Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐκ ἠγνόουν, ὅτι πέμψαντός μου τοῖς παρ’ ὑμῖν θεοῖς ἀναθήματα, τρίποδάς τε Δελφικοὺς καὶ στεφάνους χρυσοῦς καὶ ἄλλα πολλὰ καὶ πολυτελῆ χαριστήρια τῆς σωτηρίας, δυοῖν θάτερον ποιήσετε, ἢ τοῖς

θεοῖς εὐσεβοῦντες ἀναθήσετε, ἢ τούτους ἀποστερήσαντες αὐτοὶ διανεμεῖσθε, ὅπερ δὴ καὶ δεδράκατε. προσποιησάμενοι γὰρ ἐμοὶ λοιδορεῖσθαι, ὡς τῶν ἀναθημάτων διὰ τὸν κτησάμενον οὐ καθαρῶν ὄντων, τοὺς θεοὺς ἱεροσυλήκατε. τί γὰρ διαφέρει τὰ καθωσιωμένα περισπάσαντας ἀπενεγκεῖν ἢ τὰ κατωνομασμένα τοῖς θεοῖς; ἐκείνων γὰρ ἀμφότερα ἦν καὶ οὐ τῶν πεπομφότων.

(2) ἡ μὲν οὖν παρ’ ἐμοῦ χάρις εἰς τοὺς θεοὺς καὶ ἡ παρ’ ὑμῶν ἀσέβεια παντελής ἐστι· καὶ γὰρ ἐμὲ τὸν δεδωκότα καὶ τοὺς ἁρπάσαντας ὑμᾶς ἴσασιν. ἀρκεῖ δέ μοι τοὺς τὰ τῶν θεῶν λαβόντας ἐναγεῖς ὑμᾶς ὁρᾶν γεγονότας τῇ τῶν ἱεροσυληθέντων ὀργῇ· σὺν γὰρ τοῖς ἄλλοις, δι’ ὧν αὐτὰ κέρδος ἡγήσασθε, προσωμολογήκατε μηδὲν εἶναι μυσαρὸν τῶν ἀπεσταλμένων εἰ μὴ τὰ αὐτὰ κειμήλια διττὰς ἔχει τύχας, ἂν μὲν ὑμεῖς αὐτὰ διανέμησθε, τὰς ἀμείνους, ἂν δὲ τοῖς θεοῖς κομισθῇ, τὰς χείρους.

(3) πρὸς δὲ τούτοις ἑαυτοὺς ἐλέγχετε περιφανῶς ἠσεβηκότας· οἱ μὲν γὰρ ἄρχοντες τοῦ ψηφίσασθαι πολέμια εἶναι τὰ χρήματα τὴν αἰτίαν ἐπὶ τὸν δῆμον ἀναφέρουσιν, ὑμεῖς δὲ ὁ δῆμος ἐπὶ τοὺς ἄρχοντας, καὶ τὸ πάντων δεινότατον τοὺς μὲν θεοὺς ὡς κακοὺς ἀνθρώπους προδότας ἂν γενέσθαι λέγετε, εἰ δῶρα παρὰ τυράννου λάβοιεν, τοὺς δὲ πολιτευομένους παρ’ ὑμῖν, οἳ τρὶς οὐχ ἅπαξ Μεσσήνην ὡς Ἀκράγαντά μοι ὑπὸ χεῖρα πεποιήκεσαν ἄν, εἰ χρήματα αὐτοῖς αἰτοῦσι προείμην, οὐ κολάζετε. τὸ δ’ αἴτιον, ὅτι κοινωνεῖτε τῆς αὐτῆς προαιρέσεως καὶ οὐ δύνασθε τοῖς αἰτίοις ἐλευθέρως ἐπεξελθεῖν· πάντες γὰρ ἔνοχοι δωροδοκίας εὑρεθήσεσθε. οὐ μὴν ἀλλ’ ἐγὼ μέν, ἵνα μὴ δοκῶ περὶ τῶν ἀναθημάτων λέγειν μήτε παρ’ ἐμοὶ μεμενηκότων μήτε τοῖς θεοῖς ἀνατεθειμένων, οὐδεμίαν ποιήσομαι φροντίδα, μετελεύσονται δὲ ὑμᾶς ἀξίως τῶν τετολμημένων οἱ σεσυλημένοι καὶ περὶ ἐμοῦ καὶ περὶ ὧν εἰς αὐτοὺς ἠσεβήκατε. ἔρρωσθε· τὸ δὲ ἔρρωσθε διπλῆν παρέμφασιν ἔχον, ἀγαθοῦ καὶ κακοῦ, μὴ ἀγνοεῖτε ὅτι πρὸς τὸ χεῖρον γέγραπται.