Megara
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- μύθοισιν πυκινοῖσι φίλην νυὸν ὧδε μετηύδα·
- δαιμονίη παίδων, τί νύ τοι φρεσὶν ἔμπεσε τοῦτο
- πευκαλίμαις; πῶς ἄμμ’ ἐθέλεις ὀροθυνέμεν ἄμφω
- κήδἐ ἄλαστα λέγουσα; τὰ δ’ οὐ νῦν πρῶτα κέκλαυται.
- ἢ οὐκ ἅλις, οἷς ἐχόμεσθα τὸ δεύτατον αἰὲν ἐπ’ ἦμαρ
- γινομένοις; μάλα μέν γε φιλοθρηνής κέ τις εἴη,
- ὅστις ἀριθμήσειεν ἐφ’ ἡμετέροις ἀχέεσσι.
- θάρσει· οὐ τοιῆσδ’ ἐκυρήσαμεν ἐκ θεοῦ αἴσης.
- καὶ δ’ αὐτὴν ὁρόω σε φίλον τέκος ἀτρύτοισιν
- ἄλγεσι μοχθίζουσαν. ἐπιγνώμων δέ τοί εἰμι
- ἀσχαλάαν, ὅτε δή γε καὶ εὐφροσύνης κόρος ἐστί·
- καί σε μάλ’ ἐκπάγλως ὀλοφύρομαι ἠδ’ ἐλεαίρω,
- οὕνεκεν ἡμετέροιο λυγροῦ μετὰ δαίμονος ἔσχες,
- ὅσθ’ ἡμῖν ἐφύπερθε κάρης βαρὺς αἰωρεῖται.
- ἴστω γὰρ Κούρη τε καὶ εὐέανος Δημήτηρ,
- ἅς κε μέγα βλαφθείς τις ἑκὼν ἐπίορκον ὀμόσσαι
- δυσμενέων, μηθέν σε χερειότερον φρεσὶν ᾗσι
- στέργειν ἢ εἴπερ μοι ὑπὲκ νηδυιόφιν ἦλθες
- καί μοι τηλυγέτη ἐνὶ δώμασι παρθένος ἦσθα.
- οὐδ’ αὐτήν γέ νυ πάμπαν ἔολπά σε τοῦτό γε λήθειν.