Megara

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ὤμοι ἐγώ, τί νυ δή με θεοὶ τόσον ἠτίμησαν
  2. ἀθάνατοι; τί νύ μ’ ὧδε κακῇ γονέες τέκον αἴσῃ;
  3. δύσμορος, ἥτ’ ἐπεὶ ἀνδρὸς ἀμύμονος ἐς λέχος ἦλθον,
  4. τὸν μὲν ἐγὼ τίεσκον ἴσον φαέεσσιν ἐμοῖσιν
  5. ἠδ’ ἔτι νῦν σέβομαί τε καὶ αἰδέομαι κατὰ θυμόν·