Epistulae

Phalaridis Epistulae

Phalaridis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἔδεισας ἡμῶν τὰς ἀπειλὰς τοῦ μηδὲν αὖθις δεήσεσθαι. παρ’ ὅ τι καὶ τὴν λείαν διένειμας, ὡς ἠξιοῦμεν, ἀποδοὺς τοῖς πονήσασι τῶν κινδύνων τὰ ἔπαθλα· καὶ καλῶς. ηὔφρανάς τε γὰρ καὶ ἐπέρρωσας μηδὲν ὀκνεῖν αἰτεῖσθαι παρὰ σοῦ, καὶ τοὺς ἄνδρας, ὁπότε δέοι ἀγω- νίζεσθαι, προθυμοτέρους ἐποίησας. τίς γὰρ ἂν ἕλοιτο σήκωμα τῶν πόνων χωρίς; οὐδεὶς ὅστις ἂν ὑποσταίη τοὺς καμάτους. ἄλλοις μὲν οὖν καὶ ταῦτα ἐκομίσω, οὐ μὴν ἀλλὰ καὶ λαμβάνων, εἰς τὸ ἐπιτηδείους ἡμῖν κατασκευάσαι τοὺς στρατιώτας, ἐὰν εἰς τὰ μέλλοντα δεηθῶμεν, καὶ ταῦτα λαμβάνειν ἔοικας.