Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Νενίκηκα τῷ πολέμῳ Λεοντίνους. ἵνα δὲ τῇ λύπῃ διαρκέσῃς καὶ μὴ πάντων ἀθρόως ἀκούσας ἀποκαρτερήσῃς, οὐκ ἔγραψά σοι περὶ τῶν ὅλων, ὅτι καὶ Ταυρομενείτας καὶ Ζαγκλαίους συμμαχήσαντας αὐτοῖς καὶ αὐτοὺς εἰς τέλος νενίκηκα, οὐδ’ ὅτι λαβὼν ὑπὲρ τῆς ἀφέσεως τῶν ἑαλωκότων τάλαντα ἑκατὸν ἀπελύτρωσα τοὺς αἰχμαλώτους. οὐ γὰρ ἐβουλόμην διὰ τὴν ὑπερβάλλουσαν τῶν εὐτυχημένων μοι προσαγγελίαν ἀπολουμένου σου τὸν οὐκ ὀρθῶς ὄντα δοκεῖν ἄνθρωπον ἀνῃρηκέναι.

Πολλὰ λέγειν ἔχων καὶ κατὰ σοῦ καὶ περὶ ἧς κατ’ ἐμοῦ πεφλυάρηκας ἐν Λεοντίνοις δημοκοπίας οὐδὲν

ἐρῶ περισσότερον πλὴν ὅτι κώνωπος ἐλέφας Ἰνδὸς οὐκ ἀλεγίζει.

Οὐ λυπεῖ με τὸ γῆρας· οὐ γὰρ ἡ τῆς τυραννίδος ἰσχὺς γεγήρακεν, ἀλλὰ Φάλαρις· λυπεῖς δέ με σὺ λίαν ὑπερφοβούμενός μου. τὸ γὰρ εἱμαρμένον ἥξει, κἂν Ἀρισταίνετος μᾶλλον ἢ δεῖ φοβηθῇ. πολλῷ δὲ κρεῖττόν ἐστι μὴ δεδοικότα παθεῖν τὸ μέλλον δεινὸν ἢ δεδοικότα, ἴνα σοι καὶ μετὰ παραδειγμάτων ποιητικῶν ἐπιστέλλω.