Megara
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- Μῆτερ ἐμή, τίφθ’ ὧδε φίλον κατὰ θυμὸν ἰάπτεις
- ἐκπάγλως ἀχέουσα, τὸ πρὶν δέ τοι οὐκέτ’ ἔρευθος
- σῴζετ’ ἐπὶ ῥεθέεσσι; τί μοι τόσον ἠνίησαι;
- ἦρ’ ὅτι ἄλγεα πάσχει ἀπείριτα φαίδιμος υἱὸς
- ἀνδρὸς ὕπ’ οὐτιδανοῖο, λέων ὡσείθ’ ὑπὸ νεβροῦ;