Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Τοὺς μὲν γάμους ἦχθαι τῆς Φιλοδήμου θυγατρὸς θᾶττον ἢ σὺ ἐπέστειλας ἔτυχες ἡμῖν ἠκούσαμεν· φθάνει γὰρ ἡ φήμη καὶ τοὺς πάνυ πολλῇ σπουδῇ περὶ τὰς μηνύσεις κεχρημένους, ἐπεὶ ταχεῖα τῶν γινομένων, κἂν διὰ μακρᾶς τὸ πραχθὲν κομίζῃ, ἄγγελος ἡ θεός. καὶ ἡμεῖς τάχα ἂν εἰκότως ἐμεμψάμεθα αὐτὴν τὸ τοιοίδε παραδεδόσθαι καὶ διὰ τἄλλα μὲν ἀδίκως εἰς τοσαύτην ὠμότητα διαβαλλόμενοι, οὐχ ἥκιστα δὲ καὶ διὰ ταύτην κατεγνωσμένοι. φέρει γὰρ ἡμᾶς κακοὺς πανταχόθεν περιβοῶσα τοῖς ἀκουσομένοις, καὶ διὰ ταύτην οὐδ’ ἰδόντες ἐμέ πω τῶν νῦν ὄντων τινὲς οὔτε πειραθέντες ὡς ἐπ’ ἀνθρώπων γεγονότα ὀλέθρῳ προβέβληνται.