Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἐπιτυχόντες τῶν περὶ Σῖμον κατ’ ἐμπορίαν ὡς ὑμᾶς πλεόντων ἔγνωμεν καὶ τὰ ἐν Περίνθῳ συντυχόντα ἡμῖν δηλῶσαι. ἦν μὲν γὰρ ἐρίφων ἑσπερία δύσις, κἀγὼ προέλεγον τοῖς σὺν ἡμῖν ναύταις ἐπισχεῖν τὸν ἔκπλουν, καὶ ταῦτα ἐν Βυζαντίῳ διατρίβειν δυναμένοις οἳ δ’ οὐκ ἐπείθοντο, ἀλλὰ καὶ πάνυ μου τὴν πρόρρησιν ἐχλεύαζον, προσβεβλῆσθαί μοι νόσον τινὰ ἀστρονομίας ὑπὸ Ἀρχεδήμου τοῦ ἀστρονόμου λέγοντες. κἀγὼ μέχρι μὲν τινος ἀντεῖχον, καταναυμαχούμενος δ’ ὑπ’ αὐτῶν εἶξα, καὶ ταῦτα οὐδ’ αὐτὸς εἰδὼς εἴ τι ἀληθὲς προλέγοιμι, ἅμα δὲ καὶ πνεῦμα οὔριον καὶ καλὸς πλοῦς προφαινόμενος ἀπιστότερά μου ἐποίει τὰ προαγορεύματα.

(2) ὡς δὲ ἀνήχθημεν, ἕως μὲν Σήλυμβρίαν παραλλάξαι, κατεγελώμην ἐφ’ οἷς προεῖπον, εὐχόμενός γε καὶ μέχρι τῆς ἀποβάσεως γελᾶσθαι· ὡς δὲ τριάκοντά που σταδίους ἀπ’ αὐτῆς προεκόψαμεν, δεινὸς ἡμᾶς χειμὼν κατέλαβε. καὶ πολὺν μὲν χρόνον

οὐδαμοῦ καθορμίσαι τὴν ναῦν δυνάμενοι πονηρῶς πάνυ διεκείμεθα, μόλις δέ ποτε ἐπιδόντες τὴν Πέρινθον ἐβιαζόμεθα πρὸς αὐτήν, κωπηλάται ἀγαθοὶ γενόμενοι· τοῖς μὲν γὰρ ἱστίοις οὐ φορητὸς ἦν ὁ ἄνεμος. καὶ δεινὰ παθόντες, ἵνα μὴ λέγω τὰ μεταξύ, μέσων που νυκτῶν κατήχθημεν εἰς Πέρινθον. καὶ τότε μὲν κατεδάρθομεν, ὑπελείπετο δὲ ἡμῖν καὶ ἕτερος χειμὼν οὐδὲν τοῦ λαττίου μετριώτερος. Περίνθιοι γὰρ ὑπὸ Θρᾳκῶν ἐπολεμοῦντο, καὶ τοῦτο οἱ πάντα ἀγνοήσαντες ἡμεῖς οὐκ ἐπυθόμεθα, καίπερ δώδεκα ἡμέρας ἐν Βυζαντίῳ διατρίψαντες, ἀλλ’ ὡς εἰκὸς αἰφνίδιος ἡ καταδρομὴ τῶν βαρβάρων ἐγένετο.

(3) ἀναστάντες οὖν ἐξῄειμεν ὀψόμενοι τὴν πόλιν, ὡς ᾠόμεθα, ἐγώ τε καὶ Ἡρακλείδης καὶ Ἀγάθων ὁ χρηστός, εἵποντο δὲ ἡμῖν καὶ τῶν θεραπόντων Βαιτύλος καὶ Ποδάρκης καὶ Φίλων ὁ θρασύς, ἡμεῖς μὲν ἄνοπλοι, τῶν δὲ θεραπόντων παρήρτητο ἕκαστος μάχαιραν, Φίλων μὲν γὰρ καὶ δόρυ ἐκόμιζε. μικρὸν δὲ προελθόντες ἀπὸ τοῦ λιμένος ὁρῶμεν στρατόπεδόν τε οὐ πρόσω τῆς πόλεως καὶ τὸ δεινότερον ἱππέας τρεῖς οὐ πόρρω ἡμῶν. καὶ Φίλων μὲν δούς μοι τὴν λόγχην, ἵν’ αὐτὸς ᾖ δρομικώτερος, ἐπὶ τὴν ναῦν ἔφευγεν, ἐγὼ δὲ οὐκ ἐλπίζων ὠκύτερον ἵππου ἐμαυτὸν εἶναι, περὶ τὸν βραχίονα ἑλίττων θοίμάτιον καὶ τὴν λόγχην διηγκυλωμένος ἔμενον. τὸ αὐτὸ δὲ ἐποίουν καὶ οἱ θεράποντες, Ἡρακλείδης δὲ καὶ Ἀγάθων λίθους ἔχοντες ὀπίσω ἡμῶν ἐκρύπτοντο.

(4) προσελάσαντες δὲ οἱ Θρᾷκες πρὶν εἰς ἐφικτὸν ἐλθεῖν ἠκόντισαν τρεῖς λόγχας ἕκαστος, καὶ αἳ μὲν μικρὸν πρὸ ἡμῶν ἔπεσον, οἳ δὲ ἀναστρέψαντες ὡς δὴ τετελεσμένου αὐτοῖς τοῦ ἔργου ἤλαυνον εἰς τὸ στρατόπεδον, ἀνελόμενοι δ’ ἡμεῖς τὰς λόγχας ἀνεχωρήσαμεν ἐπὶ τὴν ναῦν καὶ λύσαντες τὰ ἀπόγεια ἐπλέομεν. νῦν δ’ ἐν Χίῳ ἐσμέν, πάνυ ἐπιεικῶς τῶν ἀνέμων ἡμῖν παρὰ πάντα τὸν πλοῦν χρησαμένων. λέγε οὖν Ἀρχεδήμῳ, ὅτι ἐρίφων ἑσπερία δύσις οὐ κατὰ θάλατταν μόνον σημαίνει χαλεποὺς χειμῶνας, ἀλλὰ καὶ κατὰ γῆν χαλεπωτέρους· ἔχεις γὰρ ἐκ τῆς ἡμετέρας συντυχίας παῖξαι πρὸς αὐτόν.