Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ὀλλύσθω μύρα πάντα· τὸ σὸν μύρον ὤλετ’ Ἄδωνις.
  2. κέκλιται ἁβρὸς Ἄδωνις ἐν εἵμασι πορφυρέοισιν·
  3. ἀμφὶ δέ νιν κλαίοντες ἀναστενάχουσιν Ἔρωτες
  4. κειράμενοι χαίτας ἐπ’ Ἀδώνιδι· χὢ μὲν ὀϊστώς,
  5. ὃς δ’ ἐπὶ τόξον ἔβαλλεν, ὃ δὲ πτερόν, ὃς δὲ φαρέτραν·
  6. χὢ μὲν ἔλυσε πέδιλον Ἀδώνιδος, οἳ δὲ λέβητι
  7. χρυσείῳ φορέουσιν ὕδωρ, ὃ δὲ μηρία λούει,
  8. ὃς δ’ ὄπιθεν πτερύγεσσιν ἀναψύχει τὸν Ἄδωνιν.
  9. αἰαῖ τὰν Κυθέρειαν ἐπαιάζουσιν Ἔρωτες.
  10. ἔσβεσε λαμπάδα πᾶσαν ἐπὶ φλιαῖς Ὑμέναιος,
  11. καὶ στέφος ἐξεπέτασσε γαμήλιον· οὐκέτι δ’ Ὑμήν,
  12. Ὑμὴν οὐκέτ’ ἀείδει ἑὸν μέλος, ἀλλ’ ἐπαείδει