Epistulae

Chionis Epistulae

Chionis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

(4) αὕτη δὲ ἡ ὄψις ἐπίδειξις ἦν τῆς Ξενοφῶντος ψυχῆς, ὅπως καὶ φρονεῖν καὶ λέγειν ἐδύνατο. οὐ μὴν ἔγωγε ἡσυχίᾳ τὸν ἄνδρα παρελθεῖν ὑπέμεινα, καὶ ταῦτα ὁμοίως Βυζαντίοις εὖ πεπονθὼς ὑπ’ αὐτοῦ (ἐπεὶ διὰ τοὺς ἀνέμους καὶ αὐτὸς εἷς ἦν τῶν διαρπασθησομένων), ἀλλ’  ἐγνώρισα αὐτῷ ἐμαυτόν. ὃ δὲ καὶ τῆς σῆς πρὸς Σωκράτη φιλίας ἀνεμιμνήσκετο κἀμὲ φιλοσοφεῖν παρίστατο, καὶ τἄλλα οὐ στρατιωτικῶς, μὰ Δί ’ ἀλλὰ καὶ πάνυ φιλανθρώπως διελέγετο. νῦν δὲ εἰς Θρᾴκην ἄγει τὸ στράτευμα· Σεύθης γὰρ ὁ τῶν Θρᾳκῶν βασιλεὺς πρός τινας ὁμόρους πολεμῶν μετεπέμψατο, ἐντελῇ μισθὸν αὐτοῖς ὑποσχόμενος, οἳ δὲ ὑπήκουσαν. οὐ γὰρ ἄποροι διαλυθῆναι βούλονται, ἀλλὰ καὶ κτήσασθαί τι ἐκ τῶν πόνων, ἕως γ’ ἔτι

στράτευμά εἰσιν.

(5) ἴσθι δή, πολύ με νῦν προθυμότερον εἰς Ἀθήνας πλεύσεσθαι φιλοσοφήσοντα· μέμνησαι γὰρ δήπου, ὅτι προτρέπων με συνεχῶς ἐπὶ φιλοσοφίαν καὶ θαυμαστὰ διεξιὼν περὶ τῶν καθ’ ὁτιοῦν σπουδασάντων περὶ αὐτὴν μέρος τἄλλα μὲν εἶχες πειθόμενον, ἐκεῖνο δὲ καὶ πάνυ φοβούμενον. ἐδόκει γάρ μοι τὰ μὲν λοιπὰ ὄντως σπουδαιοτέρους ποιεῖν ὅσων ἐφάψαιτο (καὶ γὰρ τὸ σῶφρον καὶ τὸ δίκαιον οὐκ ἄλλοθεν ἀρύεσθαι τοὺς ἀνθρώπους ἢ ἐκ φιλοσοφίας ᾤμην), τὸ δὲ πρακτικὸν καὶ σφόδρα λύειν τῆς ψυχῆς καὶ μαλθάσσειν ἐπὶ τὸ ἥσυχον. ἀπραγμοσύνη γὰρ ἦν καὶ ἠρεμία τὰ θαυμαστά, ὥς μοι ἔλεγες, ἐγκώμια φιλοσόφων.

(6) δεινὸν οὖν μοι κατεφαίνετο, εἰ φιλοσοφήσας τἄλλα μὲν ἀμείνων ἔσομαι, θαρραλέος δ’ οὐκέτι οὔτε στρατιώτης εἶναι δυνήσομαι οὔτε ἀριστεύς, εἰ δέοι, ἀλλὰ μεθήσω ταῦτα πάντα ὥσπερ ἐπιλήσμονί τινι ἐπῳθῇ παντὸς ἔργου λαμπροτέρου κηληθεὶς τῇ φιλοσοφίᾳ. ἠγνόουν δ’ ἄρα, ὅτι καὶ πρὸς ἀνδρείαν εἰσὶν ἀμείνους οἱ φιλοσοφήσαντες, καὶ μόλις γε αὐτὸ παρὰ Ξενοφῶντος ἔμαθον, οὐκ ἐπειδὴ διελέχθη μοι περὶ αὐτοῦ, ἀλλ’ ἐπεὶ τοιοῦτος ὢν ἐφάνη, ὁποῖός ἐστι. μάλιστα γὰρ δὴ μετασχὼν τῶν Σωκράτους λόγων ἀρκεῖ καὶ στρατεύματα καὶ πόλεις σώζειν, καὶ οὐδὲν αὐτὸν ἐποίησε φιλοσοφία αὑτῷ τε καὶ τοῖς φίλοις ἀχρειότερον.

(7) ἡσυχία μὲν οὖν ποιητικωτέρα τάχα εὐδαιμονίας· ἤδη μέντοι καὶ πράξει καλῶς ἕκαστα ὁ καλῶς ἠρεμεῖν δυνάμενος, ἐπεὶ καὶ μείζων ἂν εἴη τοῦ πολεμοῦντος ὁ πλεονεξίαν καὶ ἐπιθυμίαν καὶ τἄλλα πάθη χειρούμενος, ὧν καὶ οἱ νικῶντες τοὺς πολέμους ἡττῶνται. κἀγὼ οὖν ἐλπίζω φιλοσοφήσας τά τε ἄλλα κρείττων ἔσεσθαι καὶ οὐχ ἧττον ἀνδρεῖος, ἀλλ’ ἧττον θρασύς. ταῦτα μὲν οὖν οὐχ ἱκανὰ μόνον, ἀλλὰ καὶ τοῦ ἱκανοῦ πέρα. γίνωσκε δέ με ἤδη πρὸς τῷ πλεῖν ὄντα· καὶ γὰρ δὴ γέγονε καὶ τὰ τῶν ἀνέμων αἰσιώτερα.