Epitaphius Bios

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. Πανὶ φέρω τὸ μέλισμα; τάχ’ ἂν καὶ κεῖνος ἐρεῖσαι
  2. τὸ στόμα δειμαίνοι, μὴ δεύτερα σεῖο φέρηται.
  3. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
  4. κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκ’ ἔτερπες
  5. ἑζομέναν μετὰ σεῖο παρ’ ἀϊόνεσσι θαλάσσας.
  6. οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο· τὸν μὲν ἔφευγεν
  7. ἁ καλὰ Γαλάτεια, σὲ δ’ ἅδιον ἔβλεπεν ἅλμας.
  8. καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν
  9. ἕζετ’ ἐρημαίαισι, βόας δ’ ἔτι σεῖο νομεύει.
  10. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
  11. πάντα τοι ὦ βούτα συγκάτθανε δῶρα τὰ Μοισᾶν,
  12. παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων,
  13. καὶ στυμνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες.
  14. χἀ Κύπρις ποθέει σε πολὺ πλέον ἢ τὸ φίλημα,
  15. τὸ πρώαν τὸν Ἄδωνιν ἀποθνᾴσκοντα φίλησεν.
  16. τοῦτό τοι ὦ ποταμῶν λιγυρώτατε δεύτερον ἄλγος,
  17. τοῦτο, Μέλη, νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος,
  18. τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντι
  19. μύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις,
  20. πᾶσαν δ’ ἔπλησας φωνᾶς ἅλα· νῦν πάλιν ἄλλον
  21. υἱέα δακρύεις, καινῷ δ’ ἐπὶ πένθεϊ τάκῃ.
  22. ἀμφότεροι παγαῖς πεφιλημένοι, ὃς μὲν ἔπινε
  23. Παγασίδος κράνας, ὃ δ’ ἔχεν πόμα τᾶς Ἀρεθοίσας.
  24. χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα
  25. καὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρείδαν Μενέλαον·
  26. τῆνος δ’ οὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δ’ ἔμελπε,
  27. καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε,
  28. καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε,
  29. καὶ παίδων ἐδίδασκε φιλήματα, καὶ τὸν Ἔρωτα
  30. ἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.
  31. ἄρχετε Σικελικαὶ τῶ πένθεος ἄρχετε Μοῖσαι.
  32. πᾶσα Βίων θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα.
  33. Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο·
  34. Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι·
  35. οὐ τόσον Ἀλκαίῳ περιμύρατο Λέσβος ἐραννά·
  36. οὐδὲ τόσον ὃν ἀοιδὸν ὀδύρατο Τήϊον ἄστυ·