Europa

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ἀλλὰ σύ μοι μεδέων πολιῆς ἁλὸς Ἐννοσίγαιε
  2. ἵλαος ἀντιάσειας, ὃν ἔλπομαι εἰσοράασθαι
  3. τόνδε κατιθύνοντα πόρον προκέλευθον ἐμεῖο.
  4. οὐκ ἀθεεὶ γὰρ ταῦτα διέρχομαι ὑγρὰ κέλευθα.
  5. ὣς φάτο· τὴν δ’ ὧδε προσεφώνεεν ἠΰκερως βοῦς·
  6. θάρσει παρθενική, μὴ δείδιθι πόντιον οἶδμα.