Ars Medica

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Καὶ μὴν καὶ κατὰ συζυγίαν τῶν πρώτων ποιοτήτων αἱ δυσκρασίαι γινόμεναι σύνθετον ἔχουσι καὶ τὴν τῶν γνωρισμάτων ἰδέαν. ἡ μὲν γὰρ θερμοτέρα καὶ ξηροτέρα, λασιωτέρα, καὶ θερμοτέρα, καὶ σκληροτέρα, καὶ ἀπίμελός ἐστι, καὶ ἰσχνὴ, καὶ μελανόθριξ. εἰ δὲ ἐπὶ πλέον ἥκει θερμότητος, καὶ μελάγχρους. ἡ θερμοτέρα καὶ ὑγροτέρα κρᾶσις μαλακωτέρα τε καὶ εὐσαρκοτέρα, καὶ θερμοτέρα τῆς ἀρίστης κράσεως εἰς τοσοῦτόν ἐστιν, εἰς ὅσον ἀμφοτέραις αὐξηθῇ ταῖς ποιότησιν. ἐπὶ πλεῖστον δὲ αὐξηθεῖσα τοῖς σηπεδονώδεσιν ἑτοίμως ἁλίσκεται νοσήμασιν, ὅτι καὶ κακόχυμος ἑτοίμως γίγνεται. εἰ δ᾽ ὀλίγῳ μὲν ὑγροτέρα εἴη, παμπόλλῳ δὲ θερμοτέρα, καὶ μαλακώτεροι μὲν ὀλίγῳ τῶν συμμέτρων οἱ τοιοῦτοι, καὶ σαρκωδέστεροι, λασιώτεροι δὲ οὐκ ὀλίγῳ· καὶ μὲν δὴ καὶ ἁπτομένοις οὐκ ὀλίγῳ θερμότεροι. μέλαιναι δ᾽ αὐτοῖς αἱ τρίχες, καὶ ἡ σὰρξ ἀπίμελος. εἰ δ᾽ ὀλίγῳ μὲν εἴη θερμοτέρα, παμπόλλῳ δὲ

345
ὑγροτέρα, μαλακὴ τούτοις ἐστὶν ἡ σὰρξ, καὶ πολλὴ, καὶ τὸ χρῶμα συμμιγὲς ἐξ ἐρυθροῦ καὶ λευκοῦ, καὶ ψαυόντων ὀλίγῳ θερμότεροι. συλλήβδην δ’ εἰπεῖν ἐπὶ τῶν κατὰ συζυγίαν κράσεων, ἀεὶ τῆς ἐπικρατούσης ποιότητος ἐπικρατήσει τὰ γνωρίσματα. ἡ ψυχροτέρα δὲ καὶ ὑγροτέρα κρᾶσις, ἐπ’ ὀλίγον μὲν ἀμφοῖν ηὐξημένων, ἄτριχός τέ ἐστι καὶ λευκὴ, καὶ μαλακὴ, καὶ παχεῖα, καὶ πιμελώδης. ἐπὶ πλεῖον δὲ τὰ μὲν ἄλλα κατὰ ἀναλογίαν τῆς τῶν ποιοτήτων αὐξήσεως· ἡ χροιὰ δὲ ἅμα ταῖς θριξὶ πυῤῥὰ, καθάπερ γε καὶ εἰ ἐπὶ πλεῖστον ἀμφοῖν ηὐξημένων πελιδνή. εἰ δ’ ἄνισος ἡ αὔξησις εἴη τῶν ποιοτήτων, ἐπικρατήσει τὰ τῆς μᾶλλον ηὐξημένης ἴδια. εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ κατ’ ἴσον αὐξηθείη, φύσει σκληρὸν καὶ ἰσχνὸν ἴσχουσι τὸ σῶμα, καὶ ἄτριχον, ἁπτομένοις δὲ ψυχρόν. ἡ πιμελὴ δὲ ὅμως αὐτοῖς, καίτοι γε ἰσχνοῖς οὖσι, παρέσπαρται τῇ σαρκί. τὰ δὲ τῶν τριχῶν καὶ τῆς χροιᾶς ἀνάλογον τῷ μέτρῳ τῆς ψυχρότητος. μεταπεσούσης δὲ τῆς θερμῆς καὶ ξηρᾶς κράσεως ἐν τῷ χρόνῳ τῆς παρακμῆς εἰς τὴν ξηράν τε καὶ
346
ψυχρὰν, ἡ ἕξις τῶν τοιούτων ἰσχνὴ καὶ σκληρὰ, μελαγχολικὴ δέ ἐστι καὶ διὰ τοῦτο μέλαινά τε ἅμα καὶ δασεῖα. κρατούσης δὲ τῆς ἑτέρας τῶν ποιοτήτων παρὰ πολὺ, τῆς δ’ ἑτέρας ὀλίγον τι τοῦ συμμέτρου παραλλαττούσης, ἐπικρατήσει μὲν τὰ τῆς ἐπικρατούσης, ἀμυδρὰ δὲ ἔσται τὰ τῆς ἑτέρας γνωρίσματα. ἐπὶ πᾶσι δὲ τοῖς εἰρημένοις τε καὶ μέλλουσι λέγεσθαι κοινὸν γνώρισμα κράσεως, εἰ μὲν εὔψυκτον εἴη τὸ μόριον, ἤτοι ψυχρότητος, ἢ ἀραιότητος, εἰ δὲ δύσψυκτον, ἤτοι θερμότητος, ἢ πυκνότητος, εἰ δ’ ὑπὸ τῶν ξηραινόντων βλάπτοιτο, αὐχμηρόν τε, καὶ ξηρὸν, καὶ δυσκίνητον γένοιτο, ξηρότητος, ὥσπερ γε καὶ εἰ βαρύνοιτο πρὸς τῶν ὑγραινόντων, ὑγρότητος. ἐπιβλέπειν δὲ καὶ εἰ ὡσαύτως ἀλλήλοις ἅπαντες οἱ μύες, ἢ οὐχ ὡσαύτως κέκρανται, συνεπισκοπούμενον ἐν ἅπασι πηλικότητα τῶν ὑποβεβλημένων ὀστῶν. ἐνίοτε γοῦν ἰσχνότερον εἶναι δοκεῖ τὸ μέρος, οὐκ ὂν ἰσχνότερον, ὅσον ἐπὶ τοῖς μυσὶ, διὰ δὲ τὴν στενότητα τῶν ὀστῶν τοιοῦτον φανταζόμενον. οὕτως δὲ καὶ παχύτερον ἐνίοις εἶναι δοκεῖ πολλάκις, οὐ διὰ τὴν εὐρύτητα
347
τῶν ὀστῶν, ἀλλὰ διὰ τὸ τῆς σαρκὸς πλῆθος, ἥτις αὐξανομένη τε καὶ μειουμένη, σκληροτέρα τε καὶ μαλακωτέρα γενομένη, ξηρότερον ἢ ὑγρότερον ἀποφαίνει τὸ μόριον. ἡ μὲν οὖν ὀλίγη τε καὶ σκληρὰ, τὸ ξηρότερον· ἡ πολλὴ δὲ καὶ ἡ μαλακὴ; τὸ ὑγρότερον. οὕτω δὲ καὶ αἱ μεταξὺ χῶραι τῶν ὁμοιομερῶν σωμάτων, ἤτοι πλέον ὑγρὸν ἐν αὐταῖς, ἢ ἔλαττον περιέχουσαι, καὶ ἤτοι παχύτερον, ἢ λεπτότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον ἀποφαίνει τὸ μόριον· ὑγρότερον μὲν, ἔνθα λεπτοτέρα τε καὶ πλείων ἐστὶν ἡ ὑγρότης, ξηρότερον δὲ, ὅπου παχυτέρα τε ἅμα καὶ ἐλάττων. αὐτὰ μὲν γὰρ τὰ στερεὰ τοῦ σώματος μόρια, τὰ ὄντως στερεὰ καὶ πρῶτα, κατ’ οὐδένα τρόπον οἷόν τέ ἐστιν ὑγρότερα ποιεῖν, ἀλλ’ ἱκανὸν, εἰ κωλύει τις αὐτὰ μὴ διὰ ταχέων ξηραίνεσθαι, τὰς δὲ διαλαμβανούσας αὐτὰ χώρας ἔνεστι πληροῦν ὑγρότητος, ἤτοι τοίας, ἢ τοίας. τοιαύτη δέ ἐστιν ἡ οἰκεία τροφὴ τῶν ὁμοιομερῶν ἐκ παραθέσεως; οὐ δι’ ἀγγείων ἑλκομένη. κοινὸς δὲ καὶ οὗτος ὁ λόγος ἁπάντων ἐστὶ τῶν μορίων, καὶ ῥηθήσεται καὶ αὗθις ἐν
348
τῇ τῶν ὑγιεινῶν καὶ νοσωδῶν αἰτίων διδασκαλίᾳ. νυνὶ δὲ τῶν ἐφεξῆς ἐχώμεθα.

Γαστρὸς γνωρίσματα, τῆς μὲν φύσει ξηροτέρας, εἰ ταχέως διψώδεις γίγνοιντο, καὶ ὀλίγον αὐτοῖς ἀρκοίη ποτὸν, καὶ βαρύνοιντο τῷ πλείονι, καὶ κλύδωνας ἴσχοιεν, ἢ ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖς, ἐδέσμασί τε χαίροιεν ξηροτέροις· ὑγροτέρας δὲ, εἰ μήτε διψώδεις γίγνοιντο, καὶ τὸ πλεῖον ὑγρὸν ἀλύπως φέροιεν, ἐδέσμασί τε χαίροιεν ὑγροτέροις. ἡ δὲ θερμοτέρα φύσει γαστὴρ πέττει μὲν ἄμεινον, ἢ ὀρέγεται, καὶ πολὺ μᾶλλον ὅσα σκληρὰ φύσει καὶ δυσαλλοίωτα· διαφθείρεται γὰρ ἐν αὐτῇ τὰ εὐαλλοίωτα· χαίρουσα δὲ τοῖς θερμοῖς ἐδέσμασί τε καὶ πόμασιν, οὐδ’ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλάπτεται, κατά γε τὴν ἔμμετρον χρῆσιν. ἡ δὲ ψυχροτέρα φύσει γαστὴρ, ὀρεχθῆναι μὲν ἀγαθὴ, πέψαι δὲ οὐκ ἀγαθὴ, καὶ μάλιστα ὅσα δυσαλλοίωτα καὶ ψυχρὰ τῶν ἐδεσμάτων ἐστίν. ὀξύνεται γοῦν ἑτοίμως ἐν αὐτῇ. διὰ τοῦτο καὶ ὀξυρεγμιώδης ἐστὶν ἡ

349
τοιαύτη γαστὴρ, καὶ χαίρει μὲν τοῖς ψυχροῖς, βλάπτεται δὲ ῥᾳδίως ἀμετρότερον χρησαμένη. οὕτως δὲ καὶ τῶν ἔξωθεν αὐτῇ προσπιπτόντων ψυχρῶν οὐ φέρει τὴν πολυχρόνιον ὁμιλίαν, ὥσπερ οὐδ’ ἡ θερμὴ τῶν θερμῶν. αἱ μέντοι διὰ νόσον ἐν τῇ γαστρὶ δυσκρασίαι ταύτῃ διαφέρουσι τῶν ἐμφύτων, ᾗ τῶν ἐναντίων ἐπιθυμοῦσιν, οὐ τῶν ὁμοίων, ὥσπερ αἱ σύμφυτοι. αἱ δὲ κατὰ συζυγίαν ἐν τῇ γαστρὶ δυσκρασίαι διὰ τῆς τῶν ἁπλῶν γνωρισθήσονται συνθέσεως. ἀκριβῶς δὲ χρὴ προσέχειν τὸν νοῦν τοῖς εἰρημένοις, διακρίνοντας αὐτὰ τῶν ῥηθησομένων. οὐ μόνον γὰρ ἡ κοιλία διψώδεις τε καὶ ἀδίψους ἐργάζεται, καὶ ψυχροῦ καὶ θερμοῦ πόματος ὀρεκτικοὺς, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα σπλάγχνα, καρδία καὶ πνεύμων. ἀλλ’ οἵ γε διὰ τὴν τούτων θερμότητα διψῶντες εἰσπνέουσί τε πλέον, ἐκφυσῶσί τε μακρὸν, αἰσθάνονταί τε κατὰ τὸν θώρακα τοῦ καύματος, οὐχ ὥσπερ οἱ διὰ τὴν γαστέρα κατὰ τὰ ὑποχόνδρια. καὶ μὲν δὴ πίνοντες οὐκ εὐθέως ἡσυχάζουσι, καὶ τὸ ψυχρὸν πόμα ἵστησιν αὐτῶν μᾶλλον τὴν δίψαν, ἤπερ τὸ
350
πολὺ θερμόν. ἀναψύχει δὲ αὐτοὺς καὶ ὁ ψυχρὸς ἀὴρ εἰσπνεόμενος, οὐδὲν ἐπικουφίζων τοὺς ἐκ γαστρὸς διψώδεις. οὕτως δὲ καὶ οἱ ἐναντίως ἔχοντες ὑπὸ τῆς ψυχρᾶς εἰσπνοῆς αἰσθητῶς ἀνιῶνται.