Europa

Moschus

Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.

  1. ἄτρομος ἀΐσσεις, χηλαὶ δέ τοί εἰσιν ἐρετμά.
  2. ἦ τάχα καὶ γλαυκῆς ὑπὲρ ἠέρος ὑψόσ’ ἀερθεὶς
  3. εἴκελος αἰψηροῖσι πετήσεαι οἰωνοῖσιν.
  4. ὤμοι ἐγὼ μέγα δή τι δυσάμμορος, ἥ ῥά τε δῶμα
  5. πατρὸς ἀποπρολιποῦσα καὶ ἑσπομένη βοΐ τῷδε
  6. ξείνην ναυτιλίην ἐφέπω καὶ πλάζομαι οἴη.