Eros Drapeta
Moschus
Moschus. The Greek Bucolic Poets. Edmonds, J. M., editor. London: William Heinemann, Ltd.; New York: G. P. Putnam's Sons, 1916.
- Ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει·
- ‘ὅστις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα,
- δραπετίδας ἐμός ἐστιν· ὁ μανύσας γέρας ἑξεῖ·
- μισθός τοι τὸ φίλημα τὸ Κύπριδος· ἢν δ’ ἀγάγῃ νιν,
- οὐ γυμνὸν τὸ φίλημα, τὺ δ’ ὦ ξένε καὶ πλέον ἑξεῖς.
- ἔστι δ’ ὁ παῖς περίσαμος· ἐν εἴκοσι παισὶ μάθοις νιν.
- χρῶτα μὲν οὐ λεύκος, πυρὶ δ’ εἴκελος· ὄμματα δ’ αὐτῷ
- δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα·
- οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά,
- ὡς δὲ χολὰ νόος ἐστὶν· ἀνάμερος, ἠπεροπευτάς,
- οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδων.
- εὐπλόκαμον τὸ κάρανον, ἔχει δ’ ἰταμὸν τὸ μέτωπον.
- μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει,
- βάλλει κεἰς Ἀχέροντα καὶ εἰς Ἀΐδα βασίλεια.
- γυμνὸς ὅλος τό γε σῶμα, νόος δέ οἱ εὖ πεπύκασται.
- καὶ πτερόεις ὡς ὄρνις ἐφίπταται ἄλλον ἐπ’ ἄλλῳ,
- ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται.
- τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον,
- τυτθὸν μὲν τὸ βέλεμνον, ἐς αἰθέρα δ’ ἄχρι φορεῖται.
- καὶ χρύσεον περὶ νῶτα φαρέτριον, ἔνδοθι δ’ ἐντὶ