Ars Medica

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ὅσα δὲ ἐν τῷ νῦν ἐστι νοσώδη σώματα, τουτέστιν ὅσα νοσεῖ, διαγινώσκειν χρὴ καὶ ταῦτα, ταῖς μὲν αἰσθήσεσιν ὑποπίπτοντα τῇ μεταβολῇ τῶν κατὰ φύσιν αὐτοῖς ὑπαρχόντων, ἐν μεγέθει, καὶ χροιᾷ, καὶ σχήματι, καὶ ἀριθμῷ, καὶ θέσει, καὶ τῇ κατὰ σκληρότητα, καὶ μαλακότητα, καὶ θερμότητα, καὶ ψυχρότητα διαφορᾷ· μὴ φαινόμενα δὲ, καθόλου μὲν φάναι, ταῖς βλάβαις τῶν ἐνεργειῶν, ἢ τοῖς ἐκκρινομένοις, ἢ ταῖς ὀδύναις, ἢ τοῖς ὄγκοις τοῖς παρὰ φύσιν, ἤ τισιν τούτων, ἢ πᾶσι. κατὰ μέρος δὲ, τὰς μὲν κατὰ τὸν ἐγκέφαλον νοσώδεις διαθέσεις ἢ τοῖς τῆς παραφροσύνης εἴδεσιν, ἢ ταῖς τῶν αἰσθήσεων ἢ φαντασιῶν βλάβαις, ἢ ταῖς τῶν προαιρετῶν, ἢ τοῖς ἐκκρινομένοις δι’ ὑπερώας, καὶ ῥινὸς, καὶ ὤτων, ἢ ταῖς τῶν κατ’ αὐτὸν ὀδυνῶν διαφοραῖς. τὰς δὲ κατὰ τὴν καρδίαν ἔκ τε τῶν τῆς δυσπνοίας εἰδῶν καὶ παλμῶν τῶν κατ’ αὐτὴν,

356
ἔτι τε τῶν κατ’ αὐτὴν σφυγμῶν καὶ τὰς ἀρτηρίας, ὀξυθυμίας τε καὶ ἀθυμίας, καὶ πυρετῶν, καὶ τῶν καταψύξεων, καὶ τῶν ἐν τῷ χρώματι διαφορῶν, ἀλγημάτων τε τῶν κατ’ αὐτήν. τὰς δὲ καθ’ ἧπαρ, ἔκ τε τῆς τῶν χυμῶν ἐνδείας τε καὶ πλεονεξίας, ἐκτροπῆς τε τῆς εἰς τὸ παρὰ φύσιν, καὶ ἀχροίας, καὶ προσέτι τοῖς κατὰ τὴν ἀνάδοσιν, ἢ θρέψιν, ἢ τὴν τῶν περιττωμάτων ἔκκρισιν ὑπαλλαττομένοις, ἀλλὰ καὶ τοῖς βάρεσι τοῖς κατ’ αὐτὸ, καὶ ὄγκοις, καὶ ἀλγήμασιν, οὐ τοῖς ἐγχωρίοις μόνον, ἀλλὰ καὶ κατὰ συμπάθειαν ὅσα γίνεται, κατά τινα δυσπνοίας ἰδέαν καὶ βηχός. οὕτως δὲ καὶ τὰ κατὰ τὴν γαστέρα τοῖς περὶ τὴν πέψιν τε καὶ τὴν ὄρεξιν τῆς ὑγρᾶς ἢ ξηρᾶς προσφορᾶς, ἢ περὶ τὴν τῶν περιττωμάτων ἔκκρισιν ἁμαρτανομένοις· ὡσαύτως δὲ καὶ τοῖς λυγξὶν, ἐρυγαῖς, ναυτίαις, ἐμέτοις, αὐταῖς τῶν ἐμουμένων ταῖς ἰδέαις. καὶ μέν γε καὶ ὅσα κατὰ θώρακα, δυσπνοίαις, βηξὶν, ὀδύναις ταῖς κατ’ αὐτὸν, τῇ τῶν ἀναβηττομένων διαφορᾷ. καὶ τὰ κατὰ τὴν τραχεῖαν ἀρτηρίαν νοσήματα, δύσπνοιά τε καὶ βὴξ, ἥ τε κατὰ τὸν τόπον ὀδύνη, τά τε
357
ἀναπτυόμενα, καὶ αἱ τῆς φωνῆς βλάβαι γνωρίζουσιν. ἀνάλογον δὲ κᾀπὶ τῶν ἄλλων μορίων ἁπάντων ἐξ ὄγκου, καὶ ὀδύνης, καὶ βλάβης ἐνεργειῶν, ἔτι τε τῆς τῶν ἐκκρινομένων διαφορᾶς αἱ διαγνώσεις ἔσονται. ὄγκους μὲν δὴ τοὺς παρὰ φύσιν ἐν φλεγμοναῖς, καὶ ἐρυσιπέλασι, καὶ σκίῤῥοις, καὶ οἰδήμασιν ἐξεταστέον. ἄλγημα δὲ, καθ’ ὃν ἂν ἐρείδῃ τόπον, ἤτοι συνεχείας λύσιν, ἢ άλλοίωσιν ἀθρόαν ἐνδείκνυται. λύεται μὲν οὖν ἡ συνέχεια τομῇ, καὶ διαβρώσει, καὶ θλάσει, καὶ τάσει. ἀλλοιοῦται δὲ ἡ οὐσία θερμότητι, καὶ ψυχρότητι, καὶ ξηρότητι, καὶ ὑγρότητι. βλάπτεται δὲ ἡ ἐνέργεια τριχῶς, ἢ ἀῤῥώστως, ἢ πλημμελῶς, ἢ μηδ’ ὅλως γιγνομένη. ὅσα δ’ ἐκκρίνεται, τὰ μὲν ὡς μόρια τῶν πεπονθότων, τὰ δὲ ὡς περιττώματα, τὰ δὲ ὡς ἐν αὐτοῖς περιεχόμενα, κατὰ φύσιν ἕκαστον ἔνδειξιν ἰδίαν ποιήσεται. λέλεκται δὲ περὶ τῶν τοιούτων ἁπάντων ἐπὶ πλέον ἐν τῇ τῶν πεπονθότων τόπων πραγματείᾳ, μηδενὸς αὐτὴν ὑπὸ μέθοδον τῶν ἔμπροσθεν ἀγαγόντος, ἢ τὸ τέλειον ἀποδόντος, ὥσπερ οὐδ’ ἄλλην οὐδεμίαν ὧν ὑπήρξαντο μὲν οἱ παλαιοὶ,
358
οὐ συνετέλεσαν δέ. τῶν μὲν δὴ νοσούντων σωμάτων ἐξ ἐκείνης τῆς πραγματείας μανθάνειν χρὴ τὰ γνωρίσματα, τῶν νοσησόντων δὲ καὶ τῶν ὑγιασθησομένων ἐκ τῆσδε τῆς μεθόδου.

Τὰ μὲν οὖν τῶν νοσησόντων ἐν τῷ μεταξὺ τὴν ἰδέαν ἐστὶ τῶν τε τοῖς ὑγιαίνουσι καὶ τοῖς νοσοῦσι συμβαινόντων. κατὰ φύσιν μὲν γὰρ ἅπαντα τοῖς ὑγιαίνουσιν ὑπάρχει, παρὰ φύσιν δὲ τοῖς νοσοῦσιν, καθόσον νοσοῦσιν. ἐν μεθορίῳ δὲ τούτων ἐστὶ τὰ δηλωτικὰ σημεῖα τῶν νοσησόντων, ἔνια μὲν ἐκ τοῦ γένους ὑπάρχοντα τῶν κατὰ φύσιν, ἀλλὰ ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς ὑπηλλαγμένα, τινὰ δὲ ἐκ τῶν παρὰ φύσιν μὲν, ἀλλὰ μικρότερα τῶν ἐν ταῖς νόσοις, καὶ διὰ τοῦτο καὶ αἱ διαθέσεις μὲν αὗται τῶν σωμάτων, ὅσα νοσήσειν ὑπέδειξα, τῶν οὐδετέρων εἰσὶ, καὶ τὰ δηλοῦντα αὐτὰς σημεῖα. πρώτως μὲν γὰρ ταῦτα ὑγείαν δηλοῖ, δευτέρως δὲ τὰς νόσους. καὶ γίνεται τὰ αὐτὰ σημεῖα κατὰ τὴν πρός τι σχέσιν, οὐδέτερά τε καὶ

359
νοσώδη· τὰ μὲν τὴν ἤδη διάθεσιν δηλοῦντα οὐδέτερα, τὰ δὲ τὴν ἐσομένην προδηλοῦντα νοσώδη. κατὰ δὲ τὸν αὐτὸν λόγον, καὶ ὅσα τοῖς νοσοῦσιν ἐπιφαίνεται σημεῖα σωτήρια, λεχθήσεται μὲν ὑγιεινὰ, διότι τὴν ἐσομένην ὑγείαν προδηλοῖ· λεχθήσεται δὲ καὶ νοσερὰ, καθόσον τὴν ὑπάρχουσαν νόσον ἐνδείκνυται. καὶ δῆλον ὡς, ὅσαπερ ἀμφοῖν ἐστι δηλωτικὰ, λεχθείη ἂν οὐδέτερα καθ’ ἔν τι τῶν σημαινομένων τῆς οὐδετέρου φωνῆς. οὐδὲν δὲ θαυμαστὸν, τὰ αὐτὰ σημεῖα τοὺς τρεῖς ἔχειν λόγους ἐν διαφερούσαις σχέσεσιν, ὑγιεινά τε καὶ νοσερὰ, καὶ οὐδέτερα λεγόμενα. καθ’ ἕτερον δὲ σημαινόμενον, ὅσα τοῖς ἀνακομιζομένοις ἐκ νόσων ὑπάρχει σημεῖα, λέγομεν οὐδέτερα, καθ’ ὃ, οἶμαι, καὶ τὰ τῶν ἐν γήρᾳ. ταῦτα μὲν οὖν ἅπαντα πλείοσιν ὑποπέπτωκεν ἐννοίαις τε καὶ λόγοις. ὅσα δὲ τοῖς ἀμέμπτως ὑγιαίνουσιν ὑπάρχει, μόνῃ τῇ τῶν ὑγιεινῶν ἐννοίᾳ, καὶ ὅσα τοῖς νοσοῦσι μὴ προδηλοῦντα τὴν ἐσομένην ὑγείαν, μόνῃ καὶ ταῦτα τῇ τῶν νοσωδῶν ὑποπέπτωκεν ἐννοίᾳ. περὶ μὲν δὴ
360
τούτων ἑξῆς εἰρήσεται. τὰ δὲ τῆς μελλούσης νόσου προγνωστικὰ διέλθωμεν πρότερον. διττῆς δὲ οὔσης τῆς αἰτῶν διαφορᾶς, προχειρισώμεθα πρότερον τὰ ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς, οὐκ αὐταῖς ταῖς οἰκείαις ἰδέαις ἐξηλλαγμένα τῶν κατὰ φύσιν, οἷον ὄρεξιν σιτίων ἐπιτεταμένην, ἢ ἐκλελυμένην, ἢ μὴ κατὰ. τὸν συνήθη καιρὸν, ἢ οὐ συνήθων ἐδεσμάτων, ἥ ἀπόκρισιν τῶν περιττωμάτων τῆς τροφῆς ἐλαττόνων, ἢ πλειόνων, ἢ ὑγροτέρων, ἢ σκληροτέρων. οὕτως δὲ καὶ τῶν ὑγρῶν περιττωμάτων ἔνδεια, καὶ πλεονεξία παρὰ τὸ κατὰ φύσιν, ἢ χροιᾶς, ἢ συστάσεως ἐξάλλαξις, ἢ καιροῦ κενώσεως, ἀγρυπνία τε καὶ πλείων ὕπνος, ἢ οὐκ ἐν καιρῷ τῷ συνήθει κατὰ ταῦτα δὲ καὶ ἡ περὶ πόμα πλεῖον, ἢ ἔλαττον, ἢ θερμὸν, ἢ ψυχρὸν ἐπιθυμία παρὰ τὺ σύνηθες. ὥσπερ γε καὶ ἡ περὶ τὴν τῶν ἀφροδισίων χρῆσιν ἄμετρος ἢ ἄκαιρος ἐπιθυμία, ἱδρῶτες πλείους τοῦ δέοντος, ἢ ἐλάττους, ὄκνος εἰς τὰς κινήσεις, ἢ πειρωμένων κινεῖσθαι βαρύτης, ἢ ἔκλυσις ἰσχυρὰ, καταμηνίων κρύψις, ἢ πλείων, ἢ ἐλάττων κένωσις.
361
οὕτω δὲ καὶ ἡ δι’ αἱμοῤῥοΐδων. ἀλλὰ καὶ ἡ κατ’ αὐτὴν τὴν ἐδωδὴν ἢ πόσιν οὐχ ὁμοία τῇ πρόσθεν ἡδονὴ γνώρισμά ἐστι μέλλοντος νοσήματος. οὕτως δὲ καὶ ἡ τῆς διανοίας ἀμβλύτης οὐ κατὰ φύσιν, ἢ ἐπιλησμοσύνη τις ἀήθης, ἢ φαντασιωδέστεροι τῶν ἔμπροσθεν ὕπνοι, καὶ μὲν δὴ καὶ ἀκοὴ, καὶ ὄσφρησις, καὶ ὄψις ἀμβλύτεραί τε καὶ ἀχλυωδέστεραι. καὶ ἁπλῶς εἰπεῖν, ὅσα κατὰ φύσιν ὑπῆρξε, τὰ μὲν αὐξανόμενα, τὰ δὲ μειούμενα, τὰ δὲ καιροῖς τισιν, ἢ ποσότησιν, ἢ ποιότησιν ἐξαλλαττόμενα. καὶ γὰρ οὖν καὶ τοῦ σώματος ὄγκος, ἐλάττων τε καὶ μείζων γινόμενος, ἐρυθρότερός τε καὶ λευκότερος, ἢ οἷον πελιδνότερος, καὶ μελάντερος, καὶ ἐρυγαί τε καὶ πταρμοὶ, καὶ φύσαι πλείους ἢ ἐλάττους τῶν κατὰ φύσιν. οὕτω δὲ καὶ ὅσα διὰ ῥινῶν, ἢ ὑπερώας, ἢ ὤτων, οἷς ὁ ἐγκέφαλος ἐκκαθαίρεται, ποσότησιν, ἢ ποιότησιν, ἢ καιροῖς ἐξαλλαττόμενα. ταῦτα μὲν ἅπαντα τοῦ γένους τῶν κατὰ φύσιν ἐστίν. δῆξις δὲ γαστρὸς, ἢ κατὰ στόμαχον, ἢ κατὰ τι τῶν ἐντέρων, ἢ
362
ἐπὶ τοῖς διαχωρουμένοις, ἢ ἐμουμένοις, ἢ οὐρουμένοις, ἤ τις ἕτερος μέτριος πόνος, ἐκ τοῦ γένους μέν ἐστι τῶν παρὰ φύσιν, οὔπω δὲ νοσεῖν οἱ οὕτως ἔχοντες λέγονται, καθάπερ οὐδ’ οἱ βαρυνόμενοι τὴν κεφαλὴν, ἢ ἀλγοῦντες, ὅταν γε μηδέπω διὰ ταῦτα πρὸς τὰ συνήθη τῶν ἔργων ἐμποδίζωνται. καὶ ὅ γε τοῦ νοσεῖν ὅρος οὗτός ἐστιν ἐπὶ ταῖς τοιαύταις διαθέσεσι. καὶ διὰ τοῦτο ἐν τῷ πρός τι τὴν αὐτὴν διάθεσιν ἤδη τε νοσώδη καὶ οὐδετέραν ἐροῦμεν ἔτι. πρὸς γὰρ τὴν ῥώμην τῆς φερούσης ῥᾳδίως ἢ νικωμένης ἤδη δυνάμεως ἤτοι νόσος ἐστὶν, ἢ οὐδετέρα διάθεσις ἑκάστη τῶν εἰρημένων. οὕτω δὲ καὶ ὅσα κατὰ τὰς αἰσθήσεις, οὐκ ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἀλλήλων διενηνόχασιν, ἀλλ’ ὅσα τῷ γένει παρὰ φύσιν ἐστί. καὶ τοῦτ’ ἐστὶ νοσώδη σημεῖα, μέχρι περ ἂν ᾖ σμικρὰ, καὶ μηδέπω τῶν εἰθισμένων πράξεων ἀπάγειν ἱκανά. τοιαῦτα δ’ ἐστὶ κατὰ μὲν τὴν γεῦσιν, ὅταν ἁλμυρᾶς, ἢ πικρᾶς, ἤ τινος ἑτέρας ποιότητος ἔμφασις ᾖ τοῖς ἐσθιομένοις τε καὶ πινομένοις ἅπασιν, ἢ καὶ χωρὶς τοῦ
363
προσάρασθαί τι τὸ σίαλον αὐτὸ φαίνηται τοιοῦτον. κατὰ δὲ τὴν ὄσφρησιν, ὅταν ἤτοι τινὸς αἰσθανώμεθα μιᾶς ποιότητος, οὐδενὸς ὀσφρητοῦ παρόντος, ἢ καὶ προσφέροντες πλείω τε καὶ διαφέροντα πάντων αὐτῶν ὡς ὁμοίων αἰσθανώμεθα. πολλάκις δὲ οὐδ’ ὅλως αἴσθησις ἡμῖν οὐδενὸς, ἢ δυσώδους τινὸς γίνεται, μηδενὸς παρόντος δυσώδους. κατὰ δὲ τὴν ἀκοὴν ἦχοι καὶ ψόφοι τοῦ παρὰ φύσιν εἰσίν. ὥσπερ γε καὶ κατὰ τὴν ὄψιν, ὅσα προφαίνεσθαι δοκεῖ, μέλανά τε καὶ ὀρφνώδη, καὶ κυανὰ, καὶ πυῤῥὰ, καὶ ξανθὰ, καὶ τὰ μὲν στρογγύλα, τὰ δὲ προμήκη· καὶ τὰ μὲν ἰσχνὰ, τὰ δὲ παχέα, παραπέτασθαι πάντα δοκοῦντα. κατὰ δὲ τὴν ἁπτικὴν αἴσθησιν, ὅταν ἀνωμαλία τις, ἢ πύκνωσις, ἢ βάρος, ἢ τάσις, ἢ ναρκώδης ἢ ἑλκώδης διάθεσις ἐμφαίνηται καθ’ ὅλην τὴν ἕξιν. οὕτως δὲ καὶ καθ’ ὁτιοῦν μέρος ἢ τάσις, ἢ θλίψις, ἢ δῆξις, ἢ βαρύτης, ὅταν σμικραί τινες ὦσι καὶ μὴ μόνιμοι, τὴν μὲν διάθεσιν οὐδετέραν εἶναι δηλοῦσι, προαγγέλλουσι δὲ νόσον.

364

Ὅσα δὲ ἐν τοῖς ἤδη νοσοῦσι γίνεται σημεῖα, τὰ μὲν ὑγείαν δηλοῦντα, τὰ δὲ θάνατον, ὑγιεινὰ μὲν τὰ πρότερα, τὰ δὲ ἕτερα τῷ γένει μὲν νοσερὰ, κατ’ εἶδος δὲ ὀλέθρια λέγεται. λαμβάνεται δὲ, καθόλου μὲν εἰπεῖν, ἔκ τε τῶν ἐνεργειῶν ἀρετῆς τε καὶ κακίας, κατὰ μέρος δὲ ἐκ τῶν κατὰ μέρος ἐνεργειῶν, ὧν τὰ γένη πρόσθεν εἴρηται, πρῶτον μὲν τὸ τῶν ἀρχῶν, δεύτερον δὲ τὸ τῶν ἀπ’ ἐκείνων πεφυκότων, καὶ τρίτον τὸ τῶν ἰδίαν μὲν ἐχόντων διοίκησιν, ἀπὸ δὲ τῶν ἀρχῶν ἀποφύσεις τινὰς δεχομένων. τὸ γὰρ δὴ τέταρτον γένος τῶν τότε ῥηθέντων, ἐξ ἑαυτοῦ μὲν ἄχρηστον εἰς τὰς προγνώσεις, κατὰ συμβεβηκὸς δὲ, κᾀκ τούτων ἔσται ποτὲ πρόγνωσις, ὥσπερ γε κᾀκ τῶν περιττωμάτων διὰ παντός. ἐκ τούτων μὲν λόγῳ συμπαθείας, ἐκ δὲ τῶν περιττωμάτων, ὅτι πέψεως καὶ ἀπεψίας ἐν αὐτοῖς ἐστι σημεῖα. ὥστε οὐκ ἐνδέχεται μὴ δηλοῦν αὐτὰ διὰ παντὸς, ἤτοι τὴν φύσιν ἐπικρατεῖν τῆς ὕλης, ἢ

365
τὴν ὕλην τῆς φύσεως, ἢ οὐδέτερον οὐδετέρου. ὑγιεινὰ μὲν οὖν σημεῖα λεχθήσεται, κρατούσης τῆς φύσεως, νοσώδη δὲ, κρατουμένης, οὐδέτερα δὲ τὰ ἐν ταῖς ἰσοσθενέσι μάχαις. τὰ μὲν δὴ τῆς ἐναργοῦς πέψεως σημεῖα τῶν ὑγιεινῶν ἐστι, καθάπερ καὶ τὰ τῆς ἀπεψίας νοσερὰ, τὰ δὲ οὕτε πέψιν, οὔτε ἀπεψίαν ἐναργῶς ἐνδεικνύμενα τῆς τῶν οὐδετέρων ἐστὶ φύσεως. οὐδέτερα δὲ καὶ ὅσα νῦν μὲν τοῦτο, νῦν δὲ τοὐναντίον δηλοῖ, καθάπερ οἱ μελαινόμενοι δάκτυλοι. τοιαῦτα δ’ ἐστὶ καὶ τὰ κριτικὰ συμπτώματα. λέλεκται δὲ ὑπὲρ ἁπάντων αὐτῶν ἐν τοῖς περὶ κρίσεως, ὥσπερ καὶ περὶ τῶν καθ’ ἑκάστην ἐνέργειαν ἐν τοῖς περὶ συμπτωμάτων αἰτίοις. ἐκ τούτων οὖν χρή τὴν κατὰ μέρος ἅπασαν αὐτῶν ὕλην ἀναλέγεσθαι. ἐγὼ δὲ μήκους φειδόμενος ἐνταυθοῖ μὲν ἤδη καταπαύσω τὸν περὶ τῶν σημείων λόγον, μεταβήσομαι δὲ ἐπὶ τὸν περὶ τῶν αἰτίων.

Ἐπεὶ δὲ καὶ τούτων ἐστὶ τὰ μὲν ὑγιεινὰ, τὰ δὲ νοσερὰ, τὰ δὲ οὐδέτερα, πρῶτον περὶ τῶν ὑγιεινῶν ὁ λόγος ἔσται. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν τὰ μὲν ἦν φυλακτικὰ, τὰ δὲ

366
ποιητικὰ τῆς ὑγείας, ἔστι δὲ καὶ χρόνῳ, καὶ ἀξιώματι πρότερα τὰ φυλακτικὰ τῶν ποιητικῶν, ἀπὸ τῶν φυλακτικῶν νῦν ἀρκτέον. ὄντος τοίνυν οὐχ ἑνὸς τοῦ ὑγιεινοῦ σώματος, ἀλλὰ πλειόνων, ὡς ἔμπροσθεν διώρισται, καθ’ ἕκαστον αὐτῶν ἴδιον ἔσται τὸ φυλακτικὸν, ὅτι καὶ πᾶν αἴτιον ἐν τῷ πρός τι. πάλιν οὖν κᾀνταῦθα τὴν ἀρχὴν ἀπὸ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος ποιητέον, ἐπισκεπτομένους τὰ πρὸς ταύτην ὑγιεινά. τὴν δὲ εὕρεσιν αὐτῶν ἡ τοῦ πράγματος αὐτοῦ φύσις ὑπαγορεύει. εἰ μὲν γὰρ ἦν ἀπαθὲς καὶ ἀναλλοίωτον τὸ σῶμα, διὰ παντὸς ἂν ἔμενεν ἡ ἀρίστη κατασκευὴ, καὶ οὐδὲν ἂν ἐδεῖτο τέχνης ἐπιστατούσης αὐτῷ. ἐπειδὴ δὲ ἀλλοιοῦται, καὶ διαφθείρεται, καὶ τρέπεται, μὴ φυλάττον ἣν εἶχεν ἐξ ἀρχῆς κατάστασιν, ἐπικουρίας ἐν τοσούτῳ δεῖται. καθ’ ὅσους οὖν τρόπους ἀλλοιοῦται, τοσαῦτα γένη καὶ τῶν ἐπικουριῶν ἕξει, τουτέστι τῶν φυλακτικῶν αἰτίων, ἃ πρόδηλον ἤδη κᾀξ αὐτῶν τῶν εἰρημένων, ὡς ἐπανορθωτικὰ τῷ γένει τετύχηκεν ὄντα. τῷ δὲ κατὰ βραχὺ ποιεῖσθαι τὰς ἐπανορθώσεις, πρὶν ἀθρόον
367
ἀπαντῆσαι τὸ βλάβος, οὐ προφυλακτικὰ τοῦ μέλλοντος ἔσεσθαι κακοῦ πρὸς τῶν ἰατρῶν κέκληται, ἀλλὰ φυλακτικὰ τῆς παρούσης κατασκευῆς. ἀλλοιοῦται τοίνυν τὸ σῶμα, πρὸς μέν τινων ἐξ ἀνάγκης, πρὸς δέ τινων οὐκ ἐξ ἀνάγκης. λέγω δὲ ἐξ ἀνάγκης μὲν, οἶς ἀδύνατον αὐτῷ ἐστι μὴ πλησιάζειν, οὐκ ἐξ ἀνάγκης δὲ τὰ λοιπά. τὸ μὲν γὰρ τῷ περιέχοντι διὰ παντὸς ὁμιλεῖν, ἐσθίειν τε καὶ πίνειν, καὶ ἐγρηγορέναι, καὶ ὑπνοῦν ἀναγκαῖον αὐτῷ, ξίφεσι δὲ καὶ θηρίοις οὐκ ἀναγκαῖον. ὅθεν ἐν μὲν τῷ προτέρῳ γένει τῶν αἰτίων ἡ περὶ τὸ σῶμα τέχνη καταγίνεται, κατὰ δὲ δεύτερον οὐκέτι. ὁπόσα τοίνυν ἐστὶ τὰ ἐξ ἀνάγκης ἀλλοιοῦντα τὸ σῶμα, διελόμενοι, καθ’ ἕκαστον αὐτῶν ἴδιόν τι γένος αἰτίων ὑγιεινῶν εὑρήσομεν. ἔστιν οὗν ἓν μὲν ἐκ τῆς τοὺ περιέχοντος ἀέρος ὁμιλίας, ἕτερον δὲ ἐκ κινήσεως καὶ ἡσυχίας ὅλου τε τοῦ σώματος καὶ κατὰ τὰ μόρια. τρίτον, ἐξ ὕπνου καὶ ἐγρηγόρσεως. τέταρτον, ἐκ τῶν προσφερομένων. πέμπτον, ἐκ τῶν ἐκκρινομένων, ἢ ἐπεχομένων. ἕκτον, ἐκ τῶν ψυχικῶν παθῶν. ὑπὸ τούτων γὰρ ἁπάντων
368
ἀνάγκη τὸ σῶμα διατίθεσθαί πως. ὑπὸ μὲν τοῦ περιέχοντος, ἤτοι θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ἢ κατὰ συζυγίαν τούτων τι πάσχον, ἢ καθ’ ὅλην. τὴν οὐσίαν ἀλλοιούμενον. ἐκ κινήσεως δὲ καὶ ἡσυχίας, ἀμέτρων ἀμφοῖν γινομένων, ἢ θερμαινόμενον, ἢ ξηραινόμενον, ἢ ψυχόμενον, ἢ ὑγραινόμενον, ἢ κατὰ συζυγίαν τι τούτων πάσχον. οὕτω δὲ καὶ ἐξ ὕπνου καὶ ἐγρηγόρσεως ἀνάγκη πως πάσχειν αὐτό. κατὰ δὲ τὸν αὐτὸν λόγον ἐκ τῶν προσφερομένων, ἢ ἐκκρινομένων, ἢ ἐπεχομένων. ἅπαντα γὰρ ταῦτα, τὰ μὲν ἄντικρυς, τὰ δὲ διὰ μέσων ἑτέρων αἰτίων ἀλλοιοῖ τὸ σῶμα, καὶ διαφθείρει τὴν ὑγείαν. καὶ γέγραπται περὶ τούτων αὐτῶν ἰδίᾳ καθ’ ἕκαστον ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. τὰ μὲν οὖν ἅπαντα τὰ νῦν εἰρημένα γένη τῶν ὑγιεινῶν αἰτίων ὕλαι τινὲς ὑπάρχουσι· μετὰ δὲ τῆς δεούσης χρήσεως αἴτια γίνεται φυλακτικά τε καὶ ὑγιεινά· διαμαρτανόμενα δὲ τῆς συμμετρίας, νοσώδη καθίσταται. ὥστε δῆλον ἤδη κᾀκ τούτων, ὡς οὐχ ἑτέρας μὲν οὐσίας τῶν ἐκτὸς τούτων πραγμάτων ὑγιεινὰς ἡμῖν, ἑτέρας
369
δὲ νοσερὰς ὑποληπτέον, ἀλλὰ τὰς αὐτὰς ἐν τῷ πρός τι ποτὲ μὲν ὑγιεινὰς, ποτὲ δὲ νοσώδεις γινομένας. ἡνίκα μὲν γὰρ δεῖται κινήσεως τὸ σῶμα, τὸ μὲν γυμνάσιον ὑγιεινὸν, ἡ δὲ ἡσυχία νοσερόν· ἡνίκα δὲ ἀναπαύσεως, ὑγιεινὸν μὲν ἡ ἡσυχία, νοσερὸν δὲ τὸ γυμνάσιον. ὡσαύτως δὲ καὶ περὶ σιτίων καὶ πομάτων καὶ τῶν ἄλλων ἁπάντων. ἕκαστον γὰρ, ἐπειδὰν δεομένῳ τῷ σώματι προσάγηται μετὰ τῆς οἰκείας ποσότητος καὶ ποιότητος, ὑγιεινὸν γίνεται· τῷ δὲ ἤτοι μηδ’ ὅλως δεομένῳ προσφερόμενον, ἢ οὐκ ἐν τῷ προσήκοντι μέτρῳ, νοσῶδες καθίσταται. καὶ δύο εἰσὶν οὔτοι σκοποὶ περί τε τὸ ὑγιεινὸν καὶ τὸ νοσερὸν, ἡ ποιότης τε καὶ ἡ ποσότης τοῦ προσφερομένου· τὸ γὰρ καὶ τὸν καιρὸν, ὡς ἕτερόν τι τούτων, τρίτον ἐπεισάγειν ἐν τοῖς εἰρημένοις περιεχόμενον, οὐκ εὔλογον. εἰ γὰρ δεῖται τὸ σῶμα τοιοῦδε καὶ τοσοῦδε τοῦ προσφερομένου, δηλονότι καὶ κατὰ τὸν καιρὸν τὸν δέοντα προσφέρεται. καὶ ἡ γένεσις τῷ καιρῷ ἐκ τοῦ ῥευστὸν καὶ εὐμετάβλητον εἶναι τὺ θνητὸν σῶμα, καὶ δεῖσθαι κατὰ τὰς μεταβολὰς ἄλλοτ’ ἀλλοίων τῶν ὠφελούντων.
370
ὥστε οὐκ ἔστιν ἐπὶ τῷ γένει τρίτον ἐν τοῖς εἰρημένοις ὁ καιρός. εἰς δὲ τὴν διδασκαλίαν αὐτῷ πολλάκις ὡς τρίτῳ χρώμεθα διὰ τὴν εἰρημένην αἰτίαν.

Ἐπεὶ δὲ ἐν τούτοις τοῖς σκοποῖς τά τε ἄλλα τῶν αἰτίων τῶν ὑγιεινῶν καὶ τὸ νῦν ἡμῖν προκείμενόν ἐστι γένος, αὖθις ἀναλάβωμεν αὐτά. τῇ τοίνυν ἀρίστῃ κατασκευῇ τοῦ σώματος, ἐπειδὰν εὔκρατον ᾖ τὸ περιέχον, ἁρμόσει συμμετρία τῶν τε ἄλλων ἀκριβὴς, ὧν ἀρτίως εἶπον, ἡσυχίας τε καὶ κινήσεως, καὶ ὕπνου καὶ ἐγρηγόρσεως, καὶ τῶν προσφερομένων τε καὶ ἐκκρινομένων. ἐπειδὰν δὲ δύσκρατον ᾖ, εἰς τοσοῦτον καὶ τὰς συμμετρίας ἐξαλλάττειν προσήκει, εἰς ὅσον καὶ τὰ τῆς εὐκρασίας διέφθαρται. σκοποὶ δὲ τῆς συμμετρίας, ἐπὶ μὲν τοῦ περιέχοντος, ὡς μήτε φρίττειν διὰ κρύος, μήθ’ ἱδροῦν διὰ θάλπος· ἐν δὲ τοῖς γυμνασίοις, ὅταν πρῶτον ἄρξηται πονεῖν τὸ σῶμα, καταπαύειν εὐθύς· ἐν δὲ τοῖς ἐδέσμασι, πέψεως ἀκρίβεια, καὶ διαχωρήσεως συμμετρία κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποσόν. ἰσάζει δέ πως ἐπὶ τούτων ἡ ὄρεξις τῇ πέψει,

371
ὥστε οὐδ’ ἐπιστάτου δέονται, τοῦ τὸ ποσὸν ἑκάστου τῶν προσφερομένων μετρήσοντος. ἡ γὰρ ἀρίστη φύσις, ὅσον ὀρέγεται, τοσοῦτον καὶ πέττει καλῶς. οὕτω δὲ καὶ τῶν ὕπνων τὸ ποσὸν ἡ φύσις αὐτὴ μετρεῖ τοῖς ἐν ἀρίστῃ κατασκευῇ, καὶ παύονται τηνικαῦτα ὑπνοῦντες, ὅταν μηκέτι δέηται τὸ σῶμα. καὶ δὴ καὶ οὕτως αὐτῶν διαιτωμένων, ἐν ταῖς ἐκκρίσεσιν οὐδὲν πλημμελεῖται κατὰ γαστέρα, καὶ οὖρα, καὶ ὅλον τὸ σῶμα. τὰς μὲν γὰρ ἡ συμμετρία τῶν προσφερομένων, τὴν δὲ καθ’ ὅλον τὸ σῶμα διαπνοὴν ἡ τῶν γυμνασίων ὑγιεινὴν ἀπεργάζεται χρῆσις. ἀπέχεσθαι δὲ δηλονότι τῆς ἀμετρίας αὐτοὺς χρὴ ἁπάντων τῶν ψυχικῶν παθῶν, ὀργῆς, λύπης, θυμοῦ, φόβου, καὶ φθόνου, καὶ φροντίδος. ἐξίστησι γὰρ καὶ ταῦτα, καὶ ἀλλοιοῖ τὸ σῶμα τῆς κατὰ φύσιν συστάσεως. Ἀφροδισίων δὲ κατὰ μὲν Ἐπίκουρον οὐδεμία χρῆσις ὑγιεινὴ, κατὰ δὲ τὸ ἀληθὲς ἐκ διαλειμμάτων τηλικούτων, ὡς ἐπὶ ταῖς χρήσεσι μήτ’ ἐκλύσεως αἰσθάνεσθαι, καὶ κουφότερον αὐτὸν ἑαυτοῦ δοκεῖν γεγονέναι καὶ εὐπνούστερον. ὁ δὲ καιρὸς τῆς χρήσεως, ὅταν ἀκριβῶς μέσον
372
ᾖ τῶν ἔξωθεν περιστάσεων ἁπασῶν τὸ σῶμα, μήθ’ ὑπερπεπληρωμένον, μήτ’ ἐνδεὲς, μήθ’ ὑπερεψυγμένον, μήθ’ ὑπερτεθερμασμένον, ἢ ἐξηρασμένον, ἢ ὑγρασμένον ἀμέτρως. εἰ δὲ καὶ διαμαρτάνοιέν ποτε κατά τι, σμικρὸν μὲν ἔσται τὸ διαμαρτανόμενον. ἄμεινον δὲ τεθερμασμένῳ μᾶλλον, ἢ ὑπερεψυγμένῳ, καὶ ὑπερπεπληρωμένω, ἢ ἐνδεεῖ, καὶ ὑγρασμένῳ, ἢ ἐξηρασμένῳ τῷ σώματι χρῆσθαι τοῖς ἀφροδισίοις. ποιότητα δὲ ἑκάστου τῶν εἰρημένων ἐπὶ τῆς ἀρίστης κατασκευῆς ἐκλέγεσθαι δεῖ. γυμνασίου μὲν γὰρ, ἐν ᾧ πάντα τὰ μόρια τοῦ σώματος ἀνάλογον κινεῖται, καὶ μὴ τὸ μὲν ὑπερπονεῖ, τὸ δὲ ἐνδεέστερον πονεῖ· τῶν δὲ ἐσθιομένων τε καὶ πινομένων τὸ εὐκρατότατον· ταῦτα γὰρ οἰκειότερα ταῖς εὐκράτοις φύσεσιν. ὡσαύτως δὲ κᾀπὶ τῶν ἄλλων.

Εἰ δέ τι τῆς ἀρίστης κατασκευῆς ἀπολείποιτο τὸ σῶμα, μὴ πολλῷ δὲ τοῦτο, καὶ τὰ φυλακτικὰ δὴ τῆς ὑγείας αἴτια κατὰ τὴν ἀναλογίαν ὑπηλλαγμένα γενήσεται. πλειόνων δὲ τοιούτων ὄντων σωμάτων, καθ’ ἕκαστον γένος ἰδίᾳ ῥητέον. τὸ μὲν οὖν τῇ κράσει τῶν ὁμοιομερῶν

373
παραλλάττον, ἐν μέντοι τῇ συμμετρίᾳ τῶν ὀργανικῶν μορίων μὴ παραλλάττον, διττὴν ἰδέαν ἔχει τῶν ὑγιεινῶν αἰτίων· ἑτέραν μὲν τῶν φυλαττόντων αὐτοῦ τὴν κρᾶσιν, ἑτέραν δὲ τῶν ἐπὶ τὴν ἀρίστην ἀγόντων. τὰ μὲν δὴ φυλάττοντα τὴν κρᾶσιν αὐτοῦ τοσοῦτον παραλλάξει τῶν ἐπὶ τῆς εὐκρατοτάτης φύσεως αἰτίων, ὅσον περ καὶ ἡ τοῦ σώματος ἅλου κρᾶσις ἐκείνης παραλλάττει. τὰ μὲν γὰρ θερμότερα σώματα θερμοτέρων δεῖται διαιτημάτων, τὰ δὲ ψυχρότερα ψυχροτέρων· καὶ τὰ μὲν ξηρότερα ξηροτέρων, τὰ δὲ ὑγρότερα ὑγροτέρων· καὶ κατὰ συζυγίαν τὰ θερμότερά τε καὶ ξηρότερα τῶν θερμοτέρων καὶ ξηροτέρων, καὶ τούτοις ἀνάλογον ἐπὶ τῶν λοιπῶν τριῶν συζυγιῶν. χρήσεται γὰρ ταῖς ὕλαις τῶν αἰτίων ὀρθῶς ὁ τὰς συμφύτους αὐτῶν δυνάμεις ἐπιστάμενος· οἷον ὅτι κίνησις μὲν καὶ ἔνδεια, καὶ ἀγρυπνία, καὶ ἔκκρισις, καὶ πάντα τὰ ψυχικὰ πάθη ξηραίνει τὸ σῶμα, τὰ δ’ ἐναντία τούτοις ὑγραίνει. οὕτως δὲ καὶ περὶ τῶν θερμαινόντων καὶ ψυχόντων ἐπιτηδευμάτων, καὶ ἐδεσμάτων, καὶ πομάτων, καὶ ἁπλῶς εἰπεῖν ἁπάντων τῶν
374
κατὰ τὸ σῶμα γινώσκων τις τὰς ὕλας καὶ τὰς δυνάμεις, ὑγιεινοῖς αἰτίοις χρήσεται, τὰς ὁμοίας τοῖς ὁμοίοις προσφέρων, ὅταν γε φυλάττειν βούληται τὴν τοῦ σώματος κρᾶσιν, ἣν παρέλαβεν. εἰ δ’ ἐξαλλάττειν ἐθέλει καὶ μετάγειν ἐπὶ τὸ βέλτιον, ἕτερόν ἐστιν ἐνταῦθα γένος αἰτίων ὑγιεινῶν, ἐναντίον μὲν τοῖς προειρημένοις, ἴσον δὲ ἀπέχον ἐπὶ θάτερα τῶν εὐκράτων τε καὶ μέσων·, ἃ ταῖς ἀρίσταις φύσεσιν ἁρμόττειν ἐλέγομεν. τὴν γὰρ θερμοτέραν καὶ ξηροτέραν κρᾶσιν οὐ τὰ θερμὰ καὶ ξηρὰ διαιτήματα ποιήσειεν ἂν εὔκρατον ἀκριβῶς, ἀλλὰ τοσοῦτον τῆς εὐκράτου ψυχρότερά τε καὶ ὑγρότερα ταῖς κράσεσιν, ὅσον καὶ ἡ φύσις τῆς φύσεως ἦν θερμοτέρα καὶ ξηροτέρα. τὸ μὲν γὰρ τοιοῦτον γένος τῶν αἰτίων ἐπανορθοῦται τὰς συμφύτους δυσκρασίας, τὸ δὲ ἕτερον τὸ προειρημένον διαφυλάττει. χρεία δὲ ἑκατέρων ἐν μέρει τοῖς ἰατροῖς, ἐπανορθοῦσθαι μὲν ἐπὶ πολλῆς σχολῆς, κατὰ βραχὺ μετάγοντας ἐπὶ τὸ βέλτιον· οὐ γὰρ φέρουσιν αἱ φύσεις τὰς ἀθρόας ἀλλοιώσεις· φυλάττειν δ’ ἐν
375
ταὐτῷ κατὰ τὰς ἀναγκαίας ἀσχολίας. πῶς οὖν καὶ τὸ τοιοῦτον εἶδος τῶν αἰτίων φυλακτικὸν ὀνομάζομεν; ἔπρεπε γὰρ αὐτὸ μᾶλλον ἴσως ἀλλοιωτικόν τε καὶ θεραπευτικὸν, καὶ τῶν συμφύτων ἁμαρτημάτων ἐπανορθωτικὸν κεκλῆσθαι ὅτι πρὸς ὅλον τὸ γένος τῆς ὑγείας ἀναφέροντες, οὐ πρὸς τὰς κατ’ εἶδος ἐν αὐτῇ διαφορὰς, ὅσα μὲν ὑγιαίνοντας φυλάττει, φυλακτικὰ πάντα κεκλήκαμεν, ἐάν τε πρὸς τῷ φυλάττειν τὴν ὑγείαν ἐπὶ τὸ βέλτιον ἄγῃ τὴν ὅλην κρᾶσιν, ἄν τε φυλάττῃ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν κατάστασιν· ὅσα δὲ χείρονα τὴν κατάστασιν ἀποτελεῖ, νοσερά. τῶν μὲν οὖν ὁμοίως δυσκράτων ἅπασι τοῖς τοῦ σώματος μέρεσιν ὁμοία καὶ ἡ ἐπιμέλεια· τῶν δ’ οὐχ ὁμοίων οὐχ ὁμοία. δύναται γὰρ ἡ μὲν γαστὴρ ψυχροτέρα τινὶ τοῦ προσήκοντος ὑπάρχειν, ἡ κεφαλὴ δὲ θερμοτέρα, καὶ δεῖσθαι τῶν οἰκείων ἑκατέρα· κατὰ ταὐτὰ δὲ καὶ τῶν ἄλλων ἕκαστον μορίων ἢ ὑγρότερον, ἢ ξηρότερον, ἢ θερμότερον, ἢ ψυχρότερον ὑπάρχειν τοῦ συμμέτρου, καὶ τῶν οἰκείων τῆς δυσκρασίας δεῖσθαι διαιτημάτων. οὔτ’ οὖν ἐξ ἴσου γυμνάσομεν ἅπαντα
376
τῶν τοιούτων τὰ μόρια τοῦ σώματος, οὔθ’ ὡσαύτως ὑγρανοῦμεν καὶ ξηρανοῦμεν, ἤ τι τῶν ἄλλων πράξομεν. ἐπὶ πλέον δὲ λέγεται περὶ αὐτῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ.

Τὰ δὲ τῶν ὀργανικῶν μορίων αἴτια ὑγιεινὰ κατὰ τὸ σφάλμα κᾀνταῦθα τῆς ἀρίστης κατασκευῆς ἀλλήλων διενήνοχεν. ἄλλα μὲν γάρ ἐστιν ὑγιεινὰ τῶν παρὰ τὴν διάπλασιν σφαλμάτων, ἄλλα δὲ τῶν παρὰ τὸ μέγεθος, ἢ τὸν ἀριθμὸν, ἢ τὴν θέσιν. ἐν μὲν οὖν τῇ διαπλάσει πλείω τὰ σφάλματα. καὶ γὰρ καὶ τὸ σχῆμα τοῦ μορίου, καὶ εἴ πού τις ἐν αὐτῷ κοιλότης ἐστὶ κατὰ φύσιν, ἢ στόμιον, ἢ πόρος, ἢ τραχύτης τις, ἢ λειότης, ὅταν ἐξιστῆται τῆς οἰκείας συμμετρίας, ἐπ’ ὀλίγον μὲν τοῦτο πάσχοντα, τῆς τῶν ὑγιεινῶν σωμάτων ἔχεται προσηγορίας, ἐπὶ πλέον δὲ, τῆς τῶν νοσωδῶν· εἰ δ’ ἐπὶ τοσοῦτον, ὡς βλάπτειν τὴν ἐνέργειαν, ἤδη νοσεῖν λεχθήσεται. κατὰ δὲ τὸ ποσὸν ἡ ὑπερβολή τε καὶ ἔλλειψις εἰς τὰς αὐτὰς ἄγει διαφοράς. ἐν ἀριθμῷ δὲ, λεῖπον ἢ περισσεῦον ὁτιοῦν τῶν

377
ὁμοιομερῶν ἓν ἢ πλείω. τούτου τοῦ γένους εἰσὶ καὶ ὅσαι παρὰ φύσιν ἐν ἡμῖν οὐσίαι συνίστανται. λοιπὸν δ’ ἐστὶ γένος ἄλλο παρὰ τὴν θέσιν ἑκάστου τῶν ἁπλῶν μερῶν, ἐν ᾧ καὶ αὐτῷ τέτταρες αἱ πᾶσαι γίνονται διαφοραί· πρώτη μὲν ἡ ἀρίστη· δευτέρα δὲ ἡ βραχύ τι παραλλάττουσα καὶ διὰ τοῦτ’ ἔτι ὑγιεινὸν ἀποτελοῦσα τὸ σῶμα· καὶ τρίτη νοσερὸν, ὅταν ἐπὶ πλέον ἐξιστῆται· καὶ τετάρτη τὸ ἤδη νοσοῦν, ὅταν ἐπὶ πλεῖστον. ὅσα μὲν οὖν ἡμάρτηται μόρια κατὰ τὸ σχῆμα, καθάπερ ὅσα βλαισὰ, καὶ ῥαιβὰ, καὶ λοξὰ, ταῦτα νεογενῆ μὲν ἔτι καὶ ἁπαλὰ διαπλάσει τε καὶ ἐπιδέσει εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται· σκληρὰ δ’ εἰ φθάσειεν αὐξηθέντα γενέσθαι, τὴν ἐπανόρθωσιν οὐ προσίεται. καὶ μὲν δὴ καὶ ὅσα περὶ τὴν κοιλότητα ἡμάρτηται, καὶ ταῦτα ὡσαύτως ἐπανορθοῦται μὲν ἔτι αὐξανόμενα, τελειωθέντα δὲ οὐ δύναται. μικρὰς μὲν οὖν κοιλότητας ἐπίδεσίς τε καὶ ἡσυχία, μεγάλας δὲ ἐνέργειά τε τῶν μερῶν καὶ κατάληψις ἐργάζεται πνεύματος. οὕτως δὲ καὶ ὅσα κατὰ πόρους, ἢ
378
στόμια. καὶ μὲν δὴ καὶ ὅσα μείζω τοῦ δέοντος, ἡσυχία τε καὶ ἐπίδεσις ἐπιτήδειος ἐλάττονα πέφυκεν ἐργάζεσθαι. μείζω δ’ ἀποτελεῖται τὰ μόρια κινήσει τῇ κατὰ φύσιν ἅμα τρίψει συμμέτρῳ, καὶ τοῖς ἄλλοις, ὅσα πέφυκεν ἐπισπᾶσθαι πλέον αἷμα. τῶν δὲ λειπόντων μορίων, ὅσα μὲν ἐξ αἵματος ἔχει τὴν γένεσιν, οὐκ ἀδύνατος ἡ ἐπανόρθωσις· ὅσα δ’ ἐκ σπέρματος, ὀλίγου δεῖν ἀδύνατος. ἔστι δ’ ὅμως ἀντ’ αὐτῶν ἐνίοτε ποιεῖν ἕτερα παραπλησίαν ἐκείνοις ἔχοντα τὴν χρείαν. ἁπάντων δ’ αὐτῶν ἡ μὲν φύσις ἐστὶ δημιουργὸς, ὁ δ’ ἰατρὸς ὑπηρέτης. ὅσα δὲ περιττεύει κατ’ ἀριθμὸν, ἀφαίρεσις αὐτῶν ἐστιν αἴτιον ὑγιεινόν. ἐπισκέπτεσθαι δὲ δεῖ, ἐφ’ ὧν δυνατόν· εἰ δ’ ἀδύνατον φαίνοιτο, μετατιθέναι πειρᾶσθαι. ἡ δ’ αὐτὴ καὶ τῶν παρὰ τὴν θέσιν ἡμαρτημένων ἐπανόρθωσις. εὔδηλον δὲ, ὡς δύο καὶ τρία πολλάκις ἁμαρτήματα δύναται συστῆναι περὶ μόριον ἕν, ὥσπερ ἐπὶ τοῦ τὴν γαστέρα μικράν τε ἅμα καὶ στρογγύλην καὶ κατὰ τοῦ διαφράγματος ἐπικειμένην ἔχοντος. ἡμάρτητο γὰρ ἐν αὐτῇ μέγεθός τε καὶ διάπλασις καὶ θέσις. ἦν δὲ καὶ τῇ
379
κράσει ψυχροτέρα. ταύτην εἰς μὲν τὸ κατὰ φύσιν ἄγειν ἀμήχανον ἦν· ὥστε δὲ ἧττον ὑπ’ αὐτῆς ἐνοχλεῖσθαι, δυνατόν. ἐπειδὴ γὰρ ἐδυσπνόει, πληρωθείσης τῆς γαστρὸς, ἐλάττονά τε καὶ τρόφιμα καὶ μὴ βαρέως ὑπιόντα προσεφέρετο τρὶς τῆς ἡμέρας. ἄλλῳ δὲ, ἐμφράξεως ἐν ἥπατι διὰ τὴν στενότητα τῶν ἀγγείων συνεχέστατα γινομένης, ὑγιεινὸν αἴτιον ἐξευρέθη ἡ λεπτύνουσα δίαιτα.

Λοιπὸν οὖν ἔτι γένος ἓν κοινὸν ὁμοιομερῶν τε καὶ ὀργανικῶν ἐστιν ἡ λύσις τῆς συνεχείας, ἣν ἴσως τις οὐ συγχωρήσει τοῖς ἀμέμπτως ὑγιαίνουσιν ὑπάρξαι ποτέ· εἷναι γὰρ ἀεὶ πάθος· οὐκ εἰδὼς ὁμοίαν ἀπορίαν ἐσομένην ὑπὲρ ἁπάντων τῶν γενῶν. εἰ μὴ γὰρ ἐνεργείας. αἰσθητὴ βλάβη διορίζοι τὸ νόσημα τῆς ὑγείας, ἀλλὰ κατὰ τὸ ποιὸν τῆς διαθέσεως ἐπινοοῖτο μόνον, ἀναγκαῖον ἔσται τὸ τῆς ἀειπαθείας προσδέξασθαι δόγμα, μηδενὸς ἀρίστας ἔχοντος ἁπάσας τὰς ἐνεργείας. ἀλλὰ τοῦτο μὲν, ὡς ἂν λογικώτερον σκέμμα, καθ’ ἑαυτὸ λόγου τυγχανέτω.

380

Τὰ δ’ ὡς πρὸς τοὺς ὁμολογουμένως νοσοῦντας ὑγιεινὰ τῶν αἰτίων ἑξῆς διέλθωμεν, ἀπὸ τοῦ τῆς δυσκρασίας ἀρξάμενοι γένους. διοριστέον οὖν ἐνταῦθα πρότερον, ἅπερ ὀλίγου δεῖν ἅπαντες οἱ ἰατροὶ παραλείπουσιν, ὡς ἀλλὰ μέν ἐστιν ὑγιεινὰ τῆς ἤδη γεγενημένης δυσκρασίας, ἄλλα δὲ τῆς ἔτι γινομένης, ὥσπερ γε καὶ τῆς γενησομένης ἄλλα. ταύτης μέν γε τῆς ὑστάτης τὰ μὲν ἐν τῷ προφυλακτικῷ μέρει τῆς τέχνης ἐστὶ, τὰ δὲ ἐν τῷ ὑγιεινῷ· τῆς δὲ πρώτης ἁπασῶν ἐν τῷ θεραπευτικῷ μόνῳ· τῆς δ’ ἀμφοῖν μέσης λεχθείσης ἐν τῷ προφυλακτικῷ τε καὶ θεραπευτικῷ. τὴν μὲν γὰρ ἤδη γεγενημένην τε καὶ οὖσαν νόσον ἰᾶσθαι χρή· τὴν δ’ οὔπω μὲν οὖσαν, ἐσομένην δὲ, ἐκ τῆς κατὰ τὶ σῶμα διαθέσεως κωλῦσαι γενέσθαι· τῆς γινομένης δὲ, τὸ μὲν ἤδη γεγονὸς ἰᾶσθαι, τὸ γενησόμεσον δὲ κωλῦσαι γενέσθαι. κωλυθήσεται δὲ, τῆς διαθέσεως, ἐφ’ ᾗ γίνεσθαι πέφυκεν, ἀναιρεθείσης. ὀνομάζεται δὲ ἡ τοιαύτῃ διάθεσις αἰτία προηγουμένη. ἡ γεγονυῖα δὲ

381
νόσος ἤδη θεραπευθήσεται, τῆς διαθέσεως, ὑφ’ ἦς πρώτως ἡ κατὰ φύσιν ἐνέργεια βλάπτεται, λυθείσης, ἥν περ δὴ καὶ φαμὲν αὐτὴν εἶναι τῆς νόσου τὴν αἰτίαν. ἡ δ’ ἴασις ἕνα μὲν ἔχει πρῶτόν τε καὶ τὸν κοινότατον σκοπὸν, αὐτῷ τῷ μέλλοντι λυθήσεσθαι τὸ ἐναντίον. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ πάντα τὰ δημιουργοῦντα τὴν ὑγείαν αἴτια, κατὰ μέρος δ’ ἐκ τῶν καθέκαστον ἐναντίων. τῇ μὲν οὖν θερμῇ διαθέσει τὸ ψυχρὸν αἴτιον ἐναντίον ἐστὶ, τῇ ψυχρᾷ δὲ τὸ θερμὸν, ἐπί τε τῶν ἄλλων ἀνάλογον. εἰ γὰρ ἄμετρον μὲν ἅπαν τὸ παρὰ φύσιν, σύμμετρον δὲ τὸ κατὰ φύσιν, ἀνάγκη πᾶσα τὸ ἄμετρον ὑπὸ τοῦ κατὰ τοὐναντίον ἐμμέτρου πρὸς τὸ σύμμετρον ἐπανελθεῖν. εὔδηλον δὲ, ὡς τὸ κατὰ δύναμιν, οὐ τὸ κατὰ φαντασίαν θερμαῖνον καὶ ψύχον, ὅσα τ’ ἄλλα τοιαῦτα, ληπτέον ἐστί. καλῶ δὲ κατὰ δύναμιν μὲν, ὅπερ ὄντως τε καὶ ἀληθῶς ἐστιν οἷον λέγεται· κατὰ φαντασίαν δὲ, τὸ τῇ προχείρῳ μὲν αἰσθήσει τοιοῦτον εἶναι φανταζόμενον, ὄντως δ’ οὐκ ὂν τοιοῦτον. ὅπως δὲ χρὴ γνωρίζειν αὐτὰ, κατὰ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων
382
δυνάμεως εἴρηται πραγματείαν. εἰς δὲ τὴν εὕρεσιν τῶν ὑγιεινῶν αἰτίων, ὅσα μὲν ὡς πρὸς τὴν ἤδη γεγενημένην νόσον ἐστὶν ὑγιεινὰ, τῇ μεθόδῳ χρηστέον, ᾗ τὸ κατὰ φαντασίαν τοῦ κατὰ δύναμιν ὁρίζεται· ὅσα δὲ ὡς πρὸς τὴν ἔτι γινομένην, αὐτῇ τε ταύτῃ, καὶ προσέτι καθ’ ἣν ἐξευρίσκεται τὰ τῶν νοσημάτων αἴτια· φέρε γὰρ, εἰ οὕτως ἔτυχεν, ἐπὶ χυμοῖς σηπομένοις ἀνάπτεσθαι πυρετὸν, ἔνδειξις ἐπὶ τοῖς τοιούτοις ἀλλοίωσίς τε καὶ κένωσίς ἐστιν· ἀλλοίωσις μὲν ἡ παύουσα τὴν σηπεδόνα, μενούσης τῆς αἰτίας, κένωσις δὲ ἡ ὅλην ἐκ τοῦ σώματος ἐξάγουσα τὴν· αἰτίαν. ἀλλὰ τὸ μὲν εἰρημένον εἶδος τῆς ἀλλοιώσεως πέψις ἐστὶν, ἣν ὑπὸ τίνων αἰτίων ἐγχωρεῖ ποιεῖν, ἐξευρόντες, ἐν ἐκείνοις ἂν ἔχοιμεν ἤδη τὴν γνῶσιν τῶν οὕτως ὑγιεινῶν. αἱ κενώσεις δὲ διά τε φλεβοτομίας, καὶ κλυστήρων, καὶ οὔρων, καὶ τῆς κατὰ τὸ δέρμα διαπνοῆς εἰσιν, ἔτι δὲ ἀντισπάσεως καὶ μετοχετεύσεως εἰς ἕτερα. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ καταμήνια κινῆσαι καὶ αἱμοῤῥοΐδας ἀναστομῶσαι, καὶ
383
διὰ ῥινῶν καὶ ὑπερώας καθᾶραι. ἐξευρόντες οὖν κᾀνταῦθα τὰς ὕλας, αἷς ἐν ποιότητι καὶ ποσότητι, καὶ καιρῷ, καὶ τρόπῳ τῆς χρήσεως προσφερομέναις ἡ κένωσις γίνεται, κατ’ αὐτὸ τὸ μέρος τῆς τέχνης εὑρήσομεν τὰ ὑγιεινά. καὶ γέγραπται πάντων ἡ εὕρεσις ἐν τῇ θεραπευτικῇ πραγματείᾳ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ ταῖς ἄλλαις δυσκρασίαις ταῖς τρισὶν, ἓν κοινὸν ἔχοντες παράγγελμα, τὸ ποιοῦν ἕκαστον ἐκκόπτειν πρότερον, εἶθ’ οὕτως ἥκειν ἐπὶ τὸ γεγονὸς ὑπ’ αὐτοῦ νόσημα, τὴν τῶν ὑγιεινῶν αἰτίων εὕρεσιν ποιησόμεθα. κατὰ δὲ τὰς συνθέτους δυσκρασίας ἥ γ’ ἐκ τῶν ἁπλῶν σύνθεσις ἐνδείξεται τὰ ὑγιεινὰ παραγγέλματα, κᾀνταῦθα ἐχόντων ἡμῶν ἀνάλογον φάρμακον τῷ μεγέθει τῆς δυσκρασίας, τὸ πρὸς ἐκείνην ἁρμόττον, ἐξευρίσκειν. οἷον, εἰ οὕτως ἔτυχεν, δέκα μὲν ἀριθμοῖς ἐπὶ τὸ θερμότερον ἐξεστήκῃ τοῦ κατὰ φύσιν, ἑπτὰ δ’ ἐπὶ τὸ ξηρότερον. εἷναι δήπου χρὴ καὶ τὸ ὑγιεινὸν αἴτιον ἐπὶ ταῖς τοιαύταις διαθέσεσι δέκα μὲν ἀριθμοῖς ψυχρότερον, ἑπτὰ δὲ ὑγρότερον. εἰ μὲν οὖν αὐτῷ τῷ πεπονθότι μορίῳ προσάγοιτο
384
τοιοῦτον φάρμακον, εἰς τοσοῦτον ἔστω ψυχρότερόν τε καί ὑγρότερον, εἰς ὅσον ἡ ἔνδειξις κελεύει. διὰ βάθους δὲ κειμένου τοῦ πεπονθότος, ἐπιτεχνᾶσθαι χρὴ τοιοῦτον ἐργάζεσθαι τὸ ὑγιεινὸν, ὡς μὴ φθάνειν ἐκλύεσθαι κατὰ τὴν ὁδόν. εἰ μὲν οὖν θερμότερον εἶναι δέοι τοῦ συμμέτρου, μὴ τοσοῦτον μόνον ἔστω θερμότερον, ὅσου δεῖται τὸ πάθος, ἀλλ’ ἐξ ἐπιμέτρου προσκείσθω τὸ διὰ τὴν θέσιν ἀναγκαῖον προσερχόμενον· εἰ δὲ ψυχρότερον, οὐχ ἁπλῶς χρὴ τοσοῦτον ποιεῖν αὐτὸ ψυχρότερον, ἀλλὰ καὶ τὴν ὕλην σκοπεῖσθαι πρότερον. εἰ μὲν γὰρ παχυμερές ἐστιν, οὐχ ὁδοιπορήσει μέχρι βάθους πολλοῦ· τοὐναντίον δὲ πᾶν ἐργάσεται πυκνῶσαν τὴν ἐπιφάνειαν. εἰ δὲ λεπτομερὲς ὑπάρχει, δύναιτ’ ἂν ἐξικέσθαι μέχρι πλείονος βάθους. οὕτως δὲ καὶ ἐπὶ τῶν ὑγραινόντων καὶ ξηραινόντων τὸ παχυμερὲς καὶ λεπτομερὲς τῆς οὐσίας ἐπισκεπτέον. ἀπὸ μὲν δὴ τῆς θέσεως τοῦ πεπονθότος ἡ ἔνδειξις εὑρίσκει τὸ ὑγιεινὸν, ὡς εἴρηται νῦν. ἀπὸ δὲ τῆς διαπλάσεώς τε καὶ θέσεως, ὅταν ἐκροὰς αἰσθητὰς ἔχῃ συντετρημένας εἰς ἕτερον, ἢ μηδεμίαν ἔχῃ. τὰς μὲν
385
γὰρ εἰς τὰ κυριώτατα φερούσας ἐκροὰς ἀποτρέψομεν, ἐρεθίσομεν δὲ τὰς εἰς μὴ κυριώτατα. δῆλον δὲ, ὡς τῶν ποιούντων αἰτίων τὴν δυσκρασίαν ἡ διὰ τῆς κενώσεώς ἐστιν ἴασις. αὐτῶν γὰρ τῶν δυσκρασιῶν μόνον ἀλλοίωσις ἴασίς ἐστιν.

Λυθείσης δὲ τῆς συνεχείας, ὁ μὲν τῆς ἰάσεως σκοπὸς, ἡ ἕνωσις, ἐπὶ μὲν τῶν ὀργανικῶν μορίων ἀδύνατος· ἐπὶ δὲ τῶν ὁμοιομερῶν οὐκ ἀεὶ δυνατὸς, ἀλλ’ ἐν ἐνίοις, ὡς ἐν τοῖς σαρκώδεσι, κόλλησις ἡ ἴασίς ἐστιν· οὐ διοίσει δὲ οὐδ’ εἰ σύμφυσιν ὀνομάζεις. ἡγεῖται δ’ αὐτῆς, ὅταν μεῖζον γένηται τὸ τραῦμα, προσαγωγὴ τῶν διεστώτων μορίων, ἐκ τοῦ τῆς διαπλάσεως ὑπάρχουσα γένους. ἵνα δ’ αὐτὴ γένηται μόνιμος, ἐπίδεσις ἡ συνάγουσα τὰ διεστῶτα, καὶ ἀγκτῆρες, καὶ ῥαφαὶ χρήσιμοι. κολλᾷ μὲν οὖν τὰ διεστηκότα καὶ τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀποδίδωσιν ἡ φύσις. ἡμέτερον δ’ ἔργον ἕν πρῶτον μὲν, ὡς εἴρηται, τὸ συνάγειν εἰς ταὐτὸ τὰ διεστῶτα, δεύτερον δὲ τὸ φυλάττειν, ὡς συνήχθη, καὶ τρίτον, ὡς μηδὲν ἐμπέσῃ τῶν χειλῶν μεταξὺ, προνοεῖσθαι,

386
καὶ τέταρτον, αὐτὴν τοῦ μέρους τὴν οὐσίαν ὑγιεινὴν διαφυλάττειν. τὸ μὲν δὴ πρῶτόν τε καὶ δεύτερον ὡς ἄν τις ποιήσειεν, εἴρηται. τὸ δὲ τρίτον ἐν μὲν τῷ συνάγειν τὰ διεστῶτα γίνοιτ’ ἂν, εἰ μηδὲν ἔξωθεν ἐμπίπτειν ἐάσομεν, ὡς πολλάκις γε θρὶξ, ἢ ἔλαιον, ἢ ὑγρότης τις ἑτέρα μεταξὺ στᾶσα τῶν κολληθησομένων, ἐκώλυσεν αὐτῶν τὴν ἕνωσιν. ἐν δὲ τῷ μετὰ ταῦτα χρόνῳ διὰ τῶν ὑποῤῥύσεων ἡ τοῦ τρίτου σκοποῦ φυλακή. τὴν δ’ ὑπόῥῥυσιν αὐτὴν ἐξ ἐπιδιαιρέσεως, καὶ ἀντιδιαιρέσεως, καὶ σχήματος ἐπιτηδείου ποριστέον. ἡ δ’ οὐσία τοῦ μέρους ὑγιεινὴ φυλαχθήσεται διὰ τῶν μετρίως ξηραινόντων. αὕτη μὲν ἡ ἴασίς ἐστι συνεχείας λύσεως ἐν σαρκώδει μορίῳ γεγενημένης αὐτῆς καθ’ ἑαυτὴν μόνης. εἰ δ’ ἑτέρῳ τινὶ μιχθείη νοσήματι, πλείους οἱ σκοποὶ τῶν ἐνδείξεων, οὓς ἐν ταῖς τῶν συνθέτων, ἢ ἐπιπεπλεγμένων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, διδασκαλίαις ἑξῆς ἐροῦμεν. ἐν δὲ τῷ παρόντι λόγῳ πρὸς τὰς λοιπὰς τῆς ἑνώσεως λύσεις ἰτέον.

387

Κάταγμα τοίνυν ἐστὶ μὲν τῆς ἐν ὀστῷ συνεχείας λύσις. ἀνίατον δὲ ὂν, ὅσον ἐπὶ τῷ πρώτῳ σκοπῷ, κατὰ δεύτερον τινὰ τρόπον ἰατόν πως γίνεται. πρῶτος μὲν οὖν σκοπὸς ἡ σύμφυσις οὐ δυναμένη διὰ σκληρότητα τοῦ μορίου γενέσθαι. δεύτερον δὲ ἡ δέσις διὰ πώρου δεσμοῦντος ἐν κύκλῳ τὸ κάταγμα. γένεσις δὲ τῷ πώρῳ, καθ’ ὅσον μὲν ἐξ ὕλης καὶ ἀποφύσεως γίνεται, κοινὴ πρὸς τὰ ἄλλα, καθ’ ὅσον δὲ ἐγγύς ἐστιν ὀστῷ τὴν ἰδέαν, ἐκ τῆς ἐκείνου τροφῆς. μαλακὸν δὲ καὶ παιδικὸν ὀστοῦν καὶ συμφῦναι δυνατόν. σπάνιος δὲ καὶ ἡ τοῦδε τοῦ πάθους γένεσις ἄνευ συμπλοκῆς. ὡς τὰ πολλὰ γὰρ οἱ παρακείμενοι μύες ἅμα τοῖς ἄλλοις σώμασι πάσχουσι, ῥηγνυμένων τῶν ὀστῶν, ὥστε καὶ ὁ σκοπὸς τῆς θεραπείας διττὸς, ἕτερος μὲν ὁ ἐπὶ τοῖς ὀστοῖς, ἕτερος δὲ ὁ ἐπὶ τοῖς ἀμφ’ αὐτὰ σώμασιν. ὁ μὲν δὴ τοιοῦτος ἐν ταῖς τῶν σαρκωδῶν μορίων ἐπιπεπλεγμέναις διαθέσεσιν εἴρηται. περὶ δὲ τῶν καταγμάτων ἐν τῷδε ῥητέον. ἐπεὶ γὰρ καὶ τούτων ἡ ἴασίς ἐστιν ἐκ τῆς πωρώσεως, ἵνα δ’ αὐτὴ γένηται, τῆς οἰκείας

388
τροφῆς τοῦ ὀστοῦ δεῖ περίττωμα πρὸς τὴν τοῦ πώρου γένεσιν ὑποβεβλῆσθαι τῇ φύσει, τὸ περίττωμα δὲ τοῦτο καὶ τῇ ποιότητι καὶ τῇ ποσότητι σύμμετρον εἶναι χρὴ, διὰ τοῦτο ἀγωγῆς δεῖται τῆς τοσοῦτον καὶ τοιοῦτον τὸ ἐπιῤῥέον αἷμα τοῖς ὀστοῖς παρασκευαζούσης, ἐξ οἵου τε καὶ ὅσου γενήσεται πῶρος. ἐπεὶ δ’ ἐκχεῖται τοῦτο διὰ τῶν σηράγγων τοῦ κατεαγότος ὀστοῦ, σκοπεῖν αὐτοῦ χρὴ τὸ πλῆθός τε καὶ τὴν ποιότητα, καὶ οὕτως ἢ ξηραντικωτέραν ποιεῖσθαι τὴν ἀγωγὴν, ἢ ὑγραντικωτέραν, ἅπερ ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι λέλεκται.

Νεύρου δὲ καὶ τένοντος νύγμα διά τε τὸ περιττὸν τῆς αἰσθήσεως, καὶ διότι συνεχές ἐστι πρὸς τὴν ἀρχὴν τὸ μόριον, ἕτοιμον ἐπικαλέσασθαι σπασμοὺς, καὶ μάλισθ’ ὅταν μηδὲν διαπνέηται πρὸς τὰ ἐκτὸς, τυφλωθείσης τῆς τοῦ δέρματος τρώσεως. τοῦτο τοίνυν χρὴ ἀναστομοῦν, καὶ ἀναξηραίνειν οὐσίᾳ λεπτομερεῖ, διϊκνεῖσθαι δυναμένῃ πρὸς τὸ βάθος ἄχρι τοῦ τετρωμένου νεύρου. λέλεκται δὲ καὶ περὶ τούτου τελέως ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου

389
γράμμασιν. ἐν μὲν οὖν δὴ ταῖς ἁπλαῖς τοῦδε τοῦ γένους διαθέσεσιν ἡ τῶν ὑγιεινῶν αἰτίων ἰδέα τοιάδε.

Κατὰ δὲ τὰς συνθέτους ἐπιπέπλεκται τοῖς ἕλκεσιν πρώτη μὲν ἡ κοιλότης, ἣν οὐκ ἄλλην διάθεσιν, ἀλλ’ ἕλκους ἡγοῦνται διαφοράν. ἔστι δὲ οὐ διαφορὰ τό γε τοιοῦτον, ἀλλ’ ἕτερόν τι γένος ὅλου τοῦ νοσήματος, ἐν ᾧ τῆς οὐσίας αὐτῆς ἐστιν ἀπώλεια. καὶ τοίνυν καὶ ἡ ἴασις ἐπὶ διττῷ πάθει διττοῦ δεῖται σκοποῦ. ἡ μὲν γὰρ τῆς συνεχείας λύσις ἑνώσεως, ἡ δὲ τῆς οὐσίας ἀπώλεια γενέσεως χρῄζει λελεγμένοι δ’ εἰσὶν ὀλίγον ἔμπροσθεν οἱ τῆς γενέσεως σκοποί. καὶ μὲν δὴ καὶ ὡς χρὴ πρῶτον ἰᾶσθαι τήνδε τὴν διάθεσιν, εἶθ’ ἑξῆς ἑνοῦν ἐπιχειρεῖν, αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἐνδείκνυται. ὅταν οὗν ἀναπληρωθῇ μὲν τὸ κοῖλον, ὁμαλὸν δὲ τὸ ἕλκος ὑπάρχῃ, τὸν ἕτερον τῶν σκοπῶν ἀνῃρῆσθαι συμβαίνει. μέσης γὰρ τῆς νεογενοῦς σαρκὸς ἱσταμένης τῶν χειλῶν τοῦ ἕλκους, ἑνωθῆναι μὲν ἀδύνατον τὰ διεστῶτα, σκοπὸν δ’ ἄλλον ἰάσεως ἐξευρεῖν χρή τὴν δ’ εὕρεσιν ἐκ τοῦ κατὰ φύσιν ἕξομεν, ὃ περιποιῆσαι

390
τῷ μέρει προσήκει. κατὰ φύσιν δ’ ἦν αὐτῷ σκέπεσθαι δέρματι. τοῦτ’ οὖν ἡμῖν ἐστι ποιητέον, ἢ, εἴπερ ἐστὶν ἀδύνατος ὁ σκοπὸς, ὅμοιόν τι δέρματι. τὴν γοῦν σάρκα δερματώδη ποιητέον ἐστίν. ἔστι δὲ τοιαύτη, ξηραινομένη τε ἅμα καὶ τυλουμένη. ξηραινόντων δὲ καὶ στυφόντων ἀδήκτως ἔσται χρεία φαρμάκων εἰς τὰς ἐπουλώσεις. οὕτως δὲ κᾀν ῥύπος ἐπιτραφῇ, σκοπὸς μὲν ἀποῤῥύψαι· φάρμακον δὲ ὑγιεινὸν τὸ ῥυπτικόν. εἴρηται δ’ αὐτῶν ἐν τοῖς περὶ φαρμάκων ἡ ὕλη. καὶ μὲν δὴ καὶ εἰ φλεγμονή τις, ἢ θλάσις, ἢ σκίῤῥος, ἢ οἴδημα κατὰ τοῦ ἕλκους εἴη, θεραπευτέον ἐκεῖνα πρότερον διὰ τῶν εἰρημένων μεθόδων. οὕτως δὲ καὶ εἰ ἐπιῤῥεῖ τι τῷ ἕλκει, κατὰ τὴν τῶν ἐπιῤῥεόντων ἴασιν. ὡσαύτως δὲ καὶ εἰ δυσκρασία τις εἴη κατὰ τὸ ἡλκωμένων, ἐπὶ τὰ τῆς δυσκρασίας πρότερον ἰέναι βοηθήματα. καὶ περὶ μὲν τούτων ἅλις.

Ἐπὶ δὲ τὸ περὶ τὴν διάπλασιν ἰτέον ἤδη γένος, εἰς πλείους διαφορὰς τεμνόμενον. ἀλλ’ ἀπὸ τοῦ

391
σαφεστάτου τὴν ἀρχὴν τῷ λόγῳ θετέον, ὃ κατὰ τὴν τοῦ σχήματος ἐξάλλαξιν γίνεται. τῶν μὲν οὖν ἔτ’ αὐξανομένων οἷόν τε τὸ σχῆμα τῶν πλείστων μορίων ἐπανορθοῦσθαι, τῶν δ’ ηὐξημένων οὐκέτι. σκοπὸς δ’ ὧν οἶόν τε θεραπεῦσαι, πρὸς τοὐναντίον ἀπάγειν τῆς διαστροφῆς. εἰ δὲ κατάγματος οὐκ ὀρθῶς διαπλασθέντος ἡμάρτηταί τινος κώλου σχῆμα, πωρωθῆναι φθάσαντος, ἐὰν ἔτι πρόσφατος ὁ πῶρος ὑπάρχῃ, κατάξαντα χρὴ διαπλάττειν αὖθις ὀρθῶς, εἶτα πωροῦν. ἔστι δὲ ἡ ἔμφραξις ἐκ ταὐτοῦ γένους τῶν νοσημάτων. ἡ μὲν ὑπὸ γλίσχρων καὶ παχέων γινομένη χυμῶν, ἕνα μὲν ἔχουσα καὶ αὐτὴ σκοπὸν ἐναντίον τῷ πάθει τὴν ἔμφραξιν· αἴτια δὲ ὑγιεινὰ τά τε ῥυπτικὰ καὶ τμητικὰ τῶν φαρμάκων. ἡ δ’ ὑπὸ κόπρου σκληρᾶς ἐμφραχθείσης ἐντέρῳ, προτέραν μὲν ἕξει τὴν τῆς σκληρότητος ἐπανόρθωσιν ἐξ ὑγρῶν καὶ λιπαρῶν κλυσμάτων, ἑξῆς δὲ τὴν κένωσιν ἐκ δριμέων. ἡ δ’ ὑπὸ λίθου κατὰ κύστιν, ἐν μὲν τῷ παραυτίκα τὴν μετάθεσιν· ἰάσεως δὲ παντελοῦς ἕνεκα τὴν διὰ τομῆς κομιδήν. ἡ δὲ τῆς παρὰ φύσιν ἐν μορίῳ
392
περιεχομένης ὑγρότητος ἴασις ἐν τῇ παντελεῖ κενώσει, καθάπερ ἐπὶ τῶν ἐμπύων. ἡ δὲ ἄμετρος πλήρωσις ἐν ἀμέτρῳ κενώσει, καθάπερ ἐπὶ τοῦ κατὰ τὰς φλέβας αἵματος. ὡσαύτως καὶ ὅσοις κατὰ γαστέρα, καὶ ἔντερα, ἢ ἀρτηρίαν τραχεῖαν, ἢ πνεύμονα πύον ἢ αἷμα περιέχεται, παντελοῦς κενώσεως δεῖται. τοῦ δὲ πλείονος ἐδέσματος, ἢ πόματος, ἔτι ὄντος προσφάτου, κατὰ τὴν ἀποκένωσιν ἡ ἐπανόρθωσις. ὅσα μὲν οὖν ἐν πνεύμονί τε καὶ θώρακι περιέχεται, μετὰ βηχῶν μὲν ἡ κένωσις, ὑπὸ δὲ φαρμάκων λεπτυντικῶν· ὅσα δὲ καθ’ ἧπαρ, ἢ φλέβας, ἢ ἀρτηρίας, ἢ νεφροὺς, ἤτοι δι’ οὔρων, ἢ γαστρός. ἀλλὰ δι’ οὔρων μὲν ὑπὸ τῶν λεπτυνόντων σφοδρῶς· διὰ γαστρὸς δὲ ὑπὸ τῶν ἑλκτικῶν τε καὶ ἀναστομωτικῶν. ὅσα μὲν οὖν κατὰ τὴν ἄτω γαστέρα, δι’ ἐμέτων· ὅσα δὲ κατὰ τὴν κάτω, δι’ ὑπαγωγῆς. ὅσα δὲ ὑπὸ τῷ δέρματι, διὰ τομῆς, ἢ καύσεως, ἢ φαρμάκων καυστικῶν. οὕτως δ’ ἐνίοτε καὶ ὅσα κατά τινα κοιλότητα φυσικὴν, ὡς ἐπὶ θώρακος. ἑνὶ δὲ κεφαλαίῳ, τῶν μὲν ὅλῳ
393
τῷ γένει παρὰ φύσιν ἔν τισι μέρεσι περιεχομένων σκοπὸς τῆς ἰάσεως ἄρσις ἐστίν· εἰ δ’ ἀδύνατος γενέσθαι, μετάθεσις. ὅσα δὲ οὐχ ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστὶν, ἀλλὰ τῷ ποσῷ, σκοπὸς τούτων ἡ ἀποκένωσις. ἡ δ’ εὕρεσις τῶν ἰασομένων αὐτὰ μέρος μέν τι κᾀξ αὐτῆς λαμβάνεται τῆς διαθέσεως· ἡ πλείστη δὲ ἐκ τῶν πεπονθότων μορίων. ὅσα δὲ ἐν τῷ τετραχύνθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον λειότητα· κατὰ μὲν οὖν ὀστοῦν ξύοντα, κατὰ δὲ τραχεῖαν ἀρτηρίαν ἢ γλῶτταν ἐκλεαίνοντα δι’ ὑγρῶν ἀδήκτων καὶ γλίσχρων. ὅσα δὲ τῷ λεῖα γενέσθαι παρὰ φύσιν ἔχει, τὴν κατὰ φύσιν αὐτοῖς ἀντεισακτέον τραχύτητα διά τε φαρμάκων ἱκανῶς ῥυπτικῶν καὶ διὰ βραχείας στύψεως.

Ὅσαι δὲ ἐμφράξεις ἢ στενοχωρίαι νοσήμασιν ἑτέροις ἕπονται, θεραπευτέον ἐκεῖνα πρότερον. δέδεικται δ’ ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ὡς φλεγμοναῖς, καὶ σκίῤῥοις, καὶ οἰδήμασι, καὶ ξηρότησιν ἐνίοτε ἀμέτροις, ἔτι τε μοχθηροῖς σχήμασιν αὐτῶν τῶν περιεχόντων σωμάτων ἕπεται πολλάκις τὰ εἰρημένα, καθάπερ

394
καὶ ὄγκοις τισὶ τῶν πέριξ σωμάτων. εἰ δὲ καὶ πρὸς ἄλληλα τῶν εἰρημένων ἐπιπλέκοιτό τινα, τὰς ἐνδείξεις ἔχει ποικίλας. ἀρκέσει δ’ ἐφ’ ἑνὸς, ὡς ἐπὶ παραδείγματος, ποιήσασθαι τὸν λόγον· ἐπὶ πλέον γὰρ ὑπὲρ ἁπάντων ἐν τοῖς θεραπευτικοῖς λέγεται γράμμασιν. ὑποκείσθω τοίνυν ἐπιῤῥεῖν τινι μέρει πλῆθος αἵματος, ὡς διατείνεσθαι τὰ κατὰ τὸ μόριον ἀγγεῖα, μὴ τὰ μεγάλα μόνον, ἀλλὰ καὶ τὰ σμικρὰ τὰ πρότερον ἐκφεύγοντα τὴν ὄψιν, ἐκ δὲ τοῦ πεπληρῶσθαι φαινόμενα νῦν, ὥσπερ γε ἐπ’ ὀφθαλμῶν ὁρᾶται σαφῶς ἐνίοτε διὰ τὴν λευκότητα τοῦ χιτῶνος. εἰκὸς δὲ δήπου, καὶ ἄλλα τῶν μὴ ὁρωμένων ἀγγείων διατετάσθαι μεμεστωμένα, μηδέπω μηδ’ αὐτὰ φαινόμενα διὰ τὴν σμικρότητα. καὶ δὴ κίνδυνος ἐκχυθῆναι τὸ διϊδρούμενον ἐκ τῶν ἀγγείων εἰς τὰς μεταξὺ χώρας τὰς κενὰς, ἢ καὶ παρεκχεῖσθαι μικρὸν ἤδη. τοῦ τοιούτου πάθους ἡ ἴασις ἕξει μὲν δήπου σκοπὸν τὴν κένωσιν, ἢ, ἵνα σαφέστερον εἴπωμεν, ἀποκένωσιν. ἐπειδὴ τὸ πάθος ἦν ἐν τῷ πεπληρῶσθαι τὸ μόριον ἀμέτρως, ἀναγκαῖον δὴ, ἤτοι παλινδρομῆσαν
395
ἐκκενωθῆναι τὸ περιττὸν, ἢ δι’ αὐτοῦ τοῦ πεπονθότος μορίου. παλινδρομήσει μὲν οὖν, ἢ ὠσθὲν, ἢ ἑλχθὲν, ἢ παραπεμφθὲν, ἢ κατά τινα τούτων, ἢ κατὰ πάντα. δι’ αὐτοῦ δὲ τοῦ πεπονθότος ἐκκενωθήσεται, τὸ μέν τι φανερῶς τε καὶ αἰσθητῶς, τὸ δὲ εἰς ἀτμοὺς λεπτυνθέν. εἰ μὲν οὖν εἴη τὸ σύμπαν σῶμα πληθωρικώτερον, οὐ χρὴ διὰ τοῦ πεπονθότος τόπου ἐκκενοῦν. εἰ μὲν γὰρ ἀμυχαῖς καὶ τομαῖς αἰσθητῶς ἐκκενώσομεν ὀδυνήσαντες, ἐπισπασόμεθα πλέον διὰ τὴν ὀδύνην. εἰ δὲ τοῖς θερμαίνουσι διαφορεῖν ἐπιχειρήσομεν, ἕλξομεν διὰ τὴν θερμότερα πλέον εἰς τὸ μέρος, ἢ διαφορήσομεν. εἰ δ’ αὖ βουλοίμεθα παλινδρομεῖν ἀναγκάζειν τὸ ἐπιῤῥυὲν, οὐκ ἂν δέξαιτο μεστὸν ὑπάρχον τὸ σῶμα. πρὸς ἄμφω τοίνυν ταῦτα χρὴ κενῶσαι τὸ ὅλον, ἢ ἀντισπάσαι γε πάντως εἰς ἄλλα χωρία τὸ ἐπιῤῥέον τῷ πεπονθότι· τοῦτο δὲ ἐργασάμενον ἀπωθεῖσθαι τοῦ μέρους πρότερον, ἢ διαφορεῖν ἐπιχειρεῖν. ἑτοιμοτέρα γὰρ ἡ κένωσις, ὅσῳ διὰ μειζόνων. ἀποκρουσόμεθα δ’ ἐκ τοῦ πεπονθότος,
396
εἰ στύφοιμέν τε καὶ ψύχοιμεν. ἀλλὰ καὶ τὰ κενωθέντα πρὸς ἑαυτὰ τὸ ἀποκρουόμενον ἕλξει· δέδεικται γὰρ καὶ τοῦτο διὰ τοῦ περὶ τῶν φυσικῶν δυνάμεων λόγου. καὶ δὴ καὶ παραπέμψει τὰ ἀγγεῖα, τονωθέντα τοῖς στύφουσι φαρμάκοις. εἰ μὲν οὖν ἅπαν οὕτω παλινδρομήσει, εὖ ἂν ἔχοι· καταλειφθέντος δέ τινος ἐν τῷ μορίῳ, ἐχρῆν, μὲν δήπου τεκμαίρεσθαι τοῦτο γλίσχρον ὑπάρχειν, ἢ παχὺ, καὶ διὰ τοῦτ’ ἐσφηνῶσθαι δυσλύτως. δύναται δὲ καὶ μὴ τοιοῦτον ὂν εἰς τὰς μεταξὺ χώρας ἐκκεχύσθαι. τότ’ οὖν ἥκειν ἤδη καιρὸς ἐπὶ τὸ κενοῦν αὐτὸ διὰ τοῦ πεπονθότος, ἐπιθέντα τοῖς ὑπερκειμένοις ἀποκρουστικὰς τῶν ἐπιῤῥεόντων δυνάμεις. ἐκκενώσεις δὲ μάλιστα, εἰ κατὰ τὰς μεταξὺ χώρας τεκμαίροιο περιέχεσθαί τι δι’ ἀμυχῶν τε ἅμα καὶ διὰ φαρμάκων διαφορητικῶν. ἀλλ’ ἐπεὶ τὰ διαφοροῦντα πάντα θερμὰ ταῖς δυνάμεσιν ὑπάρχει, τῆς δ’ αὐτῆς ἐστι κράσεως ἔργον τὸ δάκνειν, ὅταν ἀμετρότερον ἦ θερμὰ, φυλακτέον ἐν αὐτοῖς τὰ πάνυ θερμὰ, καὶ μάλιστα ἢν ἐπιπολῆς ἦ τὸ
397
πεπονθός. ὀδυνήσεται γὰρ οὐ σμικρῶς, ἢν ἅμα τε πεπόνθῃ καὶ δάκνηται, ὀδύνη τε πᾶσα παροξύνει τὰ ῥεύματα. τὸ μετρίως οὖν θερμὸν ἐπὶ τούτων ἀνώδυνον, ἔτι δὲ μᾶλλον, ἐὰν ὑγρὸν ὑπάρχῃ. καὶ μέντοι καὶ ἱκανόν ἐστιν διαφορῆσαι τὸ ἐπιπολῆς, εἰ καὶ μὴ σφοδρὸν εἴη τὸ διαφορητικὸν φάρμακον. εἰ δὲ τὰ μὲν ἐπιπολῆς ἀπαθῆ παντάπασιν ὑπάρχει, διὰ βάθους δ’ εἴη τὸ κενώσεως δεόμενον, ἐπιτεῖναί τε καὶ αὐξῆσαι δεῖ τοῦ διαφορητικοῦ φαρμάκου τὴν θερμασίαν. κινδυνεύσει γὰρ ἐκλυθῆναι, πρὶν εἰς τὸ βάθος ἐξικέσθαι, οὐ μὴν οὐδ’ ἀνιάσει τι τὰ ἐπιπολῆς, ὧν ψαύσει, διότι μὴ πέπονθεν. ὥστε καὶ νῦν ἐς ταὐτὸν ἄμφω συμβαίνει πρὸς τὴν τῶν θερμοτέρων τε ἅμα καὶ δριμυτέρων φαρμάκων χρῆσιν, τά τ’ ἐπιπολῆς ἀνεχόμενα, καὶ τὰ διὰ βάθους δεόμενα. ταύτην μὲν οὖν τὴν ἔνδειξιν ἐκ τοῦ μορίου τῆς θέσεως ἐλάβομεν. ἑξῆς δὲ σκοπῶμεν, εἰ λείπει τι πρὸς τὴν ἴασιν· ἔοικε γάρ λείπειν οὐ μικρά. τῶν πεπονθότων αὐτῶν, ἐν οἷς ἐστι τὸ περιττὸν τοῦ
398
ῥεύματος, ἔνια μὲν ἀραιὰ καὶ χαῦνα καὶ μαλακὰ τὴν φύσιν ἐστὶν, ἔνια δὲ πυκνὰ καὶ πεπιλημένα καὶ σκληρά. τὰ μὲν οὖν πρότερα ῥᾳδίως ἐκκενοῦται. τὰ δ’ ἕτερα δριμυτέρων δεῖται τῶν κενωσόντων αὐτὰ, καὶ προσέτι λεπτομερεστέρων. ἂν δὲ καὶ κατὰ συχνοῦ κεῖνται βάθους, ἔτι δὴ καὶ μᾶλλον. αὕτη σοι πάλιν ἔνδειξις ἑτέρα παρὰ τῆς οὐσίας τοῦ πεπονθότος. ἄλλη δ’ ἀπὸ τῆς διαπλάσεως ἅμα καὶ θέσεως. ὑποκείσθω γὰρ, εἰ οὕτως ἔτυχεν, ἐν ἥπατι τὴν προειρημένην εἶναι διάθεσιν, ἐν τοῖς στενοῖς πέρασι τῶν ἀγγείων ἐσφηνωμένων ὑγρῶν, ἤτοι γλίσχρων, ἢ παχέων, ἢ πολλῶν. ἆρ’ οὐχ ἕτοιμον ἐδέσμασί τε καὶ πόμασι λεπτυντικοῖς τὸ πάχος μὲν πρῶτον ἅμα τῇ γλισχρότητι λεπτομερὲς ἐργάζεσθαι· δεύτερον δὲ, μὴ διὰ τῶν ἀοράτων καὶ στενῶν μόνον, ἀλλὰ καὶ δι’ εὐρειῶν ὁδῶν ἐκκενῶσαι τὸ λυποῦν; εὐρύτεραι γάρ εἰσι κατὰ τὸ ἧπαρ αἱ φλέβες, ὥσπερ καὶ πλεῖσται· τελευτῶσι δ’ αἱ μὲν ἐν τοῖς κυρτοῖς εἰς τὴν κοίλην, αἱ δ’ ἐν τοῖς σιμοῖς ἐπὶ πύλας. ὥστ’ ἤδη σοι ῥᾷστον, ἐν ὁποτέραις ἂν ὦσιν αἱ σφηνώσεις, ἐκκενοῦν ἑτοίμως
399
αὐτὰς, ἕλκοντα μὲν εἰς τὴν γαστέρα διὰ τῶν ἑλκτικῶν τε καὶ ἀναστομωτικῶν, ὅσα τῶν ὑγρῶν ἐσφήνωται, κατὰ τὰς ἐν τοῖς σιμοῖς φλέβας, ἐπ’ οὖρα δὲ προτρέποντα διὰ τῆς κοίλης φλεβὸς, ὅσα κατὰ τὰς ταύτης φλέβας. ἑτέρα δὲ ἐπὶ ταῖς προειρημέναις ἔνδειξις ἀφ’ ἥπατος, ὡς ἀρχῆς φλεβῶν. ἐπεὶ γὰρ οὐχ ἑαυτὸ μόνον, ὥσπερ τὰ πλεῖστα μόρια τοῦ ζώου, διοικεῖν πέφυκεν, ἀλλ’ ἐπιπέμπει δύναμιν ταῖς φλεψὶ, κίνδυνός ἐστιν, ἐὰν ἐκλύσωμεν αὐτοῦ τὸν τόνον ἐπιβροχαῖς τε καὶ καταπλάσμασι χαλαστικοῖς, αὐτό τε πρῶτον ἀτονῆσαι περὶ τὴν ἐνέργειαν, ἀτόνους τε συμπάσας ἐργάσασθαι τὰς φλέβας. ὅθεν ἐπιμιγνύναι χρὴ τῶν στυφόντων τι φαρμάκων ἐν ταῖς θεραπείαις αὐτοῦ. ἀλλ’ ἐπειδὴ διὰ βάθους ἐστὶ συχνοῦ, κίνδυνος ἐκλυθῆναι τὴν δύναμιν τοῦ στύφοντος, ἐὰν μὴ ποδηγῆται πρός τινος ἑτέρας οὐσίας λεπτομεροῦς, οἵα περ ἡ τῶν ἀρωμάτων ἐστί. κάλλιον δὲ, εἰ αὐτὸ τὸ στύφον φάρμακον εὐθὺς εἴη καὶ ἀρωματῶδες· συμφύτους γὰρ ἔχον δύο ποιότητάς τε καὶ δυνάμεις ἰσχυρότερον
400
ἐνεργήσει. καὶ τοίνυν ἐκκενούσθω μὲν καὶ ἤδη τὸ παρὰ φύσιν εἰς τὸ μόριον ἐνεχθέν· ἐχέτω δὲ τὴν συμμετρίαν τῶν χυμῶν τὴν κατὰ φύσιν. ἐπισκεπτέον οὖν ἡμῖν ἐν τούτῳ, μήτι πρὸς τῆς τοῦ ῥεύματος ποιότητος ἠλλοιώθη τὴν κρᾶσιν, εἰ μὲν φλεγματικώτερον ἦν, ψυχθὲν, εἰ δὲ χολωδέστερον, θερμανθὲν, ἵνα καὶ ταύτην αὐτοῦ τὴν δυσκρασίαν ἰασάμενοι τελέως ὑγιὲς ἀποφάνωμεν. ἰασόμεθα δὲ τὴν ἐναντίαν ἀντεισάγοντες ποιότητα, καθάπερ ἐν ταῖς τῶν δυσκρασιῶν εἴρηται θεραπείαις, εἰς ὅσον ἕκαστον ἐγένετο θερμότερον, ψύχοντες εἰς τοσοῦτον. ὥστ’ ἐνταῦθα πάλιν ἀναγκαῖον ἐπίστασθαι τὴν κατὰ φύσιν εὐκρασίαν αὐτοῦ. πῶς γὰρ ἂν εἰδείημεν, ὁπόσῳ τοῦ κατὰ φύσιν ἐστὶ ψυχρότερον ἢ θερμότερον, ἢ πότε ψύχοντες παυσόμεθα, μὴ γινώσκοντες τὸ μέτρον τῆς κατὰ φύσιν θερμότητος; οὕτω δὲ καὶ εἰ τὸ ψυχρότερον γενόμενον θερμαίνομεν, μὴ γινώσκοντες τὸ μέτρον αὐτῆς τῆς κατὰ φύσιν ψυχρότητος, οὐχ οἶόν τε ἡμῖν οὔτ’ εὐπορῆσαι τοῦ θερμαίνοντος οἰκείως, οὔτε παύσασθαι θερμαίνοντας.

401

Ἐπεὶ δὲ καὶ περὶ τούτων αὐτάρκως εἴρηται, μεταβαίνειν ἤδη καιρὸς ἐπὶ τὰ κατὰ τὸν ἀριθμὸν οὐ κατὰ φύσιν ἔχοντα. διττῆς δὲ οὔσης αὐτῶν τῆς διαφορᾶς, οἷς μὲν ἐλλιπές τι μόριον, ἐργάζεσθαι τοῦτο σκοπὸς, ὑπηρετοῦντας δηλονότι τῇ φύσει, καθ’ ὃν ὀλίγον ἔμπροσθεν, εἴρηται τρόπον. οἷς δ’ αὖ περιττεύει, τοῦτ’ ἐκκόπτειν αὐτὸ, ἤτοι διὰ σμίλης, ἢ διὰ πυρὸς, ἢ διὰ φαρμάκου καυστικοῦ. ταυτὶ μὲν οὖν ἅπαντα σχεδὸν δυνατόν ἐστιν ἰάσασθαι, γεννῆσαι δ’ οὐχ ἅπαντα δυνατὸν, ὡς ἐν τῷ περὶ σπέρματος ἀποδέδεικται λόγῳ. τινὰ δὲ κᾂν αὐτὰ μὴ δυνατὸν ᾖ γεννῆσαι, ποιῆσαι γοῦν ἀντ’ αὐτῶν ἕτερόν τι δυνατὸν, ὡς ἐπὶ τοῦ ὀστοῦ τελέως ἐξαιρεθέντος οὐσίαν ἑτέραν ἐν τῇ κατ’ αὐτὸ χώρᾳ, διαφέρουσαν ὀστοῦ τε καὶ σαρκός. ἔστι γὰρ ἡ γινομένη κατὰ τὴν χώραν αὐτοῦ καθάπερ τις σὰρξ. πωροειδὴς, ἢ πῶρος σαρκοειδὴς, καὶ τοῦ χρόνου δὲ προϊόντος ἐπὶ τὸ πωρωδέστερον μεθίσταται, κατ’ ἀρχὰς σαρκοειδὴς μᾶλλον οὖσα. καθ’ ὅ τι δ’ αὖ μόριον ἀπολλύμενον οὔτε τὴν αὐτὴν οὐσίαν κατ’ εἶδος, οὔθ’ ὁμοίαν ἐργάσασθαι δυνάμεθα, τρίτος ἡμῖν σκοπὸς ἐξευρεῖν τινα κόσμον, ὡς

402
ἐπὶ κολοβωμάτων. ἐπικοινωνεῖ δὲ δηλονότι τὸ γένος ὅλον τοῦτο τῷ κατὰ τὸ πηλίκον. ὅσον γὰρ αὐτοῦ περὶ τὸ κατὰ φύσιν ἐστὶν, ἐκείνῳ πλησιάζει. τὸ δ’ ἐν τοῖς τῷ γένει παρὰ φύσιν ἀποκεχώρισται μόνον. ἐφ’ οὗ πρῶτος μὲν σκοπὸς ἡ ἀφαίρεσις· εἰ δ’ ἀδύνατος οὗτος, ἡ μετάθεσις δεύτερος, ὡς ἐπὶ τῶν ὑποχυμάτων. ὅσα δ’ οὐχ ὅλοις μορίοις, ἀλλ’ ἐν μέρεσι μορίων ἐλλείπει τε καὶ ὑπερβάλλει τοῦ κατὰ φύσιν, ἀνάθρεψις μὲν ἢ γένεσις ἐπὶ τῶν ἐλλειπόντων, ἀφαίρεσις δὲ ἢ καθαίρεσις ἐπὶ τῶν ὑπερβαλλόντων· ὅθεν οὔτε σκοπὸς ἐπ’ αὐτῶν ἕτερος, οὔτ’ ἰδέα φαρμάκων ἑτέρα κατὰ γένος. ἀλλ’ ἐπὶ τὸ λοιπὸν ἔτι γένος ἰτέον τῶν ὑγιεινῶν αἰτίων, ὅπερ ἐνανορθωτικόν ἐστι τῶν παρὰ τὴν θέσιν ἐσφαλμένων σωμάτων, οἷον ἐξαρθρήματα καὶ ἔντερον ἐν ὀσχέῳ. γίνεται δὲ τὸ μὲν ἐκ βιαίας τάσεως ἢ ὤσεως· τὸ δὲ ἐξ ἀνευρύνσεως ἢ ῥήξεως τοῦ περιέχοντος· ὥστε καὶ ἡ ἴασις τῷ μὲν ἐξ ἀντιτάσεώς τε καὶ τῆς εἰς τοὐναντίον, εἰ παρήλλαξεν, ὤσεως, τῷ δὲ ἐκ τοῦ στεγανὸν
403
ἐργάσασθαι τὸ περιέχον. ἐξ ὧν δ’ ἂν τις μεθόδων τὰ κατὰ μέρος ἐξευρίσκῃ, διὰ τῆς θεραπευτικῆς πραγματείας δεδήλωται.

Ἑξῆς δ’ εἴη λέγειν, ὅσα κατὰ τὸν ἔμπροσθεν λόγον ἀνεβαλλόμεθα. καλοῦσι δὲ αὐτὰ προφυλακτικά. τριττὴ δ’ ἐστὶ καὶ τούτων ἥ γε κατὰ γένος διαφορά. πρώτη μὲν ὑγιαίνοντος ἀμέμπτως τοῦ ἀνθρώπου, δευτέρα δὲ ἡ μεμπτῶς, ἡ τρίτη δὲ νοσοῦντος. τὸ μὲν οὖν πρῶτον γένος ἐκ τῆς ὑγιεινῆς ἐστι πραγματείας, διττὸν ὑπάρχον, ὡς ἔμπροσθεν εἴρηται· τὸ δεύτερον δὲ ἐκ τῆς προφυλακτικῆς· τὸ δὲ τρίτον ἐκ τῆς θεραπευτικῆς. ἐν χυμοῖς δὲ μάλιστα τὴν σύστασιν ἔχει σύμπαν τοῦτο τὸ γένος, οὓς οὔτε γλίσχρους εἶναι προσήκει, οὔτε παχεῖς, οὔτε ὑδατώδεις, οὔτε πολλοὺς, οὔτε ἐπὶ πλέον θερμοὺς, ἢ ψυχροὺς, οὔτε δακνώδεις, οὔτε σηπεδονώδεις, οὔτε δηλητηρίους. αὐξηθέντες γὰρ αἴτιοι καθίστανται νοσημάτων. αὐξάνονται δὲ, ποτὲ μὲν ὑπὸ τῆς αὐτῆς αἰτίας, ἥπερ αὐτοὺς ἐγέννησε τὸ πρῶτον· ἔστι δὲ ὅτε συναλλοιοῦντες ἑαυτοῖς τοὺς κατὰ τὸ

404
σῶμα χυμούς. σκοπὸς δ’ ἐστὶ καὶ ἐπὶ τούτων ὁ τῆς ἰάσεως διττὸς, ἡ ἀλλοίωσίς τε καὶ κένωσις. ἀλλοιοῦνται μὲν οὖν ἤτοι πεττόμενοι πρὸς αὐτοῦ τοῦ σώματος, ἢ ὑπό τινων φαρμακωδῶν δυνάμεων, ἐν αἷς εἰσι καὶ αἱ θεραπεύουσαι τοὺς ἰοὺς τῶν ἰοβόλων ὀνομαζομένων ζώων, ἔτι τε τὰ δηλητήρια φάρμακα μεταβάλλουσαι. κενοῦνται δὲ ὑπὸ τῶν θερμῶν ἱκανῶς φαρμάκων, καὶ καθάρσεων, καὶ κλυστήρων, καὶ ἱδρώτων, καὶ ἐμέτων. αὗται μὲν αὐτῶν αἱ κοιναὶ κενώσεις. ἴδιαι δὲ ἐκ τῶν τόπων, ἐν οἷς ἂν ἀθροισθῶσι, λαμβάνονται, καθάπερ ἐν τοῖς ὑγιεινοῖς δεδήλωται, κατὰ τὸ τρίτον καὶ τέταρτον, καὶ μάλιστα περί τε κόπων ἡμῶν διεξιόντων, ὅσαι τε ἄλλαι τοιαῦται παράκεινται τοῖς κόποις διαθέσεις. ἐκκενοῦνται γὰρ ἑτοιμότερον, οἱ μὲν ἐν ταῖς πρώταις φλεψὶ διὰ γαστρός· οἱ δ’ ἐν ταῖς καθ’ ἧπαρ δι’ οὔρων· οἱ δὲ καθ’ ὅλην τὴν ἕξιν δι’ ἱδρώτων· ὥσπερ γε καὶ οἱ κατὰ τὴν κεφαλὴν ἤτοι δι’ ὑπερώας, ἢ διὰ ῥινῶν, ἢ δι’ ἀμφοτέρων· οἱ δ’ ἐν ταῖς τοῦ θώρακος εὐρυχωρίαις
405
διὰ φάρυγγος ἅμα καὶ βηχός· οἱ δὲ κατὰ νεφροὺς ἢ κύστιν δι’ οὔρων. ἀντισπάσεως δὲ κοινὴ συμπάντων τῶν μερῶν ἔνδειξις ἐπὶ τὰ ποῤῥωτάτω, παροχέτευσις δὲ ἐπὶ τὰ πλησίον. ἅπαντα δ’ οὖν, ὅσα θεραπεύει τὰς τοιαύτας διαθέσεις, ὑγιεινὰ προσαγορεύομεν αἴτια, καθάπερ νοσερὰ τὰ προσαύξοντα, καὶ οὐδέτερα τὰ μήτε βλάπτοντα, μήτε ὠφελοῦντα. δύναιτο δ’ ἄν τις αὐτὰ μηδ’ αἴτια προσαγορεύειν ὅλως, οἷοί πέρ εἰσιν οἱ πολλοὶ τῶν σοφιστῶν, ἀμελοῦντες μὲν αὐτῶν τῶν πραγμάτων ἐξευρίσκειν τὴν διαφορὰν, ἐν δὲ τοῖς ὀνόμασι τὸ πλεῖστον τοῦ χρόνου διατρίβοντες. εἴρηται δ’ ἐπὶ πλέον ἐν ἑτέροις πρὸς αὐτούς. τὸ μὲν δὴ προφυλακτικὸν τῆς τέχνης τοιόνδε.

Τὸ δ’ ἀναληπτικόν τε καὶ ἀναθρεπτικὸν ἐπὶ τῶν ἀνακομιζομένων ἐκ νόσου καὶ γερόντων. ὁποία δέ τίς ἐστι καὶ ἡ τούτων διάθεσις, ὑπὸ τίνων τε μάλιστα αἰτίων εἰς τὸ κατὰ φύσιν ἐπανέρχεται, τελεώτατα μὲν ἐν

406
τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι δεδήλωται· διὰ κεφαλαίων δ’ ἂν ῥηθείη καὶ νῦν. ἡ μὲν οὖν διάθεσίς ἐστι τοιάδε. χρηστὸν μὲν, ἀλλ’ ὀλίγον τὸ αἷμα, καὶ σὺν αὐτῷ τό τε ζωτικὸν ὀνομαζόμενον πνεῦμα, καὶ τὸ ψυχικόν. αὐτὰ δὲ τὰ στερεὰ μύρια ξηρότερα, καὶ διὰ τοῦτο καὶ αἱ δυνάμεις αὐτῶν ἀῤῥωστότεραι, καὶ διὰ ταύτας ὅλον τὸ σῶμα ψυχρότερον. αἴτια δ’ ὑγιεινὰ, τὰ τὴν εἰρημένην ἐπανορθούμενα διάθεσιν ἑνὶ μὲν κεφαλαίῳ περιλαβεῖν, ὅσα ταχεῖαν μὲν καὶ ἀσφαλῆ θρέψιν ἐργάζεται· κατὰ μέρος δὲ, ἐν ταῖς συμμέτροις κινήσεσι, καὶ σιτίοις, καὶ πόμασι, καὶ ὕπνοις. εἰσὶ δὲ ὕλαι τῶν μὲν κινήσεων αἱ αἰῶραι, καὶ περίπατοι, καὶ τρίψεις, καὶ λουτρά. καὶ εἰ πολὺ βελτίους ἐπὶ τούτοις γίνοιντο, καὶ τῶν συνήθων ἔργων ἐπ’ ὀλίγον ἁπτέσθωσαν. τῶν δὲ σιτίων κατ’ ἀρχὰς μὲν ὑγραὶ, καὶ εὔπεπτοι, καὶ μὴ ψυχραὶ, προϊόντων δὲ καὶ αἱ τροφιμώτεραι. πόμα δὲ ἐπιτήδειον οἶνος, ἡλικίᾳ μὲν σύμμετρος, ἰδέᾳ δὲ καθαρός τε καὶ διαυγὴς, ἤτοι λευκὸς, ἢ ὑπόξανθος, ὀσμῇ ἡδὺς, μέτριος ἐν τῷ γεύεσθαι, μήθ’ ὑδατώδης τὸ πᾶν,
407
μήτε τινὰ σφοδρὰν ἐνδεικνύμενος ποιότητα, μήτ’ οὖν στρυφνότητα, μήτε δριμύτητα, μήτε πικρότητα. λέγεται δ’, ὡς ἀρτίως εἶπον, ἐν τοῖς θεραπευτικοῖς ἐπὶ πλεῖστον ὑπὲρ αὐτῶν· νυνὶ γὰρ οὐ διελθεῖν ἅπαντα τὰ κατὰ μέρος ἡμῖν πρόκειται, μόνον δ’ ἀναμνῆσαι τῶν κεφαλαίων, ὧν ἐν ἑτέραις πραγματείαις ἐποιησάμεθα τὴν διέξοδον, ἃς προσγράψας, ὁπόσαι τέ εἰσι καὶ ποῖαι, καταπαύσω τὸν λόγον ἐνταῦθα. [κατάλογος.] εἴρηται μὲν οὖν καὶ πρόσθεν, ὡς ἔστιν ἕν ἄλλο βιβλίον, ἐν ᾧ περὶ συστάσεως τῆς ἰατρικῆς τέχνης διερχόμεθα. προηγεῖται δ’ αὐτοῦ τὰ πρότερα δύο περὶ τεχνῶν συστάσεως. ἀλλὰ ταῦτα μὲν ἅμα τῷ νῦν περανθέντι χωρὶς τῶν κατὰ διέξοδόν ἐστι πραγματειῶν· ἐκεῖναι δὲ τήνδε τὴν τάξιν ἔχουσι. περὶ μὲν οὖν τῶν καθ’ Ἱπποκράτην στοιχείων ἓν βιβλίον ἐστίν. ἑξῆς δ’ αὐτῷ τρία περὶ κράσεων. ὧν τὰ μὲν δύο περὶ τῶν ἐν τοῖς ζώοις ἐστὶ κράσεων, τὸ τρίτον δὲ ὑπὲρ τῶν ἐν τοῖς φαρμάκοις. διὸ καὶ τὴν περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως πραγματείαν οὐχ οἶόν τε κατανοῆσαι καλῶς ἄνευ τοῦ τὸ τρίτον
408
ἀκριβῶς ἀναγνῶναι περὶ κράσεων. ἔστι δὲ καὶ ἄλλο βιβλίον μικρὸν, ἑπόμενον τοῖς πρώτοις δύο περὶ κράσεων, τὸ περὶ τῆς ἀνωμάλου δυσκρασίας ἐπιγραφόμενον· ὁμοίως δ’ αὐτῷ καὶ ἄλλα δύο μικρὰ, τὸ μὲν περὶ τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος, τὸ δὲ περὶ εὐεξίας. τρίβιβλος δ’ ἄλλη πραγματεία ἡ περὶ φυσικῶν δυνάμεών ἐστιν· ἣν εἴτε μετὰ τὰ δύο περὶ κράσεων, εἴτε μετὰ τὸ περὶ στοιχείων ἀναγινώσκειν τις ἐθέλοι, δύναιτ’ ἂν ἔσεσθαι. μετὰ δὲ ταύτην ἐν πλείοσι πραγματείαις ὑπὲρ τῶν ψυχικῶν ἐνεργειῶν διέξιμεν. ἐπεὶ δὲ εἰς τὰς ἀποδείξεις αὐτῶν οὐ σμικρὸν ὄφελός ἐστι τὰ διὰ τῶν ἀνατομῶν φαινόμενα, πρώταις ἐκείναις ἐγγυμνάσασθαι προσήκει. ἔστι δὲ χρησιμωτάτη μὲν αὐτῶν ἡ τῶν ἀνατομικῶν ἐγχειρήσεων. ἄλλαι δέ τινες ἐπ’ αὐταῖς πλείους, ἐν δυοῖν μὲν περὶ ἀνατομικῆς διαφωνίας, ἐν ἑνὶ δὲ περὶ τῆς τῶν τεθνεώτων ἀνατομῆς· οἷς ἐφεξῆς δύο περὶ τῆς ἐπὶ τῶν ζώντων. ἐν ἄλλοις δέ τισι κατὰ μέρος, ὅσα τοῖς εἰσαγομένοις ἐποιησάμεθα, τὰ περὶ ὀστῶν, καὶ ἡ τῶν μυῶν ἀνατομὴ, καὶ ἡ τῶν νεύρων,
409
καὶ ἡ τῶν ἀρτηριῶν καὶ φλεβῶν, καί τινα τοιαῦτα ἕτερα. τῶν τοιούτων δ’ ἐστὶ, καὶ εἰ κατὰ φύσιν τὸ ἐν ἀρτηρίαις αἷμα. τὰ δὲ τὰς ἐνεργείας αὐτῶν ἀποδεικνύντα, δύο μέν εἰσι περὶ μυῶν κινήσεων, τρία δὲ περὶ θώρακος καὶ πνεύμονος κινήσεως, οἶς ἐφεξῆς ὑπὲρ τῶν τῆς ἀναπνοῆς αἰτίων, οἷς ἕπεται τὰ περὶ φωνῆς. ὑπὲρ ἡγεμονικοῦ δὲ καὶ τῶν ἄλλων ἁπάντων, ὅσα περὶ φυσικῶν ἢ ψυχικῶν ἐνεργειῶν ζητεῖται, διὰ πολυβίβλου πραγματείας ἐδηλώσαμεν, ἣν περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπιγράφομεν. ἐκ τούτου τοῦ γένους ἐστὶ τῆς θεωρίας καὶ τὰ περὶ σπέρματος ἰδίᾳ γεγραμμένα, καὶ προσέτι τῆς Ἱπποκράτους ἀνατομῆς, οἷς ἅπασιν ἡ περὶ χρείας μορίων ἕπεται πραγματεία. εἰς δὲ τὰς διαγνώσεις τῶν νοσημάτων ἥ τε περὶ τῶν πεπονθότων τόπων καὶ ἡ περὶ σφυγμῶν πραγματεία χρήσιμος ὑπάρχει, ακθ’ ἣν καὶ τὰς προγνώσεις διδάσκομεν. ἡγεῖται δὲ τῆς περὶ σφυγμῶν δύο βιβλία, τὸ περὶ χρείας ἀναπνοῆς,
410
καὶ τὸ περὶ χρείας σφυγμῶν. αὕτη δὲ ἡ περὶ τῶν σφυγμῶν πραγματεία εἰς τέτταρα μέρη νενέμηται· πρῶτον μὲν τὸ περὶ τῆς διαφορᾶς αὐτῶν, δεύτερον δὲ τὸ περὶ τῆς διαγνώσεως, καὶ τρίτον τὸ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, καὶ τέταρτον περὶ τῆς διὰ τῶν σφυγμῶν προγνώσεως. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ τὸ τοῖς εἰσαγομένοις περὶ τῶν σφυγμῶν γεγραμμένον. ἐννοῶ δὲ καὶ ἄλλο τι ποιῆσαι βιβλίον ἓν οἷον ἐπιτομὴν ἁπάντων, ὅπερ ἤτοι τέχνην περὶ σφυγμῶν, ἢ σύνοψιν ἐπιγράψω. χρήσιμον δὲ εἰς τὴν τοιαύτην θεωρίαν ἐστὶ, καὶ δι’ ὧν ἐξηγοῦμαί τε ἅμα καὶ κρίνω τὸ περὶ σφυγμῶν Ἀρχιγένους βιβλίον. εἰς δὲ τὰς προγνώσεις χρησιμωτάτη μάλιστά ἐστιν ἡ περὶ κρίσεων πραγματεία· προηγεῖται δ’ αὐτῆς ἡ περὶ τῶν κρισίμων. ἀλλὰ καὶ ἡ περὶ δυσπνοίας πρὸς διάγνωσίν τε τῆς παρούσης διαθέσεως καὶ πρόγνωσιν τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν περὶ τὸν κάμνοντα χρήσιμος ὑπάρχει. ταῦτά τε οὖν ἅπαντα, καὶ σὺν αὐτοῖς ἔνια μονόβιβλά ἐστι γινώσκεσθαι χρήσιμα, καθάπερ τὸ περὶ τῶν προκαταρκτικῶν αἰτίων,
411
καὶ τὸ περὶ τῆς ἰατρικῆς ἐμπειρίας, καὶ τὸ περὶ τῆς λεπτυνούσης διαίτης, ἔτι τε τὸ περὶ τῆς φλεβοτομίας πρὸς Ἐρασίστρατον, καὶ τὸ περὶ τῶν παρὰ φύσιν ὄγκων. ὡσαύτως δὲ καὶ τὸ περὶ πλήθους, ἕτερά τέ τινα τοιαῦτα. πάντων δὲ ἀναγκαιότερα πρὸς τὴν θεραπευτικὴν μέθοδόν ἐστιν τό τε περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, καὶ τὸ περὶ τῆς τῶν συμπτωμάτων, καὶ τρίτον ἐπ’ αὐτοῖς, ἐν ᾧ τὰς αἰτίας τῶν νόσων διέξιμεν, ἐφ’ οἶς ἄλλα τρία, ἐν οἶς τὰς ἐπὶ τοῖς συμπτώμασιν αἰτίας ἐξηγούμεθα, τά τε περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεώς ἐστιν, ὧν ἔμπροσθεν ἐμνημόνευσα, καὶ τὰ περὶ συνθέσεως φαρμάκων, οἷς τὰ τῆς θεραπευτικῆς ἕπεται μεθόδου γεγραμμένης ἡμῖν ἰδίᾳ, καὶ τῆς τῶν ὑγιεινῶν πραγματείας. ὅτι δὲ καὶ πρὸ ἁπάντων τούτων ἐγγεγυμνάσθαι χρὴ τῇ περὶ τῆς ἀποδείξεως πραγματείᾳ τὸν μέλλοντα λογικῶς μεταχειρίζεσθαι τὴν τέχνην, ἐν τῷ περὶ τῆς ἀρίστης αἱρέσεως ἐπιδέδεικται γράμματι. περὶ δὲ τῶν ἄλλων συγγραμμάτων τε καὶ ὑπομνημάτων ὧν ἐγράψαμεν, οὐκ ἀναγκαῖόν ἐστι διεξέρχεσθαι νῦν, ὑπὲρ ἁπάντων
412
γε μέλλοντας ἐρεῖν ἑτέρωθι, καθ’ ἕν ἴσως ἢ δύο βιβλία τὴν ἐπιγραφὴν ἕξοντα, Γαληνοῦ περὶ τῶν ἰδίων βιβλίων.