Σύνθετοι δὲ, θερμὴ μὲν καὶ ξηρὰ πρώτη, καθ’ ἣν ἀπέριττοί τέ εἰσι καὶ ἀκριβεῖς ταῖς αἰσθήσεσι, καὶ ἀγρυπνητικώτατοι, καὶ φαλακροῦνται ταχέως. ἡ πρώτη μέντοι γένεσις τῶν τριχῶν ταχίστη τέ ἐστι καὶ εὐτραφεστάτη, μελανότριχές τε καὶ οὐλότριχές εἰσι, καὶ θερμοὶ, ψαυόντων τῆς κεφαλῆς, ἐρυθροί τε μέχρι τῶν τῆς ἀκμῆς χρόνων. εἰ δ’ ὑγρότης προσίοι τῇ θερμότητι, βραχὺ μὲν ὑπερβαλλουσῶν ἀμφοτέρων τὸ σύμμετρον, εὔχροιά τε καὶ θερμότης, καὶ αἱ ἐν τοῖς ὀφθαλμοῖς φλέβες μεγάλαι, καὶ περιττώματα
327
πλείω, μετρίως πέπονα, καὶ αἱ τρίχες εὐθεῖαι καὶ ὑπόξανθοι, καὶ οὐ φαλακροῦνται ῥᾳδίως, πληροῦνται δὲ, καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων. εἰ δὲ καὶ ὑγραίνοιντο, πολὺ δή που μᾶλλον, ἡνίκα καὶ πλῆθος ἴσχουσι περιττωμάτων. ἐὰν δ’ ἐπὶ πλεῖστον ὑγρότητός τε καὶ θερμότητος ἥκωσι, νοσώδης τούτοις ἡ κεφαλὴ, καὶ περιττωματικὴ, καὶ ῥᾳδίως ὑπὸ τῶν ὑγραινόντων τε καὶ θερμαινόντων βλαπτομένη. νότος δ’ αὐτοῖς πολέμιος ἀεί. ἄριστα δ’ ἐν τοῖς βορείοις διάγουσιν, οὐ μὴν οὐδ’ ἐγρηγορέναι δύνανται μέχρι πλείονος, ὕπνῳ τ’ ἐπιτρέψαντες ἑαυτοὺς, ἅμα τε κωματώδεις εἰσὶ καὶ ἄγρυπνοι, καὶ φαντασιώδεις τοῖς ὀνείρασιν, καὶ αἱ ὄψεις ἀχλυώδεις, καὶ αἱ αἰσθήσεις οὐκ ἀκριβεῖς. εἰ δὲ πολλῷ μὲν εἴη τοῦ συμμέτρου θερμότερος ὁ ἐγκέφαλος, ὀλίγῳ δ’ ὑγρότερος, ἐπικρατήσει μὲν τὰ τῆς θερμῆς κράσεως γνωρίσματα, μιχθήσονται δ’ αὐτοῖς ἀμυδρῶς τὰ τῆς ὑγρότητος, ὥσπερ καὶ, εἰ πολλῷ μὲν ὑγρότερος, ὀλίγῳ δὲ θερμότερος, ἐναργῆ μὲν ἔσται καὶ σφοδρὰ ὰ τοῦ ὑγρότητος, ἀμυδρὰ δὲ τὰ τῆς θερμότητος γνωρίσματα. κοινὸς δ’ οὗτος ὁ λόγος ἐπὶ πασῶν ἐστι τῶν
328
κατὰ συζυγίαν δυσκρασιῶν. αἱ ψυχραὶ δ’ ἅμα καὶ ξηραὶ κράσεις ἐγκεφάλου ψυχρὰν καὶ ἄχρουν ἀποτελοῦσι τὴν κεφαλὴν ὅσον ἐφ’ ἑαυταῖς. ἀεὶ γὰρ χρὴ μεμνῆσθαι τοῦ κατ’ ἀρχὴν διορισμοῦ, προσεπιλογιζόμενον, ὅσον ἐκ τῆς τῶν χυμῶν κράσεως ἀλλοιοῦται τὰ κατ’ αὐτόν. εὐθὺς δ’ αἱ τοιαῦται κράσεις ἄφλεβοί τὲ τὰ κατὰ τοὺς ὀφθαλμούς εἰσι, καὶ πρὸς τῶν ψυχρῶν αἰτίων ἑτοίμως βλάπτονται· διὸ καὶ ἀνωμάλως ὑγιαίνουσι, ποτὲ μὲν κουφότατοι τὰς κεφαλὰς, ἀπέριττοί τε τὰς ἀκροὰς, ἐνίοτε δὲ κατάῤῥοις τε καὶ κορύζαις· ἐπὶ σμικροῖς αἰτίοις ἑτοίμως ἁλισκόμενοι. αἱ δ’ αἰσθήσεις αὐτῶν ἐν νεότητι μὲν ἀκριβεῖς τέ εἰσι καὶ ἄμεμπτοι τὰ πάντα, προϊοῦσι δὲ ἀπομαραίνονται ταχέως, καὶ, συλλήβδην φάναι, ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντές εἰσι· διὸ καὶ πολιοῦνται ταχέως. αἱ τρίχες δ’ αὐτοῖς γεννηθεῖσι μὲν ἀνέρχονται μόγις, ἄτροφοι καὶ πυῤῥαί· προήκοντι δὲ τῷ χρόνῳ, κρατούσης μὲν ἐπὶ πλέον τῆς ψυχρότητος ἤπερ τῆς ξηρότητος, οὐ φαλακροῦνται. τοὔμπαλιν δὲ,
329
εἰ συμβαίη τὴν ξηρότητα μὲν πλεῖστον κρατῆσαι τῆς ὑγρότητος, τὴν ψυχρότητα δὲ τῆς θερμότητος ὀλίγον, οἱ τοιοῦτοι φαλακροῦνται. αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ κράσεις ἐγκεφάλου κωματώδεις ἐργάζονται, καὶ ὑπνηλοὺς, καὶ φαύλους ταῖς αἰσθήσεσι, καὶ περιττωματικοὺς, εὐψύκτους τε καὶ εὐπληρώτους τὴν κεφαλὴν, εὐαλώτους τε κατάῤῥοις καὶ κορύζαις. οὐ μὴν οὐδὲ φαλακροῦνται οἱ τοιοῦτοι. ταυτὶ μὲν οὖν ἐστι τὰ σημεῖα τῶν ἐγκεφάλου κράσεων. ἐξ αὐτῶν δ’ ὁρμώμενος ἐφ’ ἕκαστον ὄργανον αἰσθήσεως ἴσθι τὰς διαγνώσεις μεταφέρων.
Ἀρκέσει δ’ ἐπ’ ὀφθαλμῶν μόνον εἰπεῖν. ὅσοι μὲν ἁπτομένοις ἐναργῶς εἰσι θερμοὶ, καὶ κινοῦνται ῥᾳδίως τε καὶ πολλάκις, καὶ φλέβας εὐρείας ἔχουσι, θερμοὶ σύμπαντές εἰσι. ψυχροὶ δὲ οἱ τούτοις ἐναντίοι, καὶ ὑγροὶ μὲν οἱ μαλακοί τε ἅμα καὶ πλήρεις ὑγρότητος, ξηροὶ δὲ οἱ αὐχμηροί τε ἅμα καὶ σκληροί. καὶ βλάπτονται μὲν ὑπὸ τῶν ὁμοίων αἰτίων τῇ κράσει ῥᾳδίως, ὠφελοῦνται δὲ ὑπὸ τῶν ἐναντίων τῇ ἐμμέτρῳ χρήσει. ἀλλὰ τοῦτό γε κοινὸν ἐπὶ
330
πάσῃ διαγνώσει κράσεως ἅπαντος μορίου μεμνῆσθαι προσήκει. μέγεθος δ’ ὀφθαλμῶν ἅμα μὲν εὐρυθμίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ πλῆθος οὐσίας εὐκράτου, ἐξ ἧς διεπλάσθησαν, ἐνδείκνυται. τὸ δ’ ἄνευ τούτων πολλὴν μὲν τὴν οὐσίαν, οὐκ εὔκρατον δὲ δηλοῖ. μικρότης δ’ ὀφθαλμῶν ἅμα μὲν εὐρυθμίᾳ τε καὶ τῇ τῶν ἐνεργειῶν ἀρετῇ ὀλίγην μὲν, ἀλλ’ εὔκρατον ἐνδείκνυται τὴν οὐσίαν, ἐξ ἧς διεπλάσθησαν, ἅμα δ’ ἀῤῥυθμίᾳ τινὶ καὶ κακίᾳ τῶν ἐνεργειῶν ὀλίγην τε ἅμα καὶ φαύλην εἶναι σημαίνει τὴν οὐσίαν αὐτῶν. τὰ δὲ κατὰ χρόας ᾧδε χρὴ διορίζεσθαι. γλαυκοὶ μὲν ὀφθαλμοὶ λάμποντες ὑγρότητι καθαρᾷ τε καὶ οὐ πολλῇ φωτός λαμπροῦ γίνονται περιουσίᾳ, μέλανες δ’ ἔμπαλιν. οἱ δ’ αὖ μεταξὺ κατὰ τὰς ἀνὰ μέσον αἰτίας. γλαυκὸς μὲν οὖν ὀφθαλμὸς ἤτοι διὰ μέγεθος, ἢ λαμπρότητα τοῦ κρυσταλλοειδοῦς, ἤ προπετῆ θέσιν, ἢ διὰ τὴν τοῦ λεπτοῦ καὶ ὑδατώδους ὑγροῦ τοῦ κατὰ τὴν κόρην ὀλιγότητά τε καὶ καθαρότητα γίνεται· πάντων μὲν ἅμα συνελθόντων, ὁ γλαυκότατος· εἰ
331
δὲ τὰ μὲν αὐτῶν παρῇ, τὰ δὲ μὴ, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν γλαυκότητι συνίσταται.· μέλας δ’ ὀφθαλμὸς ἢ διὰ τὴν σμικρότητα τοῦ κρυσταλλοειδοῦς, ἢ διὰ τὴν ἐν βάθει θέσιν, ἢ ὅτι λαμπρόν τε καὶ αὐγοειδὲς ἀκριβῶς οὐκ ἔστιν, ἢ ὅτι τὸ λεπτὸν ὑγρὸν, ἤτοι πλέον, ἢ οὐ καθαρόν ἐστιν, ἢ διά τινα τούτων, ἢ διὰ πάντα πέφυκε γίνεσθαι. τὸ μᾶλλον δὲ καὶ ἧττον ἐν αὐτοῖς, ὡς ἔμπροσθεν εἴρηται. τὸ μὲν οὖν λεπτὸν ὑγρὸν, ὑδατωδέστερόν τε καὶ πλέον γενόμενον, ὑγρότερον ἀποφαίνει τὸν ὀφθαλμόν. ὥσπερ γε καὶ εἰ παχύτερον, ἢ ἔλαττον γένοιτο ξηρότερον, τὸ δὲ κρυσταλλοειδὲς, εἰ μὲν σκληρότερον εἴη, ξηρότερον, εἰ δὲ μαλακώτερον, ὑγρότερον. οὕτως δὲ καὶ εἰ μὲν ὑπερβάλλοι τῆς συμμετρίας τοῦ λεπτοῦ, ξηρότερον· εἰ δ’ ἀπολείποιτο, τοὐναντίον.