Against Leocrates

Lycurgus

Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

φορτίου δʼ οἶμαι προσγενομένου καὶ αὐτὸς ἐγκατελήφθη. ὅθεν δὴ καὶ ἄξιον θεωρῆσαι τὸ θεῖον, ὅτι τοῖς ἀνδράσι τοῖς ἀγαθοῖς εὐμενῶς ἔχει. λέγεται γὰρ κύκλῳ τὸν τόπον ἐκεῖνον περιρρυῆναι[*](περιρρυῆναι Es: περιρρεῦσαι codd.) τὸ πῦρ καὶ σωθῆναι τούτους μόνους, ἀφʼ ὧν καὶ τὸ χωρίον ἔτι καὶ νῦν προσαγορεύεσθαι[*](προσαγορεύεσθαι Reiske: προσαγορεῦσαι codd.) τῶν εὐσεβῶν[*](εὐσεβῶν Ald.: ἀσεβῶν codd.) χῶρον· τοὺς δὲ ταχεῖαν τὴν ἀποχώρησιν ποιησαμένους καὶ τοὺς ἑαυτῶν γονέας[*](γονέας hic et in 97 Es: γονεῖς codd.) ἐγκαταλιπόντας ἅπαντας[*](ἐγκαταλιπόντας ἅπαντας Pinzger: ἅπαντας ἐγκαταλιπόντας codd.) ἀπολέσθαι.

ὥστε καὶ ὑμᾶς δεῖν τὴν παρὰ τῶν[*](τῶν add. Sauppe.) θεῶν ἔχοντας μαρτυρίαν ὁμογνωμόνως τοῦτον κολάζειν, τὸν ἅπασι τοῖς μεγίστοις ἀδικήμασιν ἔνοχον ὄντα κατὰ τὸ ἑαυτοῦ μέρος. τοὺς μὲν γὰρ θεοὺς τὰς[*](τὰς Reiske: τοὺς codd.) πατρίους τιμὰς ἀπεστέρησε,[*](ἀπεστέρησε Blass: ἀπεστέρηκε codd.) τοὺς δὲ γονέας τοῖς πολεμίοις ἐγκατάλιπε, τοὺς δὲ τετελευτηκότας τῶν νομίμων οὐκ εἴασε τυχεῖν.

καίτοι σκέψασθε, ὦ ἄνδρες· οὐ γὰρ ἀποστήσομαι τῶν παλαιῶν· ἐφʼ οἷς γὰρ ἐκεῖνοι ποιοῦντες ἐφιλοτιμοῦντο, ταῦτα δικαίως ἂν ὑμεῖς ἀκούσαντες ἀποδέχοισθε. φασὶ γὰρ Εὔμολπον τὸν Ποσειδῶνος[*](A verbis τὸν Ποσειδῶνος rursus incipit N.) καὶ Χιόνης μετὰ Θρᾳκῶν ἐλθεῖν τῆς χώρας ταύτης ἀμφισβητοῦντα, τυχεῖν δὲ κατʼ ἐκείνους τοὺς χρόνους βασιλεύοντα Ἐρεχθέα, γυναῖκα ἔχοντα Πραξιθέαν τὴν Κηφισοῦ θυγατέρα.

μεγάλου δὲ στρατοπέδου μέλλοντος αὐτοῖς εἰσβάλλειν εἰς τὴν χώραν, εἰς Δελφοὺς ἰὼν ἠρώτα τὸν θεὸν τί ποιῶν ἂν νίκην λάβοι παρὰ τῶν πολεμίων. χρήσαντος δʼ αὐτῷ τοῦ θεοῦ, τὴν θυγατέρα εἰ θύσειε πρὸ τοῦ συμβαλεῖν τὼ στρατοπέδω,[*](τὼ στρατοπέδω Taylor: τῷ στρατοπέδῳ codd.) κρατήσειν τῶν πολεμίων, ὁ δὲ[*](ὁ δὲ Ald.: ὡς δὲ codd.) τῷ θεῷ πειθόμενος τοῦτʼ ἔπραξε, καὶ τοὺς ἐπιστρατευομένους ἐκ τῆς χώρας ἐξέβαλε.

διὸ καὶ δικαίως ἄν τις Εὐριπίδην ἐπαινέσειεν, ὅτι τά τʼ ἄλλʼ ὢν[*](ὢνἦν Bekker.) ἀγαθὸς ποιητὴς καὶ τοῦτον τὸν μῦθον προείλετο ποιῆσαι, ἡγούμενος κάλλιστον ἂν γενέσθαι τοῖς πολίταις παράδειγμα τὰς ἐκείνων πράξεις, πρὸς ἃς ἀποβλέποντας καὶ θεωροῦντας συνεθίζεσθαι ταῖς ψυχαῖς τὸ τὴν πατρίδα φιλεῖν. ἄξιον δʼ, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἰαμβείων ἀκοῦσαι, ἃ πεποίηκε λέγουσαν τὴν μητέρα τῆς παιδός. ὄψεσθε γὰρ ἐν αὐτοῖς μεγαλοψυχίαν καὶ γενναιότητα ἀξίαν καὶ τῆς πόλεως καὶ τοῦ γενέσθαι Κηφισοῦ θυγατέρα.

    Ῥῆσις Εὐριπίδου
  1. τὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται,
  2. ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν,
  3. χρόνῳ δὲ δρῶσι, δυσγενέστερον[*](δρῶσι δυσγενέστερον Heinrich: δυσγενέστερον λέγω Meineke.) ---
  4. ἐγὼ δὲ δώσω τὴν ἐμὴν παῖδα κτανεῖν.
  5. λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν
  6. οὐκ ἄν τινʼ ἄλλην τῆσδε βελτίω λαβεῖν·
  7. [*](VV. 7-10 cit. Plut. Mor. 604 d-e)ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,
  8. αὐτόχθονες δʼ ἔφυμεν· αἱ δʼ ἄλλαι πόλεις
  9. πεσσῶν ὁμοίαις[*](ὁμοίαιςὁμοίως Plut., Ald.) διαφοραῖς ἐκτισμέναι[*](διαφοραῖς ἐκτίσμεναιδιαφορηθεῖσαι βολαῖς Plut.)
  10. ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι.
  11. ὅστις δʼ ἀπʼ ἄλλης πόλεος[*](πόλεος et in v. 21 Grotius: πόλεως codd.) οἰκήσῃ[*](οἰκήσῃ Meineke: οἰκίζει codd.) πόλιν,
  12. ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς,
  13. λόγῳ πολίτης ἐστί, τοῖς δʼ ἔργοισιν οὔ.
  14. ἔπειτα τέκνα τοῦδʼ ἕκατι[*](ἕκατι Matthiae: ἕνεκα codd.: ἕκητι Ald.) τίκτομεν,
  15. ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα.[*](ῥυώμεθα Ald.: ῥυόμεθα ΝΑ.)
  16. πόλεως δʼ ἁπάσης τοὔνομʼ ἕν,[*](ἕν Grotius: ἐν codd.) πολλοὶ[*](πολλοὶ Musgrave: πολλοῖς codd.) δέ νιν
  17. ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή,
  18. ἐξὸν πρὸ πάντων μίαν ὑπερδοῦναι θανεῖν;
  19. εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος
  20. τὸ μεῖζον οὑνὸς[*](οὑνὸς Emperius: ἑνὸς codd.: οὑμὸς Bekker.) οἶκος οὐ πλεῖον σθένει
  21. πταίσας ἁπάσης πόλεος, οὐδʼ ἴσον φέρει.
  22. εἰ δʼ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν[*](θηλειῶν Grotius: θηλέων codd.) στάχυς
  23. ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ,
  24. οὐκ ἄν νιν[*](ἄν νιν Matthiae: ἂν μὴν ΝΑ: ἄν μιν Ald.) ἐξέπεμπον εἰς μάχην δορός,
  25. θάνατον προταρβοῦσʼ; ἀλλʼ. ἔμοιγʼ εἴη[*](εἴη Ald.: ἐστι codd.) τέκνα,
  26. [*](ἃ add. Ald.) καὶ μάχοιτο καὶ μετʼ ἀνδράσιν πρέποι,
  27. μὴ σχήματʼ[*](σχήματʼ Scaliger: σχήματα δʼ codd.) ἄλλως ἐν πόλει πεφυκότα.
  28. τὰ μητέρων δὲ δάκρυʼ ὅταν πέμπῃ τέκνα,
  29. πολλοὺς ἐθήλυνʼ εἰς μάχην ὁρμωμένους.
  30. μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ
  31. ζῆν παῖδας εἵλοντʼ ἢ[*](εἵλοντʼ ἢ Matthiae: εἵλοντο καὶ codd.) παρῄνεσαν κακά.
  32. καὶ μὴν θανόντες γʼ ἐν μάχῃ πολλῶν μέτα
  33. τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τʼ ἴσην·
  34. τῇ μιῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ
  35. πόλεως θανούσῃ[*](εἷς μιᾷ μόνῃ θανούσῃ Tyrwhitt: ἣ (ἡ Ν) μία μόνη θανοῦσα codd.) τῆσδʼ ὕπερ δοθήσεται.
  36. καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θʼ ὁμοσπόρω[*](ὁμοσπόρω Bekker: ὁμοσπόρων codd.)
  37. σώσει· τί[*](σώσει· τί Melanchthon: ὡς εἴ τι codd.) τούτων οὐχὶ δέξασθαι καλόν;
  38. τὴν οὐκ ἐμὴν πλὴν ἢ[*](ἢ add. Wagner.) φύσει δώσω κόρην
  39. θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται
  40. πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι;
  41. οὐκοῦν ἅπαντα τοὔν γʼ[*](ἅπαντα τοὔν γʼ Heinrich (iam ἅπαντα τοὐν Reiske): ἅπαντας γοῦν τʼ codd.) ἐμοὶ σωθήσεται·
  42. ἄρξουσιν ἄλλοι, τήνδʼ ἐγὼ σώσω πόλιν.
  43. ἐκεῖνο δʼ οὗ τὸ[*](ἐκεῖνο δʼ οὗ τὸ Ald.: ἐκεῖνο δʼ οὐ ΝΑ.) πλεῖστον ἐν κοινῷ μέρος,
  44. οὐκ ἔσθʼ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ,[*](ἄτερἄνερ Valckenaer: ἀνήρ Bothe.)
  45. προγόνων παλαιὰ[*](παλαιὰ Ald.: πάλαι ΝΑ.) θέσμιʼ ὅστις[*](θέσμιʼ ὅστις Reiske: θέσμιά τις ΝΑ.) ἐκβαλεῖ[*](ἐκβαλεῖ Ald.: ἐκβάλλει codd.)·
  46. οὐδʼ ἀντʼ ἐλάας[*](ἀντʼ ἐλάας Dobree: ἂν τελείας codd.) χρυσέας τε Γοργόνος
  47. τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις
  48. Εὔμολπος οὐδὲ Θρῇξ[*](Θρῇξ Dindorf: Θρᾲξ codd.) ἀναστέψει[*](ἀναστέψει Musgrave: ἀναστρέψει codd.) λεὼς
  49. στεφάνοισι, Παλλὰς δʼ οὐδαμοῦ τιμήσεται.
  50. χρῆσθʼ, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν,
  51. σῴζεσθε,[*](Post σῴζεσθε habent καὶ codd., om. Ald.) νικᾶτʼ· ἀντὶ γὰρ ψυχῆς μιᾶς
  52. οὐκ ἔσθʼ ὅπως οὐ τήνδʼ ἐγὼ[*](οὐ τήνδʼ ἐγὼ Ald.: ὑμῖν τήνδʼ ἐγὼ οὐ codd.) σώσω πόλιν.
  53. ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε
  54. οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως
  55. οἰκοῖμεν ἄν σε, κοὐδὲν ἂν πάσχοις κακόν.
Euripides, Erechtheus

ταῦτα, ὦ ἄνδρες, τοὺς πατέρας ὑμῶν ἐπαίδευε. φύσει γὰρ οὐσῶν φιλοτέκνων πασῶν τῶν γυναικῶν, ταύτην ἐποίησε τὴν πατρίδα μᾶλλον τῶν παίδων φιλοῦσαν, ἐνδεικνύμενος ὅτι εἴπερ αἱ γυναῖκες τοῦτο τολμήσουσι ποιεῖν, τούς γʼ ἄνδρας ἀνυπέρβλητόν τινα δεῖ τὴν εὔνοιαν ὑπὲρ τῆς πατρίδος ἔχειν, καὶ μὴ φεύγειν αὐτὴν ἐγκαταλιπόντας μηδὲ καταισχύνειν πρὸς ἅπαντας τοὺς Ἕλληνας, ὥσπερ Λεωκράτης.

βούλομαι δʼ ὑμῖν καὶ τὸν Ὅμηρον παρασχέσθαι ἐπαινῶν.[*](τὸν Ὅμηρον ἐπαινῶντῶν Ὁμήρου ἐπῶν Reiske.) οὕτω γὰρ ὑπέλαβον ὑμῶν οἱ πατέρες σπουδαῖον εἶναι ποιητὴν ὥστε νόμον ἔθεντο καθʼ ἑκάστην πεντετηρίδα[*](πεντετηρίδα Dobree: πενταετηρίδα codd.) τῶν Παναθηναίων μόνου τῶν ἄλλων ποιητῶν ῥαψῳδεῖσθαι τὰ ἔπη, ἐπίδειξιν ποιούμενοι πρὸς τοὺς Ἕλληνας ὅτι τὰ κάλλιστα τῶν ἔργων προῃροῦντο. εἰκότως· οἱ μὲν γὰρ νόμοι διὰ τὴν συντομίαν οὐ διδάσκουσιν ἀλλʼ ἐπιτάττουσιν ἃ δεῖ ποιεῖν, οἱ δὲ ποιηταὶ μιμούμενοι τὸν ἀνθρώπινον βίον, τὰ κάλλιστα τῶν ἔργων ἐκλεξάμενοι, μετὰ λόγου καὶ ἀποδείξεως τοὺς ἀνθρώπους συμπείθουσιν.

Ἕκτωρ γὰρ τοῖς Τρωσὶ παρακελευόμενος ὑπὲρ τῆς πατρίδος τάδʼ εἴρηκεν·

  1. ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶ διαμπερές.[*](διαμπερέςἀολλέεςHom. Il. 15.494.) ὃς δέ κεν ὑμέων
  2. βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ,
  3. τεθνάτω. οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης
  4. τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ νήπια τέκνα,[*](καὶ νήπια τέκνακαὶ παῖδες ὀπίσσω ibid. 497.)
  5. καὶ κλῆρος καὶ οἶκος[*](καὶ κλῆρος καὶ οἶκοςκαὶ οἶκος καὶ κλῆρος ibid. 498.) ἀκήρατος, εἴ κεν Ἀχαιοὶ
  6. οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.
Hom. Il. 15.494