Epitaphius Adonis

Bion of Phlossa

Bion. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. αἰαῖ καὶ τὸν Ἄδωνιν ἔτι πλέον ἢ Ὑμέναιον.
  2. αἱ Χάριτες κλαίοντι τὸν υἱέα τῶ Κινύραο,
  3. ὤλετο καλὸς Ἄδωνις ἐν ἀλλάλαισι λέγουσαι.
  4. αἰαῖ δ’ ὀξὺ λέγοντι πολὺ πλέον ἢ Παιῶνα.
  5. χαἰ Μοῖραι τὸν Ἄδωνιν ἀνακλείουσιν Ἄδωνιν,
  6. καί νιν ἐπαείδουσιν· ὃ δέ σφισιν οὐχ ὑπακούει·
  7. οὐ μὰν οὐκ ἐθέλει, Κώρα δέ νιν οὐκ ἀπολύει.
  8. λῆγε γόων Κυθέρεια τὸ σάμερον, ἴσχεο κομμῶν·
  9. δεῖ σε πάλιν κλαῦσαι, πάλιν εἰς ἔτος ἄλλο δακρῦσαι.