Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Οὐ μεταμελόμενος ἐπὶ τῇ παρέσει τῶν χρημάτων, ὦ ἄνδρες Ἐνναῖοι, τὴν ἐπιστολὴν ὑμῖν ταύτην ἐπέσταλκα, ἀλλ’ ἵνα βεβαίαν ἔχητε τὴν χάριν ἐπεξελθόντες τῇ δίκῃ Περίανδρον· τοῦ γὰρ ἀληθῶς ἔχειν τὴν πόλιν, ἀλλὰ μὴ προφάσει ψευδεῖ καταχρωμένην ἀποστερεῖν τοὺς δεδανεικότας ἀπόδειξις ἔσται μοι τὸ τούτου τῆς κλοπῆς ὑμᾶς καταψεύσασθαι. οὐ γὰρ ἔχει λόγον ὑγιᾶ, τοὺς αὐτοὺς τοτὲ μὲν ὡς πενομένους πάρεσιν αἰτεῖσθαι χρημάτων, τοτὲ δὲ ὡς πλουτοῦντας πολλὰ τῶν κοινῶν εἰς τοὺς ἁρπάζοντας προΐεσθαι, ἀλλ’ ἢ καὶ πρὸς τοὺς δανειστὰς πλουσίους ὑμᾶς εἶναι δέον, ἢ καὶ πρὸς τοὺς κλέπτοντας πένητας.