Ars Medica

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Περὶ δὲ τῶν τῆς καρδίας κράσεων ἑξῆς λεγέσθω, πρότερόν γε τοῦτο ἀναμνησάντων ἡμῶν, ὡς ἕκαστον μέρος ἤτοι θερμότερον, ἢ ψυχρότερον, ἢ ξηρότερον, ἢ ὑγρότερον ἑαυτοῦ γεγονέναι φαμὲν, οὐ πρὸς ἕτερόν τι παραβάλλοντες, ἀλλὰ πρὸς ἑαυτό. ὅπως γὰρ ἂν ἡ

332
καρδία γένηταί τινι φύσει ψυχροτέρα, πολὺ θερμοτέρα τὴν κρᾶσίν ἐστιν ἐγκεφάλου τοῦ θερμοτάτου. τῆς μὲν οὖν θερμοτέρας ὡς πρὸς τὴν οἰκείαν συμμετρίαν καρδίας σημεῖα, τὰ μὲν ἀχώριστά τε καὶ οἰκεῖα, μέγεθος ἀναπνοῆς, καὶ σφυγμοῦ τάχος καὶ πυκνότης ἐστὶν, εὐτολμία τε καὶ τὸ πρὸς τὰς πράξεις ἄοκνον. εἰ δὲ ἐπὶ πλεῖστον ἥκει θερμότητος, ὀξυθυμία τε μανιώδης καὶ θρασύτης. ἔστι δὲ καὶ λάσιος αὐτοῖς ὁ θώραξ, καὶ μάλιστα τὰ στέρνα, καὶ τῶν καθ’ ὑποχόνδριον ὅσα τούτοις πλησίον. ὡς ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ σύμπαν σῶμα θερμὸν ἐπὶ θερμῇ τῇ καρδίᾳ γίνεται, πλὴν εἰ μὴ μεγάλως ἀντιπράττοι τὸ ἧπαρ. εἰρήσεται δ’ ὀλίγον ὕστερον ἅπαντος τοῦ σώματος τὰ γνωρίσματα. καὶ μέντοι καὶ ἡ τοῦ θώρακος εὐρύτης θερμότητος γνώρισμα, πλὴν εἰ μὴ κᾀνταῦθά ποτε μεγάλως ὁ ἐγκέφαλος ἀντιπράξειεν. ἐπειδὴ τὸ μὲν τοῦ νωτιαίου μέγεθος ἀνάλογόν ἐστιν ἐκείνῳ τὰ πολλὰ, καὶ τηλικοῦτοι μὲν οἱ σπόνδυλοι τὸ μέγεθος, ἡλίκος ὁ νωτιαῖος μυελὸς· ὥστε καὶ ἡ ῥάχις ὅλη. συμπήγνυται δὲ ὁ θώραξ ἐπὶ τῷ κατὰ τὸ
333
μετάφρενον αὐτῆς μέρει, καθάπερ ἐπὶ τρόπιδι ναῦς, ὥστ’ ἐξ ἀνάγκης ἕξει τὸ μὲν μῆκος ἴσον τῷ μεταφρένῳ, τὸ δ’ εὖρος, ὅταν μὲν ἀνάλογον τῷ πάχει τῶν σπονδύλων ἡ σύμπηξις αὐτῷ γένηται κατ’ ἐκείνους· ὅταν δὲ ἡ τῆς καρδίας θερμότης κρατήσασα διαφυσήσῃ τε καὶ ἀνευρύνῃ κατὰ τὴν πρώτην γένεσιν, ἀνάλογον τῇ ταύτης θερμότητι διὸ καὶ ὅταν μὲν ἐπὶ σμικρᾷ κεφαλῇ ὁ θώραξ εὐρὺς ᾖ, μέγιστον γίνεται γνώρισμα τῆς κατὰ τὴν καρδίαν θερμότητος· ὅταν δ’ ἐπὶ μεγάλῃ σμικρὸς, ἰδικώτατον καὶ τοῦτο σημεῖόν ἐστι καρδίας ψυχροτέρας. εἰ δ’ ἀνάλογον ἔχει τὴν κεφαλὴν, τοῖς ἄλλοις σημείοις διορίζου περὶ τῆς καρδίας, ὡς ἐκ θώρακός γε πηλικότητος οὐδὲν ληψόμενος. ἐπὶ δὲ ψυχροτέρας καρδίας σφυγμοὶ μικρότεροι τῶν συμμέτρων, οὐ μὴν βραδύτεροί γε ἐξ ἀνάγκης. ἢ ἀραιότεροι. ἡ ἀναπνοὴ δὲ, εἰ μὲν τοσοῦτον μικρότερος ὁ θώραξ, ὅσον ἡ καρδία ψυχροτέρα, τοῖς σφυγμοῖς ἀνάλογον· εἰ δὲ μείζων, ἢ κατὰ τὸ ποσὸν τῆς ψύξεως, οὐ σμικροτέρα μόνον, ἀλλὰ καὶ βραδυτέρα καὶ ἀραιοτέρα. δειλοὶ τὴν φύσιν οἱ τοιοῦτοι καὶ
334
ἄτολμοί εἰσι καὶ μελληταὶ, καὶ ψιλὸν αὐτοῖς τὸ στέρνον τριχῶν ἐστι. περὶ δὲ σμικρότητος αὐτῆς διοριστέον, ὡς ἔμπροσθεν εἴρηται. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς ὅλου τοῦ σώματος θερμότητος. ἡ δὲ ξηροτέρα καρδία τοὺς σφυγμοὺς ἐργάζεται σκληροτέρους, καὶ τὸν θυμὸν οὐχ ἕτοιμον μὲν, ἄγριον δὲ καὶ δύσπαυστον, ὡς τὰ πολλὰ δὲ καὶ ὅλον τὸ σῶμα ξηρότερον, εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει. ὑγροτέρας δὲ καρδίας σημεῖα, σφυγμοὶ μαλακοὶ, καὶ ἦθος εὐκίνητον μὲν πρὸς ὀργὴν, εὐκατάπαυστον δὲ, καὶ τὸ σύμπαν σῶμα ὑγρότερον, πλὴν εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττει.

Κατὰ δὲ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι τῆς καρδίας ᾧδε ἔχουσιν. θερμῆς καὶ ξηρᾶς καρδίας οἱ σφυγμοὶ σκληροὶ καὶ μεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοὶ, καὶ αἱ ἀναπνοαὶ μεγάλαι τε καὶ ταχεῖαι, καὶ πυκναί. καὶ πολὺ δὴ μᾶλλον εἰς τάχος ἐπιδιδόασι καὶ πυκνότητα, οὐ συναυξηθέντος ἀνάλογον τῇ καρδίᾳ τοῦ θώρακος. πάντων οὗτοι λασιώτατοι τὰ κατὰ τὸ στέρνον εἰσὶ

335
καὶ τὸ ὑποχόνδριον. εἰς δὲ τὰς πράξεις ἕτοιμοι καὶ θυμικοὶ καὶ ταχεῖς, ἄγριοι, καὶ ἀνήμεροι, καὶ ἰταμοὶ, καὶ ἀναίσχυντοι, καὶ τυραννικοὶ τοῖς ἤθεσι, καὶ γὰρ ὀξύθυμοι καὶ δύσπαυστοι. περὶ δὲ τῆς ἅπαντος τοῦ σώματος κράσεως, ἔτι τε τῆς τοῦ θώρακος εὐρυχωρίας, ἀνάλογον τοῖς ἔμπροσθεν εἰρημένοις διοριστέον. εἰ δ’ ὑγρότης ἐπικρατήσειεν ἄμα θερμότητι, λάσιοι μὲν ἧττον οἱ τοιοῦτοι τῶν προειρημένων, ἕτοιμοι δὲ εἰς τὰς πράξεις οὐδὲν ἧττον· οὐ μὴν ἄγριός γε ὁ θυμὸς, ἀλλ’ εἰς ὀργὴν μόνον ἕτοιμοι. οἱ σφυγμοὶ δὲ μαλακοί τε καὶ μεγάλοι, καὶ ταχεῖς, καὶ πυκνοί. καὶ ἡ ἀναπνοὴ, τοῦ μὲν θώρακος ἀνάλογον ἔχοντος τῇ καρδίᾳ, κατὰ τὴν αὐτὴν ἰδέαν τοῖς σφυγμοῖς· μικροτέρου δὲ γενομένου, τοσοῦτον θάττων τε καὶ πυκνοτέρα τῶν προειρημένων, ὅσον καὶ ὁ θώραξ μικρότερός ἐστιν. πολλῆς δὲ τῆς κατὰ τὴν κρᾶσιν ἐκτροπῆς γινομένης, καὶ μάλιστα εἰ κατὰ τὴν ὑγρότητα συμπέσῃ τοῦτο, πρὸς τοῖς εἰρημένοις ἔτι καὶ τὰ σηπεδονώδη νοσήματα γίνεται, διαφθειρομένων τε καὶ σηπομένων αὐτοῖς τῶν χυμῶν συμπεσεῖται, καὶ αἱ ἐκπνοαὶ
336
μείζους τε καὶ θάττους τῶν εἰσπνοῶν, κᾀν τοῖς σφυγμοῖς ἡ συστολὴ ταχεῖα. ὑγροτέρας δὲ καὶ ψυχροτέρας καρδίας οἱ μὲν σφυγμοὶ μαλακοὶ, τὸ δὲ ἦθος ἄτολμόν τε καὶ δειλὸν, καὶ ὀκνηρόν. εἰσὶ δὲ καὶ ψιλοὶ τριχῶν οἱ τοιοῦτοι τὰ στέρνα, καὶ ἥκιστα μηνιῶσιν, ὥσπερ καὶ εἰς ὀργὴν οὐχ ἕτοιμοι. τὰ δὲ κατὰ θώρακα καὶ τὸ σύμπαν σῶμα τοῖς ἔμπροσθεν ὡσαύτως διοριστέον. ἡ ψυχροτέρα δὲ καὶ ξηροτέρα καρδία τοὺς μὲν σφυγμοὺς σκληροὺς ἐργάζεται καὶ μικρούς· τὴν δὲ ἀναπνοὴν, εἰ μὲν ἀνάλογον τῇ ψυχρότητι μικρὸς ὁ θώραξ γένοιτο, σύμμετρον· εἰ δὲ μείζων, ἀραιὰν καὶ βραδεῖαν. ἀοργητότατοι πάντων οὗτοι· βιασθέντες μέντοι τισὶν ὀργισθῆναι, φυλάττουσι τὴν μῆνιν. εἰσὶ δὲ καὶ ἄτριχοι τὰ στέρνα πάντων μάλιστα. περὶ δὲ σμικρότητος τοῦ θώρακος, ἔτι τε τῆς τοῦ ὅλου σώματος ψυχρότητος ὁμοίως διοριστέον, ἓν κοινὸν ἐπὶ πᾶσι τοῖς εἰρημένοις ἐκεῖνο μεμνημένους, ὡς, ὅσα περὶ ἠθῶν ἢ νῦν, ἢ κατ’ ἄλλον τινὰ γέγραπται λόγον εἰς διάγνωσιν κράσεως, οὐχ
337
ὑπὲρ τῶν ἐκ φιλοσοφίας ἢ χρηστῶν ἢ μοχθηρῶν ἠθῶν ἐγγιγνομένων, ἀλλ’ ὑπὲρ τῶν ἐμφύτων ἑκάστῳ λέλεκται.