De constitutione artis medicae ad Patrophilum

Galen

Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.

Ἔστιν οὖν ἡ ἰατρικὴ μία τῶν ποιητικῶν, οὐ μὴν ἁπλῶς οὕτως, ὡς ἡ οἰκοδομική τε καὶ τεκτονικὴ, καὶ ὑφαντικὴ, ἀλλ’ ὡς ἥ τε τῆς πεπονθυίας οἰκίας ἐπανορθωτικὴ καὶ τῶν ῥαγέντων ἱματίων ἀκεστική. ἐπεὶ δὲ καὶ τούτων αὐτῶν ἡ σύστασις ἐδείχθη διττὴ, ποτὲ μὲν ἑαυτοῦ γεννῶντος τοῦ τεχνίτου τὸ παράδειγμα, ποτὲ δ’ ἐκτὸς ὑπάρχοντος θεωρουμένου, τὴν ἰατρικὴν τέχνην ἐκ τοῦ δευτέρου γένους ἐπεδείξαμεν. οὐ γὰρ ἑαυτῆς διαπλάττει τὸ παράδειγμα· θεασαμένη δὲ δι’ ἀνατομῆς ὅλον ἀκριβῶς, αὐτὸ πειρᾶται τὸ διαφθειρόμενον ἐπανορθοῦν. διήνεγκε δ’ ἐν τούτῳ τῶν προειρημένων τεχνῶν, ὅτι τὰ πλεῖστα τῆς φύσεως ἐργαζομένης ὑπηρετεῖ. τὴν θεωρίαν μέντοι πᾶσαν, ἐξ ἧς ὁρμώμενος ὁ ἰατρὸς ἐπανορθωτικός τε καὶ ὑπηρετικός ἐστιν, ἀνάλογον ἐκτήσατο ταῖς ἄλλαις τέχναις ταῖς ποιητικαῖς. καὶ γὰρ τῶν ὁμοιομερῶν ἔγνωκε τὴν

304
οὐσίαν, καὶ τῶν ὀργανικῶν τὸν τρόπον τῆς γενέσεως, ἔτι τε τῶν παθῶν τὴν εὕρεσιν ὁμοίως ἐποιήσατο, καὶ τοὺς καθ’ ἕκαστον αὐτῶν σκοποὺς τῆς ἰάσεως.