Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τὴν μὲν φιλοφροσύνην ὑμῶν ἀσμένως ἀποδέχομαι τοσαύτῃ σπουδῇ βουλομένων ὀνομάσαι Φάλαριν, παραιτοῦνται δὲ αἱ τύχαι, κἂν ἡμεῖς συνηγορῶμεν· εὑρήσετε γὰρ ἀνεπίληπτον καὶ ἀκατηγόρητον ἐκ τοῦ γένους ὄνομα αὐτῷ γεγενημένον. ἐγὼ δὲ πολλὰ καὶ μεγάλα διὰ πικρᾶς εἱμαρμένης ἀνάγκην ἀκουσίως πραχθέντα μοι κατέγνωσμαι, καὶ τοὐμὸν ὄνομα δι’ οὐδὲν ἕτερόν ἐστιν ἐκμελὲς ἢ ὅτι νόμοις οὐ πείθομαι, νόμος δέ εἰμι τοῖς ὑπηκόοις. ἣν δέ μοι χάριτος ἀμοιβὴν προσφέρεσθε Φάλαριν ὀνομάζουσαι, ταύτην εὐεργεσίαν ποιήσασθε, μὴ τοῦτο τιθέναι τὸ ὄνομα.