Καὶ μέγιστόν ἐστι τοῦτο γνώρισμα τῆς ἐν πνεύμονι ψυχρότητος. ὥσπερ δὲ εἰσπνέοντες ψυχρὸν αἰσθάνονται σαφῶς ἀνίας τε καὶ ψύξεως, οὕτως τὸ θερμὸν αὐτοῖς ἐστι φίλιον. ἀλλὰ καὶ φλεγματικὰ περιττώματα χρεμπτόμενοι ἅμα καὶ μετὰ βηχὸς ἀναπτύουσιν. αἱ ξηρότητες δὲ τοῦ πνεύμονος ἀπέριττοί τέ εἰσι καὶ καθαραὶ τῷ φλέγματι, καὶ λαμπρὰν ἔχουσι τὴν φωνὴν, καθάπερ αἱ ὑγρότητες τὸ ἐναντίον ἀλαμπῆ μὲν ἐργάζονται καὶ βραγχώδη τὴν φωνὴν, ἐντρέχει δ’ αὐτοῖς περιττώματα, μεῖζόν τε καὶ ὀξύτερον φθέγξασθαι προελομένοις. οὐ μὴν αὐτό γε τὸ τῆς φωνῆς μέγεθος ὑπὸ τῆς θερμότητος αὐτῆς, ὥσπερ οὐδ’ ἡ σμικρότης ὑπὸ τῆς ψυχρότητος, γίνεται· ἀλλὰ τὸ μὲν εὐρύτητι τῆς τραχείας ἀρτηρίας, ἐκφυσήσει τε σφοδροτέρᾳ, σμικρότης δὲ τοῖς ἐναντίοις ἀκολουθεῖ. ὥστε οὔτε διὰ παντὸς, οὔτε πρώτως, ἀλλὰ κατὰ συμβεβηκός τε καὶ μόναις ταῖς συμφύτοις
351
κράσεσι, οὐ ταῖς ἐπικτήτοις, ἕπεται τὸ τῆς φωνῆς μέγεθός τε καὶ ἡ σμικρότης. ὅτι μὲν γὰρ τοιάδε τὰ ὄργανα διὰ τὴν κρᾶσιν ἐγένετο, τοῖς τοιούτοις δὲ ἕπεται τοιάδε φωνὴ, ἐκ φωνῆς διὰ τοῦτο ἔνεστι περὶ τῆς συμφύτου κράσεως συλλογίζεσθαι. καὶ γὰρ ἡ λεία φωνὴ λειότητι τῆς ἀρτηρίας ἕπεται, καθάπερ ἡ τραχεῖα τραχύτητι. λειότης μὲν οὖν ἀρτηρίας συμμετρίᾳ κράσεως ἕπεται, τραχύτης δὲ ξηρότητι. τραχύτης μὲν γὰρ ἐπὶ ἀνωμαλίᾳ, κατὰ ξηρὸν σῶμα. τὴν δὲ ἀρτηρίαν ἐργάζεται σκληρὰν μὲν ἡ τῶν ὁμοιομερῶν αὐτῆς μορίων ξηρότης, ἀνώμαλον δὲ ἡ τῆς παρεσπαρμένης τούτοις ὑγρότητος ἔνδεια. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε ἡ ὀξεῖα φύσει φωνὴ χωρὶς στενότητος φάρυγγος, οὔθ’ ἡ βαρεῖα χωρὶς εὐρύτητος δύναται γίνεσθαι. στενότης μὲν οὗν ἐμφύτου ψυχρότητος ἔκγονός ἐστιν, εὐρύτης δὲ θερμότητος. ἀνάλογον δὲ ταῖς φυσικαῖς διαφοραῖς τῶν φωνῶν αἱ κατὰ πάθος ἐπιτελοῦνται, γνωρίσματα καὶ αὗται γινόμεναι τῶν ἐργαζομένων αἰτίων, ὑπὲρ ὧν αὐτάρκως ἐν τοῖς περὶ φωνῆς διώρισται. τὰ δ’ ἄλλα μόρια τοῦ ζώου τὰ
352
ἐντὸς ἀμυδρὰ τῆς κράσεως ἔχει τὰ γνωρίσματα. πειρατέον δὲ ὅμως αὐτὰ διά τε τῶν ὠφελούντων καὶ βλαπτόντων διαγινώσκειν, ἔτι τε κατὰ τὰς τῶν φυσικῶν δυνάμεων ἐνεργείας. εἴρηται δὲ ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτίων, ὡς ἥτις ἑκάστης δυνάμεως ἀρετῇ τε καὶ κακίᾳ, ἡ προηγουμένη κρᾶσίς ἐστιν. τὰ μὲν οὖν τῶν κράσεων γνωρίσματα καὶ ἤδη λέλεκται.
Τὰ δὲ περὶ τὸ μέγεθος ἤτοι τὴν διάπλασιν, ἢ τὸν ἀριθμὸν, ἢ τὴν θέσιν ἐσφαλμένα, ὅσα μὲν ὑποπίπτει ταῖς αἰσθήσεσιν, γνωρισθῆναι ῥᾴδιον. τῶν δ’ οὐχ ὑποπιπτόντων τὰ μὲν δύσγνωστα, τὰ δὲ ἄγνωστά ἐστιν. τὸ μὲν οὖν τῆς κεφαλῆς μέγεθός τε καὶ σχῆμα, καὶ σὺν αὐτῇ τὸ τοῦ ἐγκεφάλου πρόδηλόν τέ ἐστι καὶ πρόσθεν εἴρηται. κατὰ ταὐτὰ δὲ καὶ τὸ τοῦ θώρακος· οὕτως δὲ καὶ ὅσα κατ’ ὠμοπλάτας, ἢ ὤμους, ἢ βραχίονας, ἢ πήχεις, ἢ ἄκρας χεῖρας, ἢ ἰσχίον, ἢ μηρὸν, ἢ κνήμην, ἢ πόδας, οὐ χαλεπὸν διαγινώσκειν, ἄν τε κατὰ τὴν διάπλασιν ἐσφαλμένον ᾖ τι τῶν τοιούτων, ἄν τε κατὰ τὺ μέγεθος,
353
ἄν τε κατὰ τὸν ἀριθμὸν, ἢ τὴν σύνθεσιν τῶν συντιθέντων αὐτά. πρόδηλοι δὲ καὶ αἱ τῆς ἐνεργείας ἐφ’ ἑκάστου βλάβαι. τὰ δ’ ἐντὸς τοῦ σώματος οὐ πάντα διαγνωσθῆναι δυνατόν. γαστέρα μὲν γάρ τινος οὕτω σμικράν τε καὶ στρογγύλην, καὶ προπετῆ κατὰ τὸ ὑποχόνδριον ἐθεασάμην, ὡς ἐναργῶς φαίνεσθαι κατὰ περιγραφὴν ἰδίαν ὁρῶσί τε καὶ ἁπτομένοις. οὕτω δὲ καὶ κύστιν τινὸς ἐθεασάμην ἐγκειμένην τε καὶ σμικρὰν, ὥστ’, εἴ ποτε χρονίσειε περὶ τὴν ἔκκρισιν τῶν οὔρων, ὄγκος ἐφαίνετο περιγεγραμμένος ἐναργῶς. οὐ μὴν τῶν ἄλλων τι τῶν ἐντὸς ἐναργῆ διάγνωσιν παρέσχε μοί ποτε. πειρᾶσθαι μέντοι χρὴ διαγινώσκειν, ὡς οἷόν τέ ἐστιν, ἀρετήν τε καὶ κακίαν αὐτῶν, εἰ καὶ μὴ κατ’ ἐπιστήμην βεβαίαν, ἀλλ’ οὗν κατὰ στοχασμόν τινα τεχνικὸν, οἶον εἰ οὕτως ἔτυχεν ἐπὶ ἥπατος. εἶδον γάρ τινας ἤδη καὶ πολλοὺς στενὰς μὲν φλέβας ἔχοντας. ἄχρουν δὲ τὸ σύμπαν σῶμα, καὶ εἰ βραχὺ πλείω προσηνέγκαντο τροφῆς, καὶ μᾶλλον εἰ φυσώδη, καὶ παχέα, καὶ γλίσχρα, τοὺς μὲν
354
ὥσπερ τινὸς βάρους ἐγκειμένου καὶ κρεμαμένου, κατὰ τὸ δεξιὸν ὑποχόνδριον αἰσθανομένους ἐν βάθει, τοὺς δὲ μετὰ τάσεως ὀδυνώδους. ἐπὶ τούτων οὖν εἰκός ἐστι καὶ μικρὸν εἶναι τὸ ἧπαρ, καὶ στενὸν ταῖς διεξόδοις. ἕτερον δὲ ἐθεασάμην φλεγματικὸν μὲν ὅλην τὴν ἕξιν, ἐμοῦντα δὲ ἑκάστης ἡμέρας χολὴν ὠχράν. ἔγνων οὖν χρῆναι καὶ τὰ διαχωρήματα αὐτοῦ θεάσασθαι, καὶ ὀλιγοστὸν εἶχε χολῆς. ἐτεκμηράμην οὖν τούτῳ τὸν τὸ χολῶδες ὑγρὸν ἐξοχετεύοντα πόρον οὐ μικρὰν ἑαυτοῦ μοῖραν εἰς τὸν πυλωρὸν τῆς γαστρὸς ἀποπέμπειν, ὡς ἐπ’ ἐνίων φαίνεται ζώων. ἐξ ὧν δῆλον, ὡς ἐν τοῖς ἀδήλοις τῇ αἰσθήσει μεγάλα συντελεῖ πρὸς διάγνωσιν ἥ τε τῶν ἐξ ἀνατομῆς φαινομένων γνῶσις, ἥ τε τῶν ἐνεργειῶν τε καὶ τῶν χρειῶν εὕρεσις. ὅστις οὖν διαγνωστικὸς εἶναι βούλεται τῶν ὡς εἴρηται νῦν ἐσφαλμένων σωμάτων, ἐν ταῖς ἀνατομαῖς αὑτὸν γυμναστέον ἐστὶ, κᾀν ταῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν εὑρέσεσι. γέγραπται δὲ ὑπὲρ πάντων ἰδίᾳ καθ’ ἑτέρας πραγματείας, ὑπὲρ ὧν ἐπὶ τελευτῇ
355
τοῦ λόγου παντὸς εἰρήσεται, χάριν τοῦ γινώσκειν τοὺς φιλομαθεῖς ἕκαστον ὧν ἂν ὀρεχθῶσι μαθεῖν, ἐκ ποίας μάλιστα πραγματείας ἀναλέγεσθαι χρή. ἀλλὰ περὶ μὲν τούτων ἅλις.