De constitutione artis medicae ad Patrophilum
Galen
Galen. Claudii Galeni Opera Omnia, Volume 1. Kühn, Karl Gottlob, editor. Leipzig: Cnobloch, 1821.
Καιρὸς οὖν ἤδη μετιέναι τῷ λόγῳ πρὸς
301
τοὺς ἐκ τῶν νοσημάτων ἀναλαμβάνοντας, ἐφ’ ὧν οὔτ’ αἴτιον οὐδέν ἐστι παρὰ φύσιν, οὔτε διάθεσις ἰσχνότης δὲ μόνη μετὰ δυνάμεως ἀσθενοῦς. διὰ ταῦτά τοι καὶ ἡ εἰς τὴν κατὰ φύσιν ἀγωγὴ τῶν οὕτω διακειμένων ἀνάθρεψίς τε καὶ ῥῶσίς ἐστιν ἐκ κινήσεών τε καὶ τροφῶν συμμέτρων γιγνομένη. τὰς δ’ ὕλας κᾀνταῦθα, δι’ ὧν αἱ κινήσεις τε καὶ θρέψεις ἔσονται, διὰ τῆς ὑγιεινῆς ἐδήλωσα πραγματείας. ἀλλ’ ὑπὲρ τοῦ μηδὲν λείπειν τῷ παρόντι λόγῳ, λεχθήσεται καὶ νῦν ἡ μέθοδος ἁπάσης τῆς ὑγιεινῆς πραγματείας, οὐ μόνον τῆς ἀναληπτικῆς λεγομένης. καὶ πρῶτόν γε, ὁποῖον τὸ γένος αὐτῶν ἐστι, ἀρά γε τῶν παρόντων φυλακτικὸν, ἢ τούτῳ μόνῳ διαφέρει τοῦ θεραπευτικοῦ, τῷ κατὰ μικρὰ ποιεῖσθαι τὴν ἐπανόρθωσιν; οὐ γὰρ δὴ διαφυλάττοντί γε τῷ σώματι τὴν ἔμπροσθεν ἕξιν ἐπιστατούσης ἐδέησε τέχνης. ἀλλ’ αὐτὸ τοῦτ’ ἔστι αἰτία τοῦ δεῖσθαι τῆς προνοησομένης ἐπιστήμης, ὅτι διαφθείρεταί 302
τε καὶ οὐ διαμένει τοιοῦτον, οἷον ἔμπροσθεν ἦν. εἰ μὲν δὴ τοῦτο μόνον αὐτῷ τὸ κενοῦσθαί τε καὶ διαφορεῖσθαι συμπίπτοι, τροφὴ καὶ ποτὸν ἀναπληρώσουσι τὸ λεῖπον. εἰ δ’ ἤτοι ὑποθρέψειε πλῆθος χυμῶν, ἢ περιττώματα μοχθηρὰ, γυμνασίων αὐτῷ δεήσει σκοπὸν ἐχόντων καὶ ἐκκενοῦν μὲν, καὶ καθαίρειν τὸν χυμὸν, καὶ πέπτειν τὰ περιττώματα, πρὸς τῷ καὶ διαφυλάττεσθαι τὰς αἰτίας ἁπάσας, ὅσαι τὴν ὑγείαν αὐτὴν διαφθεῖραι δυνήσονται, ψύξιν, ἔγκαυσιν, κόπον, ἀπεψίαν, μέθην, ἀγρυπνίαν, λύπας, ὀργὰς, θυμὸν, ὅσα τ’ ἄλλα τοιαῦτα, οὐ γὰρ ἔτι δεῖ καθ’ ἕκαστον ὑπεξιέναι τῷ λόγῳ, τῆς ὑποθέσεως, ἣν ὑπεθέμεθα, πεπληρωμένης ἤδη. πρόκειται γὰρ οὐ κατὰ διέξοδον ὑπὲρ ἁπάντων τῶν μερῶν τῆς ἰατρικῆς διελθεῖν, ἀλλὰ δεῖξαι, πῶς ἀπὸ τῆς κατὰ τὸ τέλος ἐννοίας, ὥσπερ τῶν ἄλλων τεχνῶν, οὕτω καὶ ταύτης ἡ σύστασις γίγνεται. καὶ τοίνυν ἐπειδὴ γέγονεν ἤδη τοῦτο, διὰ κεφαλαίων ἀναλάβωμεν ἅπαντα τῆς ἰατρικῆς τὸν λόγον, εὐθὺς καὶ τὴν 303
ἀναλογίαν ἐπιδεικνύντες, ἣν ἔχει πρὸς τὰς ἄλλας τέχνας, ὅσαι ποιητικαί.