Isthmean

Pindar

Pindar. The Odes of Pindar. Sandys, John Edwin, editor. London: William Heinemann; Cambridge: Harvard University Press. 1937 (reprint).

  1. αἵμαξε Τηλέφου μέλανι ῥαίνων φόνῳ πεδίον,
  2. γεφύρωσέ τʼ Ἀτρεΐδαισι νόστον,
  3. Ἑλέναν τʼ ἐλύσατο, Τρωΐας
  4. ἶνας ἐκταμὼν δορί, ταί νιν ῥύοντό ποτε μάχας ἐναριμβρότου
  5. ἔργον ἐν πεδίῳ κορύσσοντα, Μέμνονός τε βίαν
  6. ὑπέρθυμον Ἕκτορά τʼ ἄλλους τʼ ἀριστέας· οἷς δῶμα Φερσεφόνας μανύων Ἀχιλεύς, οὖρος Αἰακιδᾶν, Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.
  7. τὸν μὲν οὐδὲ θανόντʼ ἀοιδαὶ ἔλιπον,
  8. ἀλλά οἱ παρά τε πυρὰν τάφον θʼ Ἑλικώνιαι παρθένοι
  9. στάν, ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.
  10. ἔδοξʼ ἆρα τόδʼ ἀθανάτοις,
  11. ἐσλόν γε φῶτα καὶ φθίμενον ὕμνοις θεᾶν διδόμεν.
  12. τὸ καὶ νῦν φέρει λόγον, ἔσσυταί τε
  13. Μοισαῖον ἅρμα Νικοκλέος
  14. μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν, ὃς Ἴσθμιον ἂν νάπος
  15. Δωρίων ἔλαχεν σελίνων· ἐπεὶ περικτίονας
  16. ἐνίκασε δή ποτε καὶ κεῖνος ἄνδρας ἀφύκτῳ χερὶ κλονέων. τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεὰ πατραδελφεοῦ· ἁλίκων τῷ τις ἁβρὸν
  17. ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω
  18. μυρσίνας στέφανον, ἐπεί νιν Ἀλκαθόου τʼ ἀγὼν σὺν τύχᾳ
  19. ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·
  20. τὸν αἰνεῖν ἀγαθῷ παρέχει·