Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐδεξάμην τὸν ὑπὸ σοῦ πεμφθέντα μοι στέφανον ὁλκῆς χρυσῶν ἑξακοσίων. ὃν τέχνης μὲν ἕνεκα καὶ τῆς τοῦ πέμψαντος φιλοτιμίας εἴληφα, στεφανωσάμενος δ’ αὐτὸν ἡμέραν μίαν, ἐν ᾗ τοῖς πατρῴοις θεοῖς ἐπινίκια τῆς πρὸς Λεοντίνους μάχης ἐβουθύτουν, τὸν αὐτὸν

ἀπέσταλκα δῶρον Ἐρυθείᾳ τῇ μητρί σου. οὐδένα γὰρ εὗρον ἀξιώτερον τοιαύτῃ κοσμηθῆναι πολυτελείᾳ ἢ μητέρα. γένοιο δ’ ἂν ἡμῖν καλλίων σὺ καὶ πρεπωδέστερος στέφανος, εἰ τῆς τῶν γονέων εὐχῆς ἄξια φρονῶν εὑρεθείης.