γένεσις τῶν τριχῶν ταχίστη τέ ἐστι καὶ εὐτραφεστάτη, μελανότριχές τε καὶ οὐλότριχές εἰσι, καὶ θερμοὶ, ψαυόντων τῆς κεφαλῆς, ἐρυθροί τε μέχρι τῶν τῆς ἀκμῆς χρόνων. εἰ δ’ ὑγρότης προσίοι τῇ θερμότητι, βραχὺ μὲν ὑπερβαλλουσῶν ἀμφοτέρων τὸ σύμμετρον, εὔχροιά τε καὶ θερμότης, καὶ αἱ ἐν τοῖς ὀφθαλμοῖς φλέβες μεγάλαι, καὶ περιττώματα
327
πλείω, μετρίως πέπονα, καὶ αἱ τρίχες εὐθεῖαι καὶ ὑπόξανθοι, καὶ οὐ φαλακροῦνται ῥᾳδίως, πληροῦνται δὲ, καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων. εἰ δὲ καὶ ὑγραίνοιντο, πολὺ δή που μᾶλλον, ἡνίκα καὶ πλῆθος ἴσχουσι περιττωμάτων. ἐὰν δ’ ἐπὶ πλεῖστον ὑγρότητός τε καὶ θερμότητος ἥκωσι, νοσώδης τούτοις ἡ κεφαλὴ, καὶ περιττωματικὴ, καὶ ῥᾳδίως ὑπὸ τῶν ὑγραινόντων τε καὶ θερμαινόντων βλαπτομένη. νότος δ’ αὐτοῖς πολέμιος ἀεί. ἄριστα δ’ ἐν τοῖς βορείοις διάγουσιν, οὐ μὴν οὐδ’ ἐγρηγορέναι δύνανται μέχρι πλείονος, ὕπνῳ τ’ ἐπιτρέψαντες ἑαυτοὺς, ἅμα τε κωματώδεις εἰσὶ καὶ ἄγρυπνοι, καὶ φαντασιώδεις τοῖς ὀνείρασιν, καὶ αἱ ὄψεις ἀχλυώδεις, καὶ αἱ αἰσθήσεις οὐκ ἀκριβεῖς. εἰ δὲ πολλῷ μὲν εἴη τοῦ συμμέτρου θερμότερος ὁ ἐγκέφαλος, ὀλίγῳ δ’ ὑγρότερος, ἐπικρατήσει μὲν τὰ τῆς θερμῆς κράσεως γνωρίσματα, μιχθήσονται δ’ αὐτοῖς ἀμυδρῶς τὰ τῆς ὑγρότητος, ὥσπερ καὶ, εἰ πολλῷ μὲν ὑγρότερος, ὀλίγῳ δὲ θερμότερος, ἐναργῆ μὲν ἔσται καὶ σφοδρὰ ὰ τοῦ ὑγρότητος, ἀμυδρὰ δὲ τὰ τῆς θερμότητος γνωρίσματα. κοινὸς δ’ οὗτος ὁ λόγος ἐπὶ πασῶν ἐστι τῶν
328
κατὰ συζυγίαν δυσκρασιῶν. αἱ ψυχραὶ δ’ ἅμα καὶ ξηραὶ κράσεις ἐγκεφάλου ψυχρὰν καὶ ἄχρουν ἀποτελοῦσι τὴν κεφαλὴν ὅσον ἐφ’ ἑαυταῖς. ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ κατ’ ἀρχὴν διορισμοῦ, προσεπιλογιζόμενον, ὅσον ἐκ τῆς τῶν χυμῶν κράσεως ἀλλοιοῦται τὰ κατ’ αὐτόν. εὐθὺς δ’ αἱ τοιαῦται κράσεις ἄφλεβοί τὲ τὰ κατὰ τοὺς ὀφθαλμούς εἰσι, καὶ πρὸς τῶν ψυχρῶν αἰτίων ἑτοίμως βλάπτονται· διὸ καὶ ἀνωμάλως ὑγιαίνουσι, ποτὲ μὲν κουφότατοι τὰς κεφαλὰς, ἀπέριττοί τε τὰς ἀκροὰς, ἐνίοτε δὲ κατάῤῥοις τε καὶ κορύζαις· ἐπὶ σμικροῖς αἰτίοις ἑτοίμως ἁλισκόμενοι. αἱ δ’ αἰσθήσεις αὐτῶν ἐν νεότητι μὲν ἀκριβεῖς τέ εἰσι καὶ ἄμεμπτοι τὰ πάντα, προϊοῦσι δὲ ἀπομαραίνονται ταχέως, καὶ, συλλήβδην φάναι, ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντές εἰσι· διὸ καὶ πολιοῦνται ταχέως. αἱ τρίχες δ’ αὐτοῖς γεννηθεῖσι μὲν ἀνέρχονται μόγις, ἄτροφοι καὶ πυῤῥαί· προήκοντι δὲ τῷ χρόνῳ, κρατούσης μὲν ἐπὶ πλέον τῆς ψυχρότητος ἤπερ τῆς ξηρότητος, οὐ φαλακροῦνται. τοὔμπαλιν δὲ,
329
εἰ συμβαίη τὴν ξηρότητα μὲν πλεῖστον κρατῆσαι τῆς ὑγρότητος, τὴν ψυχρότητα δὲ τῆς θερμότητος ὀλίγον, οἱ τοιοῦτοι φαλακροῦνται. αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ κράσεις ἐγκεφάλου κωματώδεις ἐργάζονται, καὶ ὑπνηλοὺς, καὶ φαύλους ταῖς αἰσθήσεσι, καὶ περιττωματικοὺς, εὐψύκτους τε καὶ εὐπληρώτους τὴν κεφαλὴν, εὐαλώτους τε κατάῤῥοις καὶ κορύζαις. οὐ μὴν οὐδὲ φαλακροῦνται οἱ τοιοῦτοι. ταυτὶ μὲν οὖν ἐστι τὰ σημεῖα τῶν ἐγκεφάλου κράσεων. ἐξ αὐτῶν δ’ ὁρμώμενος ἐφ’ ἕκαστον ὄργανον αἰσθήσεως ἴσθι τὰς διαγνώσεις μεταφέρων.
Ἀρκέσει δ’ ἐπ’ ὀφθαλμῶν μόνον εἰπεῖν. ὅσοι μὲν ἁπτομένοις ἐναργῶς εἰσι θερμοὶ, καὶ κινοῦνται ῥᾳδίως τε καὶ πολλάκις, καὶ φλέβας εὐρείας ἔχουσι, θερμοὶ σύμπαντές εἰσι. ψυχροὶ δὲ οἱ τούτοις ἐναντίοι, καὶ ὑγροὶ μὲν οἱ μαλακοί τε ἅμα καὶ πλήρεις ὑγρότητος, ξηροὶ δὲ οἱ αὐχμηροί τε ἅμα καὶ σκληροί. καὶ βλάπτονται μὲν ὑπὸ τῶν ὁμοίων αἰτίων τῇ κράσει ῥᾳδίως, ὠφελοῦνται δὲ ὑπὸ τῶν ἐναντίων τῇ ἐμμέτρῳ χρήσει. ἀλλὰ τοῦτό γε κοινὸν ἐπὶ
330
πάσῃ διαγνώσει κράσεως ἅπαντος μορίου μεμνῆσθαι προσήκει. μέγεθος δ’ ὀφθαλμῶν ἅμα μὲν εὐρυθμίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ πλῆθος οὐσίας εὐκράτου, ἐξ ἧς διεπλάσθησαν, ἐνδείκνυται. τὸ δ’ ἄνευ τούτων πολλὴν μὲν τὴν οὐσίαν, οὐκ εὔκρατον δὲ δηλοῖ. μικρότης δ’ ὀφθαλμῶν ἅμα μὲν εὐρυθμίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ ὀλίγην μὲν, ἀλλ’ εὔκρατον ἐνδείκνυται τὴν οὐσίαν, ἐξ ἧς διεπλάσθησαν, ἅμα δ’ ἀῤῥυθμίᾳ τινὶ καὶ κακίᾳ τῶν ἐνεργειῶν ὀλίγην τε ἅμα καὶ φαύλην εἶναι σημαίνει τὴν οὐσίαν αὐτῶν. τὰ δὲ κατὰ χρόας ᾧδε χρὴ διορίζεσθαι. γλαυκοὶ μὲν ὀφθαλμοὶ λάμποντες ὑγρότητι καθαρᾷ τε καὶ οὐ πολλῇ φωτός λαμπροῦ γίνονται περιουσίᾳ, μέλανες δ’ ἔμπαλιν. οἱ δ’ αὖ μεταξὺ κατὰ τὰς ἀνὰ μέσον αἰτίας. γλαυκὸς μὲν οὖν ὀφθαλμὸς ἤτοι διὰ μέγεθος, ἢ λαμπρότητα τοῦ κρυσταλλοειδοῦς, ἤ προπετῆ θέσιν, ἢ διὰ τὴν τοῦ λεπτοῦ καὶ ὑδατώδους ὑγροῦ τοῦ κατὰ τὴν κόρην ὀλιγότητά τε καὶ καθαρότητα γίνεται· πάντων μὲν ἅμα συνελθόντων, ὁ γλαυκότατος· εἰ
331
δὲ τὰ μὲν αὐτῶν παρῇ, τὰ δὲ μὴ, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν γλαυκότητι συνίσταται.· μέλας δ’ ὀφθαλμὸς ἢ διὰ τὴν σμικρότητα τοῦ κρυσταλλοειδοῦς, ἢ διὰ τὴν ἐν βάθει θέσιν, ἢ ὅτι λαμπρόν τε καὶ αὐγοειδὲς ἀκριβῶς οὐκ ἔστιν, ἢ ὅτι τὸ λεπτὸν ὑγρὸν, ἤτοι πλέον, ἢ οὐ καθαρόν ἐστιν, ἢ διά τινα τούτων, ἢ διὰ πάντα πέφυκε γίνεσθαι. τὸ μᾶλλον δὲ καὶ ἧττον ἐν αὐτοῖς, ὡς ἔμπροσθεν εἴρηται. τὸ μὲν οὖν λεπτὸν ὑγρὸν, ὑδατωδέστερόν τε καὶ πλέον γενόμενον, ὑγρότερον ἀποφαίνει τὸν ὀφθαλμόν. ὥσπερ γε καὶ εἰ παχύτερον, ἢ ἔλαττον γένοιτο ξηρότερον, τὸ δὲ κρυσταλλοειδὲς, εἰ μὲν σκληρότερον εἴη, ξηρότερον, εἰ δὲ μαλακώτερον, ὑγρότερον. οὕτως δὲ καὶ εἰ μὲν ὑπερβάλλοι τῆς συμμετρίας τοῦ λεπτοῦ, ξηρότερον· εἰ δ’ ἀπολείποιτο, τοὐναντίον.
Περὶ δὲ τῶν τῆς καρδίας κράσεων ἑξῆς λεγέσθω, πρότερόν γε τοῦτο ἀναμνησάντων ἡμῶν, ὡς ἕκαστον μέρος ἤτοι θερμότερον, ἢ ψυχρότερον, ἢ ξηρότερον, ἢ ὑγρότερον ἑαυτοῦ γεγονέναι φαμὲν, οὐ πρὸς ἕτερόν τι παραβάλλοντες, ἀλλὰ πρὸς ἑαυτό. ὅπως γὰρ ἂν ἡ
332
καρδία γένηταί τινι φύσει ψυχροτέρα, πολὺ θερμοτέρα τὴν κρᾶσίν ἐστιν ἐγκεφάλου τοῦ θερμοτάτου. τῆς μὲν οὖν θερμοτέρας ὡς πρὸς τὴν οἰκείαν συμμετρίαν καρδίας σημεῖα, τὰ μὲν ἀχώριστά τε καὶ οἰκεῖα, μέγεθος ἀναπνοῆς, καὶ σφυγμοῦ τάχος καὶ πυκνότης ἐστὶν, εὐτολμία τε καὶ τὸ πρὸς τὰς πράξεις ἄοκνον. εἰ δὲ ἐπὶ πλεῖστον ἥκει θερμότητος, ὀξυθυμία τε μανιώδης καὶ θρασύτης. ἔστι δὲ καὶ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ μάλιστα τὰ στέρνα, καὶ τῶν καθ’ ὑποχόνδριον ὅσα τούτοις πλησίον. ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ σύμπαν σῶμα θερμὸν ἐπὶ θερμῇ τῇ καρδίᾳ γίνεται, πλὴν εἰ μὴ μεγάλως ἀντιπράττοι τὸ ἧπαρ. εἰρήσεται δ’ ὀλίγον ὕστερον ἅπαντος τοῦ σώματος τὰ γνωρίσματα. καὶ μέντοι καὶ ἡ τοῦ θώρακος εὐρύτης θερμότητος γνώρισμα, πλὴν εἰ μὴ κᾀνταῦθά ποτε μεγάλως ὁ ἐγκέφαλος ἀντιπράξειεν. ἐπειδὴ τὸ μὲν τοῦ νωτιαίου μέγεθος ἀνάλογόν ἐστιν ἐκείνῳ τὰ πολλὰ, καὶ τηλικοῦτοι μὲν οἱ σπόνδυλοι τὸ μέγεθος, ἡλίκος ὁ νωτιαῖος μυελὸς· ὥστε καὶ ἡ ῥάχις ὅλη. συμπήγνυται δὲ ὁ θώραξ ἐπὶ τῷ κατὰ τὸ
333
μετάφρενον αὐτῆς μέρει, καθάπερ ἐπὶ τρόπιδι ναῦς, ὥστ’ ἐξ ἀνάγκης ἕξει τὸ μὲν μῆκος ἴσον τῷ μεταφρένῳ, τὸ δ’ εὖρος, ὅταν μὲν ἀνάλογον τῷ πάχει τῶν σπονδύλων ἡ σύμπηξις αὐτῷ γένηται κατ’ ἐκείνους· ὅταν δὲ ἡ τῆς καρδίας θερμότης κρατήσασα διαφυσήσῃ τε καὶ ἀνευρύνῃ κατὰ τὴν πρώτην γένεσιν, ἀνάλογον τῇ ταύτης θερμότητι διὸ καὶ ὅταν μὲν ἐπὶ σμικρᾷ κεφαλῇ ὁ θώραξ εὐρὺς ᾖ, μέγιστον γίνεται γνώρισμα τῆς κατὰ τὴν καρδίαν θερμότητος· ὅταν δ’ ἐπὶ μεγάλῃ σμικρὸς, ἰδικώτατον καὶ τοῦτο σημεῖόν ἐστι καρδίας ψυχροτέρας. εἰ δ’ ἀνάλογον ἔχει τὴν κεφαλὴν, τοῖς ἄλλοις σημείοις διορίζου περὶ τῆς καρδίας, ὡς ἐκ θώρακός γε πηλικότητος οὐδὲν ληψόμενος. ἐπὶ δὲ ψυχροτέρας καρδίας σφυγμοὶ μικρότεροι τῶν συμμέτρων, οὐ μὴν βραδύτεροί γε ἐξ ἀνάγκης. ἢ ἀραιότεροι. ἡ ἀναπνοὴ δὲ, εἰ μὲν τοσοῦτον μικρότερος ὁ θώραξ, ὅσον ἡ καρδία ψυχροτέρα, τοῖς σφυγμοῖς ἀνάλογον· εἰ δὲ μείζων, ἢ κατὰ τὸ ποσὸν τῆς ψύξεως, οὐ σμικροτέρα μόνον, ἀλλὰ καὶ βραδυτέρα καὶ ἀραιοτέρα. δειλοὶ τὴν φύσιν οἱ τοιοῦτοι καὶ
334
ἄτολμοί εἰσι καὶ μελληταὶ, καὶ ψιλὸν αὐτοῖς τὸ στέρνον τριχῶν ἐστι. περὶ δὲ σμικρότητος αὐτῆς διοριστέον, ὡς ἔμπροσθεν εἴρηται. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς ὅλου τοῦ σώματος θερμότητος. ἡ δὲ ξηροτέρα καρδία τοὺς σφυγμοὺς ἐργάζεται σκληροτέρους, καὶ τὸν θυμὸν οὐχ ἕτοιμον μὲν, ἄγριον δὲ καὶ δύσπαυστον, ὡς τὰ πολλὰ δὲ καὶ ὅλον τὸ σῶμα ξηρότερον, εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει. ὑγροτέρας δὲ καρδίας σημεῖα, σφυγμοὶ μαλακοὶ, καὶ ἦθος εὐκίνητον μὲν πρὸς ὀργὴν, εὐκατάπαυστον δὲ, καὶ τὸ σύμπαν σῶμα ὑγρότερον, πλὴν εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει.
Κατὰ δὲ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι τῆς καρδίας ᾧδε ἔχουσιν. θερμῆς καὶ ξηρᾶς καρδίας οἱ σφυγμοὶ σκληροὶ καὶ μεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοὶ, καὶ αἱ ἀναπνοαὶ μεγάλαι τε καὶ ταχεῖαι, καὶ πυκναί. καὶ πολὺ δὴ μᾶλλον εἰς τάχος ἐπιδιδόασι καὶ πυκνότητα, οὐ συναυξηθέντος ἀνάλογον τῇ καρδίᾳ τοῦ θώρακος. πάντων οὗτοι λασιώτατοι τὰ κατὰ τὸ στέρνον εἰσὶ
335
καὶ τὸ ὑποχόνδριον. εἰς δὲ τὰς πράξεις ἕτοιμοι καὶ θυμικοὶ καὶ ταχεῖς, ἄγριοι, καὶ ἀνήμεροι, καὶ ἰταμοὶ, καὶ ἀναίσχυντοι, καὶ τυραννικοὶ τοῖς ἤθεσι, καὶ γὰρ ὀξύθυμοι καὶ δύσπαυστοι. περὶ δὲ τῆς ἅπαντος τοῦ σώματος κράσεως, ἔτι τε τῆς τοῦ θώρακος εὐρυχωρίας, ἀνάλογον τοῖς ἔμπροσθεν εἰρημένοις διοριστέον. εἰ δ’ ὑγρότης ἐπικρατήσειεν ἄμα θερμότητι, λάσιοι μὲν ἧττον οἱ τοιοῦτοι τῶν προειρημένων, ἕτοιμοι δὲ εἰς τὰς πράξεις οὐδὲν ἧττον· οὐ μὴν ἄγριός γε ὁ θυμὸς, ἀλλ’ εἰς ὀργὴν μόνον ἕτοιμοι. οἱ σφυγμοὶ δὲ μαλακοί τε καὶ μεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοί. καὶ ἡ ἀναπνοὴ, τοῦ μὲν θώρακος ἀνάλογον ἔχοντος τῇ καρδίᾳ, κατὰ τὴν αὐτὴν ἰδέαν τοῖς σφυγμοῖς· μικροτέρου δὲ γενομένου, τοσοῦτον θάττων τε καὶ πυκνοτέρα τῶν προειρημένων, ὅσον καὶ ὁ θώραξ μικρότερός ἐστιν. πολλῆς δὲ τῆς κατὰ τὴν κρᾶσιν ἐκτροπῆς γινομένης, καὶ μάλιστα εἰ κατὰ τὴν ὑγρότητα συμπέσῃ τοῦτο, πρὸς τοῖς εἰρημένοις ἔτι καὶ τὰ σηπεδονώδη νοσήματα γίνεται, διαφθειρομένων τε καὶ σηπομένων αὐτοῖς τῶν χυμῶν συμπεσεῖται, καὶ αἱ ἐκπνοαὶ
336
μείζους τε καὶ θάττους τῶν εἰσπνοῶν, κᾀν τοῖς σφυγμοῖς ἡ συστολὴ ταχεῖα. ὑγροτέρας δὲ καὶ ψυχροτέρας καρδίας οἱ μὲν σφυγμοὶ μαλακοὶ, τὸ δὲ ἦθος ἄτολμόν τε καὶ δειλὸν, καὶ ὀκνηρόν. εἰσὶ δὲ καὶ ψιλοὶ τριχῶν οἱ τοιοῦτοι τὰ στέρνα, καὶ ἥκιστα μηνιῶσιν, ὥσπερ καὶ εἰς ὀργὴν οὐχ ἕτοιμοι. τὰ δὲ κατὰ θώρακα καὶ τὸ σύμπαν σῶμα τοῖς ἔμπροσθεν ὡσαύτως διοριστέον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα καρδία τοὺς μὲν σφυγμοὺς σκληροὺς ἐργάζεται καὶ μικρούς· τὴν δὲ ἀναπνοὴν, εἰ μὲν ἀνάλογον τῇ ψυχρότητι μικρὸς ὁ θώραξ γένοιτο, σύμμετρον· εἰ δὲ μείζων, ἀραιὰν καὶ βραδεῖαν. ἀοργητότατοι πάντων οὗτοι· βιασθέντες μέντοι τισὶν ὀργισθῆναι, φυλάττουσι τὴν μῆνιν. εἰσὶ δὲ καὶ ἄτριχοι τὰ στέρνα πάντων μάλιστα. περὶ δὲ σμικρότητος τοῦ θώρακος, ἔτι τε τῆς τοῦ ὅλου σώματος ψυχρότητος ὁμοίως διοριστέον, ἓν κοινὸν ἐπὶ πᾶσι τοῖς εἰρημένοις ἐκεῖνο μεμνημένους, ὡς, ὅσα περὶ ἠθῶν ἢ νῦν, ἢ κατ’ ἄλλον τινὰ γέγραπται λόγον εἰς διάγνωσιν κράσεως, οὐχ
337
ὑπὲρ τῶν ἐκ φιλοσοφίας ἢ χρηστῶν ἢ μοχθηρῶν ἠθῶν ἐγγιγνομένων, ἀλλ’ ὑπὲρ τῶν ἐμφύτων ἑκάστῳ λέλεκται.
Ἥπατος θερμοτέρου γνωρίσματα, φλεβῶν εὐρύτης, ἡ ξανθὴ χολὴ πλείων, ἐν δὲ τῷ χρόνῳ τῆς ἀκμῆς καὶ ἡ μέλαινα, θερμότερον αὐτοῖς τὸ αἷμα, καὶ διὰ τοῦτο καὶ τὸ σύμπαν σῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει, δασύτης τῶν καθ’ ὑποχόνδρια καὶ γαστέρα. ψυχροτέρου δὲ στενότης φλεβῶν, φλέγμα πλεῖον, αἷμα ψυχρότερον, καὶ ἡ σύμπασα τοῦ σώματος ἕξις ψυχροτέρα, εἰ μή τι πρὸς τῆς καρδίας θερμαίνοιτο, ψιλὰ τριχῶν ὑποχόνδριά τε καὶ γαστήρ. ξηροτέρου δὲ, τὸ μὲν αἷμα παχύτερόν τε καὶ ξηρότερον καὶ ὀλιγώτερον, αἱ φλέβες δὲ σκληρότεραι, καὶ ἡ σύμπασα τοῦ σώματος ἕξις ξηροτέρα. ὑγροτέρου δὲ, τὸ μὲν αἷμα πλεῖόν τε καὶ ὑγρότερον, αἱ φλέβες δὲ μαλακώτεραι· οὕτως δὲ καὶ τὸ σύμπαν σῶμα, πλὴν εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. θερμοτέρου δὲ ἅμα καὶ ξηροτέρου ἥπατος γνωρίσματα, λασιώτατον ὑποχόνδριον, αἷμα παχύτερόν τε ἅμα καὶ ξηρότερον, ἡ ξανθὴ χολὴ πλείστη, κατὰ δὲ τὴν ἀκμὴν καὶ ἡ μέλαινα, φλεβῶν
338
εὐρύτης τε καὶ σκληρότης. οὕτως δὲ καὶ τὸ σύμπαν σῶμα θερμότης μὲν γὰρ ἡ ἐκ καρδίας ὁρμωμένη νικῆσαι δύναται τὴν ἐξ ἥπατος ὁρμωμένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότης τὴν θερμότητα. τὴν ξηρότητα δὲ οὐχ οἷόν τε πρὸς τοὐναντίον ὑπὸ τῆς καρδίας ὑγροτέρας γενομένης ἀχθῆναι. μεταξὺ δέ ἐστιν ἡ ἀφ’ ἥπατος ὑγρότης τῶν εἰρημένων. μᾶλλον μὲν γὰρ τῆς ἐν καρδίᾳ νικᾶται ξηρότητος, ἤπερ ἡ ξηρότης ὑπὸ τῆς ὑγρότητος· ἧττον δὲ τῆς θερμότητος, ἔτι δὲ μᾶλλον ἧττον ὑπὸ τῆς ψυχρότητος· εὐνικητοτάτη γὰρ αὕτη τῶν ἐξ ἥπατος ὁρμωμένων ποιοτήτων. εὔδηλον οὖν, ὡς, ἐπειδὰν εἰς ταὐτὸ συνδράμωσιν αἱ τῶν ἀρχῶν ἀμφοτέρων κράσεις, ὅλον ἀκριβῶς τὸ σῶμα κατ’ ἐκείνας διατίθεται. λεχθήσεται δὲ ὀλίγον ὕστερον αὐτοῦ τὰ γνωρίσματα. τὸ δὲ ὑγρότερον ἅμα καὶ θερμότερον ἧπαρ ἧττον μὲν τοῦ θερμοτέρου καὶ ξηροτέρου τὰ καθ’ ὑποχόνδριον ἐργάζεται λάσια, πλεῖστον δ’ αἷμα, καὶ φλέβας μεγάλας, καὶ τὴν ἕξιν ὑγροτέραν καὶ θερμοτέραν, εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττει. εἰ δὲ ἐπὶ πλέον ἀμφοτέραις ταῖς ποιότησιν ἐκτραπείη
339
τοῦ κατὰ φύσιν, ἑτοίμως ἁλίσκεται τοῖς σηπεδονώδεσι καὶ κακοχύμοις νοσήμασιν· ἔτι μᾶλλον, εἰ ἐπὶ πλεῖστον μὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπ’ ὀλίγον δὲ τὸ θερμόν. εἰ δ’ ἔμπαλιν ἐπ’ ὀλίγον μὲν αὐξηθείη τὸ ὑγρὸν, ἐπὶ πλεῖστον δὲ τὸ θερμὸν, ἥκιστα κακόχυμοι γίγνονται. τὸ δ’ αὖ ὑγρότερον καὶ ψυχρότερον ἧπαρ ἄτριχον μὲν ἔχει τὸ ὑποχόνδριον, αἷμα δ’ ἐργάζεται φλεγματικώτερον ἅμα φλεβῶν στενότητι, καὶ τὸ σύμπαν σῶμα παραπλησίως ἔχον, εἰ μὴ πρὸς τῆς καρδίας ἐς τἀναντία μετάγοιτο. τὸ δὲ ψυχρότερον καὶ ξηρότερον ἧπαρ ὀλίγαιμόν τε καὶ στενόφλεβον ἐργάζεται τὸ σῶμα καὶ ψυχρότερον, ὑποχόνδριόν τε ψιλὸν, εἰ μὴ κᾀνταῦθα νικήσειεν ἡ καρδία.
Τῆς δὲ τῶν ὄρχεων κράσεως ἡ θερμὴ μὲν ἀφροδισιαστική τέ ἐστι, καὶ ἀῤῥενόγονος, καὶ γόνιμος, καὶ ταχέως δασύνει τὰ γεννητικὰ μόρια, συνεφάπτεται δὲ καὶ τῶν πέριξ, ἡ ψυχρὰ δὲ τἀναντία. καὶ ἡ μὲν ὑγρὰ πολύσπερμός τέ ἐστι καὶ ὑγρόσπερμος, ἡ ξηρὰ δὲ ὀλιγόσπερμός τε καὶ μετρίως παχύσπερμος. ἡ θερμοτέρα δὲ
340
καὶ ξηροτέρα παχυσπερμοτάτη τέ ἐστι καὶ γονιμωτάτη, καὶ τάχιστα πρὸς συνουσίαν ἐπεγείρει τὸ ζῶον εὐθέως ἐξ ἀρχῆς. ἀτὰρ οὖν οἱ τοιοῦτοι καὶ δασύνονται τάχιστα τὰ γεννητικὰ μόρια καὶ σύμπαντα τὰ πέριξ, ἄνω μὲν ἄχρι τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων, κάτω δὲ μέχρι μέσων μηρῶν. ὁρμητικὴ μὲν οὖν ἡ τοιαύτη κρᾶσις ἱκανῶς ἐπ’ ἀφροδίσια, τάχιστα δὲ ἐμπιπλαμένη καὶ, εἰ βιάσαιτο, βλαπτομένη. συνελθούσης δὲ ὑγρότητος τῇ θερμότητι, λάσιοι μὲν ἧττον οἱ τοιοῦτοι, πολύσπερμοι δὲ μᾶλλον, οὐ μὴν ὀρέγονταί γε μᾶλλον τῶν ἑτέρων, ἐξαρκοῦσι δ’ ἀβλαβέστερον ἀφροδισίοις πλείοσιν. εἰ δ’ ἱκανῶς ἄμφω συναυξηθείη τό θ’ ὑγρὸν καὶ θερμὸν, οὐδ’ ἀβλαβῶς ἀπέχονται τῶν ἀφροδισίων. εἰ δ’ ὑγρότεροι καὶ ψυχρότεροι τὴν κρᾶσιν οἱ ὄρχεις γένοιντο, ψιλὰ τὰ πέριξ τριχῶν, καὶ βραδέως ἀφροδισιάζειν ἄρχονται, καὶ οὐδ’ ὁρμητικοὶ πρὸς τὴν ἐνέργειάν εἰσιν, ὑδατῶδες δὲ καὶ λεπτὸν αὐτοῖς τὸ σπέρμα καὶ ὀλίγον ἐστὶ, καὶ θηλύγονον, καὶ ἄγονον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα κρᾶσις ὁμοία μὲν τἄλλα τῇ προειρημένη
341
κράσει, παχύτερον δ’ αὐτοῖς τὸ σπέρμα, καὶ παντάπασιν ὀλίγον.
Αἱ δ’ ὅλου τοῦ σώματος ἕξεις εἴρηνται μέν που καὶ πρόσθεν, ὡς ὁμοιοῦνται καρδίᾳ καὶ ἥπατι· κρατεῖ δὲ ἡ ὁμοιότης τοῦ σφοδροτέραν ἔχοντος ἡντιναοῦν τῶν πρώτων ποιοτήτων, ἃς δὴ καὶ δραστικὰς ὀνομάζουσιν. ὅλου δὲ τοῦ σώματος ἡ ἕξις ἐπ’ ἐκείνων λέγεται μάλιστα τῶν μορίων, ὅσα θεωμένοις ὑποπίπτει πρῶτα. μύες δέ εἰσιν οὗτοι, πᾶσι τοῖς ὀστοῖς περιβεβλημένοι, σύνθετοί τινες σάρκες ἔκ τε τῆς ἁπλῆς τῆς πρώτης σαρκὸς, ἔτι τε τῶν ἰνῶν, αἷς αὗται περιπεφύκασιν. ἡ γὰρ οἰκεία τῶν μυῶν οὐσία ταῦτ’ ἐστιν ἄμφω. τὰ δ’ εἰς αὐτοὺς ἥκοντα τῶν ἀγγείων οἷον ὀχετοί τινές εἰσιν, οὐ συμπληροῦντες αὐτῶν τὴν οὐσίαν, ἀλλ’ ὑπηρετοῦντες εἰς διαμονήν. εἰρήσεται γοῦν καὶ τὰ τῆς τούτων κράσεως γνωρίσματα κατὰ τὴν εὔκρατον οἴκησιν. ἐξαλλάττουσι γὰρ αἱ δύσκρατοι τὸ δέρμα, καθ’ ἑαυτὰς τυποῦσαι, καὶ διαφθείρουσιν ἔνια τῶν γνωρισμάτων. οὕτως δὲ καὶ εἰ κατὰ τὴν εὔκρατον χώραν ὥρᾳ
342
θέρους ἑαυτὸν ἡλίῳ τὶς παραβάλλοι γυμνὸν, ἐξαλλάξει τῶν γνωρισμάτων ὅσα κατὰ χρόαν τέ ἐστι καὶ τὴν ἐν μαλακότητι καὶ σκληρότητι σύστασιν. εἰ δ’, ὥσπερ εὔκρατόν ἐστι τὸ χωρίον, οὕτως καὶ αὐτὸς εὐκράτως διαιτῷτο, μήτ’ ἐξοπτώμενος ἐν ἡλίῳ· γυμνὸς ἑκάστης ἡμέρας ἐπὶ πλεῖστον, ἀλλὰ μήθ’, ὥσπερ ἔνιοι, δίκην παρθένου σκιατραφούμενος, ἀκριβῆ τὰ τῆς κράσεως ἐνδείξεται γνωρίσματα. καἰ τοίνυν ὡς ἐπὶ τούτων τοῦ λόγου γενησομένου, προσέχωμεν ἤδη τὸν νοῦν αὐτῷ. συμμέτρου. κράσεως γνωρίσματα πρὸς ὅλην τοῦ ζώου τὴν ἕξιν ἡ χροιὰ μὲν ἐξ ἐρυθροῦ καὶ λευκοῦ συμμιγής· αἱ τρίχες δὲ ξανθαὶ μετρίως καὶ οὖλαι τὰ πολλά· συμμετρία δὲ σαρκώσεως ἐν ποσότητί καὶ ποιότητι. μέσον γὰρ ἀκριβῶς ἐστι τὸ τοιοῦτον σῶμα πασῶν τῶν ὑπερβολῶν, ὡς ἂν καὶ νοουμένων τε καὶ λεγομένων πρὸς αὐτό. καὶ γὰρ τὸ παχὺ σῶμα πρὸς τοῦτο λέγεται παχὺ, καὶ τὸ λεπτὸν ὡσαύτως πρὸς τοῦτο, πολύσαρκόν τε καὶ ὀλιγόσαρκον, καὶ πιμελῶδες, καὶ σκληρὸν, καὶ μαλακὸν, καὶ λάσιον, καὶ
343
ψιλόν. οὐδὲν οὖν τούτων· ἐστὶ τὸ σύμμετρον, ἀλλ’ οἷος ὁ Πολυκλείτου κανὼν εἰς ἄκρον ἥκει συμμετρίας ἁπάσης, ὡς ψαυόντων μὲν μήτε, μαλακὸν φαίνεσθαι, μήτε σκληρὸν, μήτε θερμὸν, μήτε ψυχρὸν, ὁρώντων δὲ μήτε λάσιον, μήτε ψιλὸν, μήτε παχὺ, μήτε ἰσχνὸν, ἤ τινα ἑτέραν ἔχον ἀμετρίαν.
Ὅσα δὲ τοῦ συμμέτρου θερμότερα μέν ἐστιν, οὐ μὴν ὑγρότερά γε, ἢ ξηρότερα κατὰ τὸ σαρκῶδες γένος, καὶ ὑπὲρ τούτου γὰρ ὁ ἐνεστηκὼς λόγος, φαίνεται μὲν δήπου καὶ ἁπτομένοις θερμότερα τοσοῦτον, ὅσον πέρ ἐστι τῇ κράσει θερμότερα. λασιώτερα δὲ τοσοῦτον ἔσται, ὅσον περ καὶ θερμότερα, καὶ πιμελῆς ἧττον ἔχοντα, τῇ χροιᾷ δὲ ἐξέρυθρα, καὶ μελανότριχα εἶναι. ψυχροτέρας δὲ κράσεως σημεῖα τὸ ἄτριχον, τὸ πιμελῶδες, τὸ ψυχρὸν ἁπτομένοις. ἡ χροιὰ δ’ αὐτοῖς ἅμα ταῖς θριξὶ πυῤῥοτέρα. πολλῆς δὲ τῆς ψύξεως οὔσης, πελιδνή πώς ἔστιν, καὶ καλεῖν ἔθος ἐστὶν ἐνίοις τῶν ἰατρῶν τοὺς τοιούτους μολυβδοχρῶτας. ἡ δὲ ξηροτέρα κρᾶσις ἰσχνοτέρα τέ ἐστι καὶ σκληροτέρα τῆς
344
εὐκράτου τοσοῦτον, ὅσον περ ἂν ᾖ ξηροτέρα, τὰ δ᾽ ἄλλα παραπλήσιος. καὶ ἡ ὑγροτέρα δὲ τὰ μὲν ἄλλα παραπλήσιος, εὐσαρκοτέρα δὲ καὶ μαλακωτέρα.
Καὶ μὴν καὶ κατὰ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι γινόμεναι σύνθετον ἔχουσι καὶ τὴν τῶν γνωρισμάτων ἰδέαν. ἡ μὲν γὰρ θερμοτέρα καὶ ξηροτέρα, λασιωτέρα, καὶ θερμοτέρα, καὶ σκληροτέρα, καὶ ἀπίμελός ἐστι, καὶ ἰσχνὴ, καὶ μελανόθριξ. εἰ δὲ ἐπὶ πλέον ἥκει θερμότητος, καὶ μελάγχρους. ἡ θερμοτέρα καὶ ὑγροτέρα κρᾶσις μαλακωτέρα τε καὶ εὐσαρκοτέρα, καὶ θερμοτέρα τῆς ἀρίστης κράσεως εἰς τοσοῦτόν ἐστιν, εἰς ὅσον ἀμφοτέραις αὐξηθῇ ταῖς ποιότησιν. ἐπὶ πλεῖστον δὲ αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίμως ἁλίσκεται νοσήμασιν, ὅτι καὶ κακόχυμος ἑτοίμως γίγνεται. εἰ δ᾽ ὀλίγῳ μὲν ὑγροτέρα εἴη, παμπόλλῳ δὲ θερμοτέρα, καὶ μαλακώτεροι μὲν ὀλίγῳ τῶν συμμέτρων οἱ τοιοῦτοι, καὶ σαρκωδέστεροι, λασιώτεροι δὲ οὐκ ὀλίγῳ· καὶ μὲν δὴ καὶ ἁπτομένοις οὐκ ὀλίγῳ θερμότεροι. μέλαιναι δ᾽ αὐτοῖς αἱ τρίχες, καὶ ἡ σὰρξ ἀπίμελος. εἰ δ᾽ ὀλίγῳ μὲν εἴη θερμοτέρα, παμπόλλῳ δὲ
345
ὑγροτέρα, μαλακὴ τούτοις ἐστὶν ἡ σὰρξ, καὶ πολλὴ, καὶ τὸ χρῶμα συμμιγὲς ἐξ ἐρυθροῦ καὶ λευκοῦ, καὶ ψαυόντων ὀλίγῳ θερμότεροι. συλλήβδην δ’ εἰπεῖν ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων, ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρατήσει τὰ γνωρίσματα. ἡ ψυχροτέρα δὲ καὶ ὑγροτέρα κρᾶσις, ἐπ’ ὀλίγον μὲν ἀμφοῖν ηὐξημένων, ἄτριχός τέ ἐστι καὶ λευκὴ, καὶ μαλακὴ, καὶ παχεῖα, καὶ πιμελώδης. ἐπὶ πλεῖον δὲ τὰ μὲν ἄλλα κατὰ ἀναλογίαν τῆς τῶν ποιοτήτων αὐξήσεως· ἡ χροιὰ δὲ ἅμα ταῖς θριξὶ πυῤῥὰ, καθάπερ γε καὶ εἰ ἐπὶ πλεῖστον ἀμφοῖν ηὐξημένων πελιδνή. εἰ δ’ ἄνισος ἡ αὔξησις εἴη τῶν ποιοτήτων, ἐπικρατήσει τὰ τῆς μᾶλλον ηὐξημένης ἴδια. εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ κατ’ ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἴσχουσι τὸ σῶμα, καὶ ἄτριχον, ἁπτομένοις δὲ ψυχρόν. ἡ πιμελὴ δὲ ὅμως αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί. τὰ δὲ τῶν τριχῶν καὶ τῆς χροιᾶς ἀνάλογον τῷ μέτρῳ τῆς ψυχρότητος. μεταπεσούσης δὲ τῆς θερμῆς καὶ ξηρᾶς κράσεως ἐν τῷ χρόνῳ τῆς παρακμῆς εἰς τὴν ξηράν τε καὶ
346
ψυχρὰν, ἡ ἕξις τῶν τοιούτων ἰσχνὴ καὶ σκληρὰ, μελαγχολικὴ δέ ἐστι καὶ διὰ τοῦτο μέλαινά τε ἅμα καὶ δασεῖα. κρατούσης δὲ τῆς ἑτέρας τῶν ποιοτήτων παρὰ πολὺ, τῆς δ’ ἑτέρας ὀλίγον τι τοῦ συμμέτρου παραλλαττούσης, ἐπικρατήσει μὲν τὰ τῆς ἐπικρατούσης, ἀμυδρὰ δὲ ἔσται τὰ τῆς ἑτέρας γνωρίσματα. ἐπὶ πᾶσι δὲ τοῖς εἰρημένοις τε καὶ μέλλουσι λέγεσθαι κοινὸν γνώρισμα κράσεως, εἰ μὲν εὔψυκτον εἴη τὸ μόριον, ἤτοι ψυχρότητος, ἢ ἀραιότητος, εἰ δὲ δύσψυκτον, ἤτοι θερμότητος, ἢ πυκνότητος, εἰ δ’ ὑπὸ τῶν ξηραινόντων βλάπτοιτο, αὐχμηρόν τε, καὶ ξηρὸν, καὶ δυσκίνητον γένοιτο, ξηρότητος, ὥσπερ γε καὶ εἰ βαρύνοιτο πρὸς τῶν ὑγραινόντων, ὑγρότητος. ἐπιβλέπειν δὲ καὶ εἰ ὡσαύτως ἀλλήλοις ἅπαντες οἱ μύες, ἢ οὐχ ὡσαύτως κέκρανται, συνεπισκοπούμενον ἐν ἅπασι πηλικότητα τῶν ὑποβεβλημένων ὀστῶν. ἐνίοτε γοῦν ἰσχνότερον εἶναι δοκεῖ τὸ μέρος, οὐκ ὂν ἰσχνότερον, ὅσον ἐπὶ τοῖς μυσὶ, διὰ δὲ τὴν στενότητα τῶν ὀστῶν τοιοῦτον φανταζόμενον. οὕτως δὲ καὶ παχύτερον ἐνίοις εἶναι δοκεῖ πολλάκις, οὐ διὰ τὴν εὐρύτητα
347
τῶν ὀστῶν, ἀλλὰ διὰ τὸ τῆς σαρκὸς πλῆθος, ἥτις αὐξανομένη τε καὶ μειουμένη, σκληροτέρα τε καὶ μαλακωτέρα γενομένη, ξηρότερον ἢ ὑγρότερον ἀποφαίνει τὸ μόριον. ἡ μὲν οὖν ὀλίγη τε καὶ σκληρὰ, τὸ ξηρότερον· ἡ πολλὴ δὲ καὶ ἡ μαλακὴ; τὸ ὑγρότερον. οὕτω δὲ καὶ αἱ μεταξὺ χῶραι τῶν ὁμοιομερῶν σωμάτων, ἤτοι πλέον ὑγρὸν ἐν αὐταῖς, ἢ ἔλαττον περιέχουσαι, καὶ ἤτοι παχύτερον, ἢ λεπτότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον ἀποφαίνει τὸ μόριον· ὑγρότερον μὲν, ἔνθα λεπτοτέρα τε καὶ πλείων ἐστὶν ἡ ὑγρότης, ξηρότερον δὲ, ὅπου παχυτέρα τε ἅμα καὶ ἐλάττων. αὐτὰ μὲν γὰρ τὰ στερεὰ τοῦ σώματος μόρια, τὰ ὄντως στερεὰ καὶ πρῶτα, κατ’ οὐδένα τρόπον οἷόν τέ ἐστιν ὑγρότερα ποιεῖν, ἀλλ’ ἱκανὸν, εἰ κωλύει τις αὐτὰ μὴ διὰ ταχέων ξηραίνεσθαι, τὰς δὲ διαλαμβανούσας αὐτὰ χώρας ἔνεστι πληροῦν ὑγρότητος, ἤτοι τοίας, ἢ τοίας. τοιαύτη δέ ἐστιν ἡ οἰκεία τροφὴ τῶν ὁμοιομερῶν ἐκ παραθέσεως; οὐ δι’ ἀγγείων ἑλκομένη. κοινὸς δὲ καὶ οὗτος ὁ λόγος ἁπάντων ἐστὶ τῶν μορίων, καὶ ῥηθήσεται καὶ αὗθις ἐν
348
τῇ τῶν ὑγιεινῶν καὶ νοσωδῶν αἰτίων διδασκαλίᾳ. νυνὶ δὲ τῶν ἐφεξῆς ἐχώμεθα.
Γαστρὸς γνωρίσματα, τῆς μὲν φύσει ξηροτέρας, εἰ ταχέως διψώδεις γίγνοιντο, καὶ ὀλίγον αὐτοῖς ἀρκοίη ποτὸν, καὶ βαρύνοιντο τῷ πλείονι, καὶ κλύδωνας ἴσχοιεν, ἢ ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖς, ἐδέσμασί τε χαίροιεν ξηροτέροις· ὑγροτέρας δὲ, εἰ μήτε διψώδεις γίγνοιντο, καὶ τὸ πλεῖον ὑγρὸν ἀλύπως φέροιεν, ἐδέσμασί τε χαίροιεν ὑγροτέροις. ἡ δὲ θερμοτέρα φύσει γαστὴρ πέττει μὲν ἄμεινον, ἢ ὀρέγεται, καὶ πολὺ μᾶλλον ὅσα σκληρὰ φύσει καὶ δυσαλλοίωτα· διαφθείρεται γὰρ ἐν αὐτῇ τὰ εὐαλλοίωτα· χαίρουσα δὲ τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασιν, οὐδ’ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλάπτεται, κατά γε τὴν ἔμμετρον χρῆσιν. ἡ δὲ ψυχροτέρα φύσει γαστὴρ, ὀρεχθῆναι μὲν ἀγαθὴ, πέψαι δὲ οὐκ ἀγαθὴ, καὶ μάλιστα ὅσα δυσαλλοίωτα καὶ ψυχρὰ τῶν ἐδεσμάτων ἐστίν. ὀξύνεται γοῦν ἑτοίμως ἐν αὐτῇ. διὰ τοῦτο καὶ ὀξυρεγμιώδης ἐστὶν ἡ
349
τοιαύτη γαστὴρ, καὶ χαίρει μὲν τοῖς ψυχροῖς, βλάπτεται δὲ ῥᾳδίως ἀμετρότερον χρησαμένη. οὕτως δὲ καὶ τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων ψυχρῶν οὐ φέρει τὴν πολυχρόνιον ὁμιλίαν, ὥσπερ οὐδ’ ἡ θερμὴ τῶν θερμῶν. αἱ μέντοι διὰ νόσον ἐν τῇ γαστρὶ δυσκρασίαι ταύτῃ διαφέρουσι τῶν ἐμφύτων, ᾗ τῶν ἐναντίων ἐπιθυμοῦσιν, οὐ τῶν ὁμοίων, ὥσπερ αἱ σύμφυτοι. αἱ δὲ κατὰ συζυγίαν ἐν τῇ γαστρὶ δυσκρασίαι διὰ τῆς τῶν ἁπλῶν γνωρισθήσονται συνθέσεως. ἀκριβῶς δὲ χρὴ προσέχειν τὸν νοῦν τοῖς εἰρημένοις, διακρίνοντας αὐτὰ τῶν ῥηθησομένων. οὐ μόνον γὰρ ἡ κοιλία διψώδεις τε καὶ ἀδίψους ἐργάζεται, καὶ ψυχροῦ καὶ θερμοῦ πόματος ὀρεκτικοὺς, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα, καρδία καὶ πνεύμων. ἀλλ’ οἵ γε διὰ τὴν τούτων θερμότητα διψῶντες εἰσπνέουσί τε πλέον, ἐκφυσῶσί τε μακρὸν, αἰσθάνονταί τε κατὰ τὸν θώρακα τοῦ καύματος, οὐχ ὥσπερ οἱ διὰ τὴν γαστέρα κατὰ τὰ ὑποχόνδρια. καὶ μὲν δὴ πίνοντες οὐκ εὐθέως ἡσυχάζουσι, καὶ τὸ ψυχρὸν πόμα ἵστησιν αὐτῶν μᾶλλον τὴν δίψαν, ἤπερ τὸ
350
πολὺ θερμόν. ἀναψύχει δὲ αὐτοὺς καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόμενος, οὐδὲν ἐπικουφίζων τοὺς ἐκ γαστρὸς διψώδεις. οὕτως δὲ καὶ οἱ ἐναντίως ἔχοντες ὑπὸ τῆς ψυχρᾶς εἰσπνοῆς αἰσθητῶς ἀνιῶνται.
Καὶ μέγιστόν ἐστι τοῦτο γνώρισμα τῆς ἐν πνεύμονι ψυχρότητος. ὥσπερ δὲ εἰσπνέοντες ψυχρὸν αἰσθάνονται σαφῶς ἀνίας τε καὶ ψύξεως, οὕτως τὸ θερμὸν αὐτοῖς ἐστι φίλιον. ἀλλὰ καὶ φλεγματικὰ περιττώματα χρεμπτόμενοι ἅμα καὶ μετὰ βηχὸς ἀναπτύουσιν. αἱ ξηρότητες δὲ τοῦ πνεύμονος ἀπέριττοί τέ εἰσι καὶ καθαραὶ τῷ φλέγματι, καὶ λαμπρὰν ἔχουσι τὴν φωνὴν, καθάπερ αἱ ὑγρότητες τὸ ἐναντίον ἀλαμπῆ μὲν ἐργάζονται καὶ βραγχώδη τὴν φωνὴν, ἐντρέχει δ’ αὐτοῖς περιττώματα, μεῖζόν τε καὶ ὀξύτερον φθέγξασθαι προελομένοις. οὐ μὴν αὐτό γε τὸ τῆς φωνῆς μέγεθος ὑπὸ τῆς θερμότητος αὐτῆς, ὥσπερ οὐδ’ ἡ σμικρότης ὑπὸ τῆς ψυχρότητος, γίνεται· ἀλλὰ τὸ μὲν εὐρύτητι τῆς τραχείας ἀρτηρίας, ἐκφυσήσει τε σφοδροτέρᾳ, σμικρότης δὲ τοῖς ἐναντίοις ἀκολουθεῖ. ὥστε οὔτε διὰ παντὸς, οὔτε πρώτως, ἀλλὰ κατὰ συμβεβηκός τε καὶ μόναις ταῖς συμφύτοις
351
κράσεσι, οὐ ταῖς ἐπικτήτοις, ἕπεται τὸ τῆς φωνῆς μέγεθός τε καὶ ἡ σμικρότης. ὅτι μὲν γὰρ τοιάδε τὰ ὄργανα διὰ τὴν κρᾶσιν ἐγένετο, τοῖς τοιούτοις δὲ ἕπεται τοιάδε φωνὴ, ἐκ φωνῆς διὰ τοῦτο ἔνεστι περὶ τῆς συμφύτου κράσεως συλλογίζεσθαι. καὶ γὰρ ἡ λεία φωνὴ λειότητι τῆς ἀρτηρίας ἕπεται, καθάπερ ἡ τραχεῖα τραχύτητι. λειότης μὲν οὖν ἀρτηρίας συμμετρίᾳ κράσεως ἕπεται, τραχύτης δὲ ξηρότητι. τραχύτης μὲν γὰρ ἐπὶ ἀνωμαλίᾳ, κατὰ ξηρὸν σῶμα. τὴν δὲ ἀρτηρίαν ἐργάζεται σκληρὰν μὲν ἡ τῶν ὁμοιομερῶν αὐτῆς μορίων ξηρότης, ἀνώμαλον δὲ ἡ τῆς παρεσπαρμένης τούτοις ὑγρότητος ἔνδεια. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε ἡ ὀξεῖα φύσει φωνὴ χωρὶς στενότητος φάρυγγος, οὔθ’ ἡ βαρεῖα χωρὶς εὐρύτητος δύναται γίνεσθαι. στενότης μὲν οὗν ἐμφύτου ψυχρότητος ἔκγονός ἐστιν, εὐρύτης δὲ θερμότητος. ἀνάλογον δὲ ταῖς φυσικαῖς διαφοραῖς τῶν φωνῶν αἱ κατὰ πάθος ἐπιτελοῦνται, γνωρίσματα καὶ αὗται γινόμεναι τῶν ἐργαζομένων αἰτίων, ὑπὲρ ὧν αὐτάρκως ἐν τοῖς περὶ φωνῆς διώρισται. τὰ δ’ ἄλλα μόρια τοῦ ζώου τὰ
352
ἐντὸς ἀμυδρὰ τῆς κράσεως ἔχει τὰ γνωρίσματα. πειρατέον δὲ ὅμως αὐτὰ διά τε τῶν ὠφελούντων καὶ βλαπτόντων διαγινώσκειν, ἔτι τε κατὰ τὰς τῶν φυσικῶν δυνάμεων ἐνεργείας. εἴρηται δὲ ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων, ὡς ἥτις ἑκάστης δυνάμεως ἀρετῇ τε καὶ κακίᾳ, ἡ προηγουμένη κρᾶσίς ἐστιν. τὰ μὲν οὖν τῶν κράσεων γνωρίσματα καὶ ἤδη λέλεκται.
Τὰ δὲ περὶ τὸ μέγεθος ἤτοι τὴν διάπλασιν, ἢ τὸν ἀριθμὸν, ἢ τὴν θέσιν ἐσφαλμένα, ὅσα μὲν ὑποπίπτει ταῖς αἰσθήσεσιν, γνωρισθῆναι ῥᾴδιον. τῶν δ’ οὐχ ὑποπιπτόντων τὰ μὲν δύσγνωστα, τὰ δὲ ἄγνωστά ἐστιν. τὸ μὲν οὖν τῆς κεφαλῆς μέγεθός τε καὶ σχῆμα, καὶ σὺν αὐτῇ τὸ τοῦ ἐγκεφάλου πρόδηλόν τέ ἐστι καὶ πρόσθεν εἴρηται. κατὰ ταὐτὰ δὲ καὶ τὸ τοῦ θώρακος· οὕτως δὲ καὶ ὅσα κατ’ ὠμοπλάτας, ἢ ὤμους, ἢ βραχίονας, ἢ πήχεις, ἢ ἄκρας χεῖρας, ἢ ἰσχίον, ἢ μηρὸν, ἢ κνήμην, ἢ πόδας, οὐ χαλεπὸν διαγινώσκειν, ἄν τε κατὰ τὴν διάπλασιν ἐσφαλμένον ᾖ τι τῶν τοιούτων, ἄν τε κατὰ τὺ μέγεθος,
353
ἄν τε κατὰ τὸν ἀριθμὸν, ἢ τὴν σύνθεσιν τῶν συντιθέντων αὐτά. πρόδηλοι δὲ καὶ αἱ τῆς ἐνεργείας ἐφ’ ἑκάστου βλάβαι. τὰ δ’ ἐντὸς τοῦ σώματος οὐ πάντα διαγνωσθῆναι δυνατόν. γαστέρα μὲν γάρ τινος οὕτω σμικράν τε καὶ στρογγύλην, καὶ προπετῆ κατὰ τὸ ὑποχόνδριον ἐθεασάμην, ὡς ἐναργῶς φαίνεσθαι κατὰ περιγραφὴν ἰδίαν ὁρῶσί τε καὶ ἁπτομένοις. οὕτω δὲ καὶ κύστιν τινὸς ἐθεασάμην ἐγκειμένην τε καὶ σμικρὰν, ὥστ’, εἴ ποτε χρονίσειε περὶ τὴν ἔκκρισιν τῶν οὔρων, ὄγκος ἐφαίνετο περιγεγραμμένος ἐναργῶς. οὐ μὴν τῶν ἄλλων τι τῶν ἐντὸς ἐναργῆ διάγνωσιν παρέσχε μοί ποτε. πειρᾶσθαι μέντοι χρὴ διαγινώσκειν, ὡς οἷόν τέ ἐστιν, ἀρετήν τε καὶ κακίαν αὐτῶν, εἰ καὶ μὴ κατ’ ἐπιστήμην βεβαίαν, ἀλλ’ οὗν κατὰ στοχασμόν τινα τεχνικὸν, οἶον εἰ οὕτως ἔτυχεν ἐπὶ ἥπατος. εἶδον γάρ τινας ἤδη καὶ πολλοὺς στενὰς μὲν φλέβας ἔχοντας. ἄχρουν δὲ τὸ σύμπαν σῶμα, καὶ εἰ βραχὺ πλείω προσηνέγκαντο τροφῆς, καὶ μᾶλλον εἰ φυσώδη, καὶ παχέα, καὶ γλίσχρα, τοὺς μὲν
354
ὥσπερ τινὸς βάρους ἐγκειμένου καὶ κρεμαμένου, κατὰ τὸ δεξιὸν ὑποχόνδριον αἰσθανομένους ἐν βάθει, τοὺς δὲ μετὰ τάσεως ὀδυνώδους. ἐπὶ τούτων οὖν εἰκός ἐστι καὶ μικρὸν εἶναι τὸ ἧπαρ, καὶ στενὸν ταῖς διεξόδοις. ἕτερον δὲ ἐθεασάμην φλεγματικὸν μὲν ὅλην τὴν ἕξιν, ἐμοῦντα δὲ ἑκάστης ἡμέρας χολὴν ὠχράν. ἔγνων οὖν χρῆναι καὶ τὰ διαχωρήματα αὐτοῦ θεάσασθαι, καὶ ὀλιγοστὸν εἶχε χολῆς. ἐτεκμηράμην οὖν τούτῳ τὸν τὸ χολῶδες ὑγρὸν ἐξοχετεύοντα πόρον οὐ μικρὰν ἑαυτοῦ μοῖραν εἰς τὸν πυλωρὸν τῆς γαστρὸς ἀποπέμπειν, ὡς ἐπ’ ἐνίων φαίνεται ζώων. ἐξ ὧν δῆλον, ὡς ἐν τοῖς ἀδήλοις τῇ αἰσθήσει μεγάλα συντελεῖ πρὸς διάγνωσιν ἥ τε τῶν ἐξ ἀνατομῆς φαινομένων γνῶσις, ἥ τε τῶν ἐνεργειῶν τε καὶ τῶν χρειῶν εὕρεσις. ὅστις οὖν διαγνωστικὸς εἶναι βούλεται τῶν ὡς εἴρηται νῦν ἐσφαλμένων σωμάτων, ἐν ταῖς ἀνατομαῖς αὑτὸν γυμναστέον ἐστὶ, κᾀν ταῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν εὑρέσεσι. γέγραπται δὲ ὑπὲρ πάντων ἰδίᾳ καθ’ ἑτέρας πραγματείας, ὑπὲρ ὧν ἐπὶ τελευτῇ
355
τοῦ λόγου παντὸς εἰρήσεται, χάριν τοῦ γινώσκειν τοὺς φιλομαθεῖς ἕκαστον ὧν ἂν ὀρεχθῶσι μαθεῖν, ἐκ ποίας μάλιστα πραγματείας ἀναλέγεσθαι χρή. ἀλλὰ περὶ μὲν τούτων ἅλις.