Megara
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- τῷ μή μ’ ἐξείπῃς ποτ̓, ἐμὸν θάλος, ὥς σευ ἀκηδέω,
- μηδ’ εἴ κ’ ἠϋκόμου Νιόβης πυκινώτερα κλαίω.
- οὐδ’ ὣς γὰρ νεμεσητὸν ὑπὲρ τέκνου γοάασθαι
- μητέρι δυσπαθέοντος· ἐπεὶ δέκα μῆνας ἔκαμνον
- πρὶν καί πέρ τ’ ἰδέειν μιν, ἐμῷ ὑπὸ ἥπατ’ ἔχουσα,
- καί με πυλάρταο σχεδὸν ἤγαγεν Αἰδωνῆος·
- ὧδέ ἑ δυστοκέουσα κακὰς ὠδῖνας ἀνέτλην.
- νῦν δέ μοι οἴχεται οἶος ἐπ’ ἀλλοτρίης νέον ἆθλον
- ἐκτελέων· οὐδ’ οἶδα δυσάμμορος, εἴτε μιν αὖτις
- ἐνθάδε νοστήσανθ’ ὑποδέξομαι, εἴτε καὶ οὐκί.
- πρὸς δ’ ἔτι μ’ ἐπτοίησε διὰ γλυκὺν αἰνὸς ὄνειρος
- ὕπνον· δειμαίνω δὲ παλιγκοτον ὄψιν ἰδοῦσα
- ἐκπάγλως, μή μοί τι τέκνοις ἀποθύμιον ἔρδοι.
- εἴσατο γάρ μοι ἔχων μακέλην εὐεργέα χερσὶ
- παῖς ἐμὸς ἀμφοτέρῃσι, βίη Ἡρακληείη·
- τῇ μεγάλην ἐλάχαινε δεδεγμένος ὡς ἐπὶ μισθῷ
- τάφρον τηλεθάοντος ἐπ’ ἐσχατιῇ τινος ἀγροῦ,
- γυμνὸς ἄτερ χλαίνης τε καὶ εὐμίτροιο χιτῶνος.
- αὐτὰρ ἐπειδὴ παντὸς ἀφίκετο πρὸς τέλος ἔργου
- καρτερὸν οἰνοφόροιο πονεύμενος ἕρκος ἀλωῆς,