Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Καὶ τοῖς ἄλλοις ἅπασι φίλοις ἐπέσταλκα διὰ ταχέων ἐλθεῖν εἰς Ἀκράγαντα, καὶ σοῦ δέομαι παραγενέσθαι πρὸ Ὀλυμπίων. βούλομαι γὰρ τῶν μάλιστα εὐνουστάτων σύλλογον ἀγαγὼν τὴν πρέπουσαν ἐπιμέλειαν ὥσπερ ἄλλοτε καὶ νῦν ποιήσασθαι καὶ περὶ πραγμάτων ἐπισφαλῶν καὶ μεγάλων γνώμην λαβεῖν, ἀτόπου μὲν ἢ δυσκόλου μεταδώσων οὐδενός (ἀρκέσω γὰρ ἐγὼ τοῖς ἐμαυτοῦ), πεισθησόμενος δὲ οἷς ἂν εἴποιτε, ἵνα μενούσης μὲν τῆς ἀρχῆς ἐν οἷς ἐστὶ πολλάκις ὑμᾶς δεξιώσωμαι, πιπτούσης δὲ ταύτης, ἂν δοκῇ τῷ δαίμονι, τὴν ὑστάτην λαβόντες προσαγόρευσιν μνήμονες εὐσεβεῖς ὧν ἐφιλοτιμήθημεν εἰς ὑμᾶς γένησθε. ἥκετε οὗν ἀνυπερθέτως τῇ προτέρᾳ προθυμίᾳ κεχρημένοι  πρὸς Φάλαριν, ὃν μάλιστα ὑμεῖς γινώσκετε.