Against Leocrates
Lycurgus
Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
τούτων τῶν ἐπῶν ἀκούοντες, ὦ ἄνδρες, οἱ πρόγονοι ὑμῶν καὶ τὰ τοιαῦτα τῶν ἔργων ζηλοῦντες οὕτως ἔσχον πρὸς ἀρετὴν ὥστʼ οὐ μόνον ὑπὲρ τῆς αὑτῶν πατρίδος, ἀλλὰ καὶ πάσης τῆς[*](τῆς add. Blume.) Ἑλλάδος ὡς κοινῆς ἤθελον ἀποθνῄσκειν. οἱ γοῦν ἐν[*](ἐν del. Es.) Μαραθῶνι παραταξάμενοι τοῖς βαρβάροις τὸν ἐξ ἁπάσης τῆς Ἀσίας στόλον ἐκράτησαν, τοῖς ἰδίοις κινδύνοις κοινὴν ἄδειαν ἅπασι τοῖς Ἕλλησι κτώμενοι, οὐκ ἐπὶ τῇ δόξῃ μέγα φρονοῦντες ἀλλʼ ἐπὶ τῷ ταύτης ἄξια πράττειν, τῶν μὲν Ἑλλήνων προστάτας, τῶν δὲ βαρβάρων δεσπότας ἑαυτοὺς καθιστάντες· οὐ γὰρ λόγῳ τὴν ἀρετὴν ἐπετήδευον ἀλλʼ ἔργῳ πᾶσιν ἐνεδείκνυντο.[*](ἐνεδείκνυντο Cohn: ἀνεδείκνυντο Ν: ἐπεδείκνυντο Α.)
τοιγαροῦν οὕτως ἦσαν ἄνδρες σπουδαῖοι καὶ κοινῇ καὶ ἰδίᾳ οἱ τότε τὴν πόλιν οἰκοῦντες ὥστε τοῖς ἀνδρειοτάτοις Λακεδαιμονίοις ἐν τοῖς ἔμπροσθεν χρόνοις πολεμοῦσι πρὸς Μεσσηνίους ἀνεῖλεν ὁ θεός, παρʼ ἡμῶν ἡγεμόνα λαβεῖν καὶ νικήσειν τοὺς ἐναντίους. καίτοι εἰ τοῖν ἀφʼ Ἡρακλέους γεγενημένοιν,[*](τοῖν γεγενημένοιν Bursian: τοῖς γεγενημένοις codd.: τῶν γεγενημένων Ald.) οἳ ἀεὶ βασιλεύουσιν ἐν Σπάρτῃ, τοὺς παρʼ ἡμῶν ἡγεμόνας ἀμείνους ὁ θεὸς ἔκρινε, πῶς οὐκ ἀνυπέρβλητον χρὴ τὴν ἐκείνων ἀρετὴν νομίζειν;
τίς γὰρ οὐκ οἶδε τῶν Ἑλλήνων ὅτι Τυρταῖον στρατηγὸν ἔλαβον παρὰ τῆς πόλεως, μεθʼ οὗ καὶ τῶν πολεμίων ἐκράτησαν καὶ τὴν περὶ τοὺς νέους ἐπιμέλειαν συνετάξαντο, οὐ μόνον εἰς τὸν παρόντα κίνδυνον ἀλλʼ εἰς ἅπαντα τὸν αἰῶνα βουλευσάμενοι καλῶς; κατέλιπε γὰρ αὐτοῖς ἐλεγεῖα ποιήσας, ὧν ἀκούοντες
παιδεύονται πρὸς ἀνδρείαν· καὶ περὶ τοὺς ἄλλους ποιητὰς οὐδένα λόγον ἔχοντες περὶ τούτου οὕτω σφόδρα ἐσπουδάκασιν ὥστε νόμον ἔθεντο, ὅταν ἐν τοῖς ὅπλοις ἐξεστρατευμένοι[*](ἐξεστρατευμένοι Es: ἐκστρατευόμενοι codd.) ὦσι,[*](ὦσι A. G. Becker: εἰσί codd.) καλεῖν ἐπὶ τὴν τοῦ βασιλέως σκηνὴν ἀκουσομένους τῶν Τυρταίου ποιημάτων ἅπαντας, νομίζοντες οὕτως ἂν αὐτοὺς μάλιστα πρὸ τῆς πατρίδος ἐθέλειν ἀποθνῄσκειν. χρήσιμον δʼ ἐστὶ καὶ τούτων ἀκοῦσαι τῶν ἐλεγείων, ἵνʼ ἐπίστησθε οἷα ποιοῦντες εὐδοκίμουν παρʼ ἐκείνοις.
Tyrtaeus
- τεθνάμεναι γὰρ καλὸν ἐνὶ προμάχοισι πεσόντα
- ἄνδρʼ ἀγαθόν, περὶ ᾗ πατρίδι μαρνάμενον.
- τὴν δʼ αὐτοῦ προλιπόντα πόλιν καὶ πίονας ἀγροὺς
- πτωχεύειν πάντων ἔστʼ ἀνιηρότατον,
- πλαζόμενον σὺν μητρὶ φίλῃ καὶ πατρὶ γέροντι
- παισί τε σὺν μικροῖς κουριδίῃ τʼ ἀλόχῳ.
- ἐχθρὸς μὲν γὰρ τοῖσι μετέσσεται, οὕς κεν ἵκηται
- χρημοσύνῃ[*](χρημοσύνῃ Bergk: χρησμοσύνῃ codd.) τʼ εἴκων καὶ στυγερῇ πενίῃ,
- αἰσχύνει δὲ[*](δὲ Hartung: τε codd.) γένος, κατὰ δʼ ἀγλαὸν εἶδος ἐλέγχει,
- πᾶσα δʼ ἀτιμίη καὶ κακότης ἕπεται.
- εἰ δʼ[*](εἰ δʼ Francke: εἴθʼ codd.) οὕτως ἀνδρός τοι ἀλωμένου οὐδεμίʼ ὤρη
- γίγνεται οὐδʼ αἰδώς, οὔτʼ ὀπίσω γένεος,[*](γένεος Ahrens: τέλος codd.: εἰσοπίσω τελέθει Ald.)
- θυμῷ γῆς περὶ τῆσδε μαχώμεθα, καὶ περὶ παίδων
- θνῄσκωμεν ψυχέων[*](ψυχέων Ald.: ψυχάων codd.) μηκέτι φειδόμενοι.
- ὦ νέοι, ἀλλὰ μάχεσθε παρʼ ἀλλήλοισι μένοντες,
- μηδὲ φυγῆς αἰσχρῆς[*](αἰσχρῆς Sauppe: αἰσχρᾶς codd.) ἄρχετε μηδὲ φόβου,
- ἀλλὰ μέγαν ποιεῖσθε καὶ ἄλκιμον ἐν φρεσὶ θυμόν,
- μηδὲ φιλοψυχεῖτʼ ἀνδράσι μαρνάμενοι·
- τοὺς δὲ παλαιοτέρους, ὧν οὐκέτι γούνατʼ ἐλαφρά,
- μὴ καταλείποντες φεύγετε, τοὺς γεραιούς.
- αἰσχρὸν γὰρ δὴ τοῦτο, μετὰ προμάχοισι πεσόντα
- κεῖσθαι πρόσθε νέων ἄνδρα παλαιότερον,
- ἤδη λευκὸν ἔχοντα κάρη πολιόν τε γένειον,
- θυμὸν ἀποπνείοντʼ ἄλκιμον ἐν κονίῃ,
- αἱματόεντʼ αἰδοῖα φίλαις ἐν χερσὶν ἔχοντα
- (αἰσχρὰ τά γʼ[*](τά γʼτάδʼ Baiter et Sauppe: τά τʼ G. Hermann.) ὀφθαλμοῖς καὶ νεμεσητὸν ἰδεῖν)
- καὶ χρόα γυμνωθέντα. νέοισι δὲ πάντʼ ἐπέοικεν,
- ὄφρʼ ἐρατῆς ἥβης ἀγλαὸν ἄνθος ἔχῃ·
- ἀνδράσι μὲν θηητὸς[*](θηητὸς Reiske: θνητοῖσιν codd.) ἰδεῖν, ἐρατὸς δὲ γυναιξὶν
- ζωὸς ἐών, καλὸς δʼ ἐν προμάχοισι πεσών.
- ἀλλά τις εὖ διαβὰς μενέτω ποσὶν ἀμφοτέροισιν
- στηριχθεὶς ἐπὶ γῆς, χεῖλος ὀδοῦσι δακών.
καλά γʼ, ὦ ἄνδρες, καὶ χρήσιμα τοῖς βουλομένοις προσέχειν. οὕτω τοίνυν εἶχον πρὸς ἀνδρείαν οἱ τούτων ἀκούοντες ὥστε πρὸς τὴν πόλιν ἡμῶν περὶ τῆς ἡγεμονίας ἀμφισβητεῖν, εἰκότως· τὰ γὰρ κάλλιστα τῶν ἔργων ἀμφοτέροις ἦν κατειργασμένα. οἱ μὲν γὰρ πρόγονοι τοὺς βαρβάρους ἐνίκησαν, οἳ πρῶτοι τῆς Ἀττικῆς ἐπέβησαν, καὶ καταφανῆ ἐποίησαν τὴν ἀνδρείαν τοῦ πλούτου καὶ τὴν ἀρετὴν τοῦ πλήθους περιγιγνομένην· Λακεδαιμόνιοι δʼ ἐν Θερμοπύλαις παραταξάμενοι ταῖς μὲν τύχαις οὐχ[*](οὐχ add. N.) ὁμοίαις[*](ὁμοίαις Bekker: ὁμοίως codd.) ἐχρήσαντο, τῇ δʼ ἀνδρείᾳ πολὺ πάντων διήνεγκαν.
τοιγαροῦν ἐπὶ τοῖς ἠρίοις[*](ἠρίοις Wurm: ὁρίοις τοῦ βίου codd.) μαρτύρια ἔστιν ἰδεῖν τῆς ἀρετῆς αὐτῶν ἀναγεγραμμένα ἀληθῆ πρὸς ἅπαντας τοὺς Ἕλληνας, ἐκείνοις μέν·
Simonides τοῖς δʼ ὑμετέροις προγόνοις·
- ὦ ξεῖνʼ, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε
- κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις,
Simonides
- Ἑλλήνων προμαχοῦντες Ἀθηναῖοι Μαραθῶνι
- χρυσοφόρων Μήδων ἐστόρεσαν δύναμιν.
ταῦτα, ὦ Ἀθηναῖοι, καὶ μνημονεύεσθαι καλὰ καὶ τοῖς πράξασιν[*](τοῖς πράξασιν Taylor: ταῖς πράξεσιν codd.) ἔπαινος καὶ τῇ πόλει δόξα ἀείμνηστος. ἀλλʼ οὐχ ὃ Λεωκράτης πεποίηκεν, ἀλλʼ ἑκὼν τὴν ἐξ ἅπαντος τοῦ αἰῶνος συνηθροισμένην τῇ πόλει δόξαν κατῄσχυνεν. ἐὰν μὲν οὖν αὐτὸν ἀποκτείνητε, δόξετε πᾶσι τοῖς Ἕλλησι καὶ ὑμεῖς τὰ τοιαῦτα τῶν ἔργων μισεῖν· εἰ δὲ μή, καὶ τοὺς προγόνους τῆς παλαιᾶς δόξης ἀποστερήσετε καὶ τοὺς ἄλλους πολίτας μεγάλα βλάψετε. οἱ γὰρ ἐκείνους μὴ θαυμάζοντες τοῦτον πειράσονται μιμεῖσθαι, νομίζοντες ἐκεῖνα μὲν παρὰ τοῖς παλαιοῖς[*](τοῖς παλαιοῖς Taylor: τοῖς πολεμίοις codd.) εὐδοκιμεῖν, παρʼ ὑμῖν δʼ[*](παρʼ ὑμῖν δʼ Blass: παρὰ δʼ ὑμῖν Α: παρʼ ὑμῖν Ν.) ἀναίδειαν καὶ προδοσίαν καὶ δειλίαν κεκρίσθαι κάλλιστον.
εἰ δὲ[*](δὲ add. Stephanus.) μὴ δύνασθε ὑπʼ ἐμοῦ διδαχθῆναι ὃν τρόπον δεῖ πρὸς τοὺς τοιούτους ἔχειν, σκέψασθε ἐκείνους τίνα τρόπον ἐλάμβανον παρʼ αὐτῶν τὴν τιμωρίαν· ὥσπερ γὰρ τὰ καλὰ τῶν ἔργων ἠπίσταντο ἐπιτηδεύειν, οὕτω καὶ τὰ πονηρὰ προῃροῦντο κολάζειν. ἐκεῖνοι γάρ, ὦ ἄνδρες, θεωρήσατε ὡς ὠργίζοντο τοῖς προδόταις καὶ κοινοὺς ἐχθροὺς ἐνόμιζον εἶναι τῆς πόλεως.